§2.144κινήθη δʼ ἀγορὴ φὴ κύματα μακρὰ θαλάσσης §2.145πόντου Ἰκαρίοιο, τὰ μέν τʼ Εὖρός τε Νότος τε §2.146ὤρορʼ ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων.
会场便如大海的巨浪般动摇起来,那是伊卡里亚海的波涛,东风和南风自父神宙斯的云端骤然袭来并将其激起。
§2.147ὡς δʼ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν §2.148λάβρος ἐπαιγίζων, ἐπί τʼ ἠμύει ἀσταχύεσσιν, §2.149ὣς τῶν πᾶσʼ ἀγορὴ κινήθη·
又如当西风刮来,猛烈地吹袭着深茂的麦田,使那麦穗都俯首垂下,他们的整个会场也是这般动摇。
人们发出大声呼喊,向着船只奔去,在他们的脚下,飞扬的尘土腾空而起。
τοὶ δʼ ἀλλήλοισι κέλευον §2.152ἅπτεσθαι νηῶν ἠδʼ ἑλκέμεν εἰς ἅλα δῖαν, §2.153οὐρούς τʼ ἐξεκάθαιρον· ἀϋτὴ δʼ οὐρανὸν ἷκεν §2.154οἴκαδε ἱεμένων· ὑπὸ δʼ ᾕρεον ἕρματα νηῶν.
他们互相招呼,去抓住船只并将其拖入神圣的大海,他们清理着下水的沟道;那些渴望回家的人的喧嚷声直达云霄,他们拆卸掉船底的支木。
§2.155ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη §2.156εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν· §2.157ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
那时,阿尔戈斯人本可在命运之外实现归国,若非赫拉对雅典娜说出了这番话: “哎呀,持盾宙斯的女儿、不屈的仙子啊!
阿尔戈斯人难道真的就要这样,乘着宽阔的海脊,逃回他们亲爱的祖国土地去吗?
§2.160κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν
难道他们要把阿耳戈斯的海伦,作为炫耀的战利品留给普里阿摩斯和特洛伊人吗?
为了她,无数阿开亚人在离别可爱的家乡后,死在特洛伊。
§2.163ἀλλʼ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων· §2.164σοῖς ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον, §2.165μηδὲ ἔα νῆας ἅλα δʼ ἑλκέμεν ἀμφιελίσσας.
但你现在快去,走到披甲执青铜器皿的阿开亚军中;用你温和的话语,劝阻每一个人,勿让他们把双舷弯曲的船只拖下大海。
” 她这样说,那明眸女神雅典娜并未违抗,倏地自奥林匹斯之巅飞身而下。
§2.168καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
她敏捷地来到了阿开亚人的疾驰船只旁。
§2.169εὗρεν ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον §2.170ἑσταότʼ· οὐδʼ ὅ γε νηὸς ἐϋσσέλμοιο μελαίνης §2.171ἅπτετʼ, ἐπεί μιν ἄχος κραδίην καὶ θυμὸν ἵκανεν· §2.172ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·
随后,她找到了智慧堪比宙斯的奥德修斯,他正站立着;他并未动手去碰他那有着优美甲板的黑船,因为痛苦已袭上他的心头与胸怀。
§2.173διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ, §2.174οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν §2.175φεύξεσθʼ ἐν νήεσσι πολυκλήϊσι πεσόντες,
明眸女神雅典娜走到近前对他说: “宙斯所生的莱耳忒斯之子、足智多谋的奥德修斯啊,你们难道真的要这样,拥入多桨的船只,逃回你们亲爱的祖国土地去吗?
§2.176κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιτε
难道你们要把阿耳戈斯的海伦,作为炫耀的战利品留给普里阿摩斯和特洛伊人吗?
为了她,无数阿开亚人在离别可爱的家乡后,死在特洛伊?
§2.179ἀλλʼ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν, μηδʼ ἔτʼ ἐρώει, §2.180σοῖς δʼ ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον, §2.181μηδὲ ἔα νῆας ἅλα δʼ ἑλκέμεν ἀμφιελίσσας.
但你现在快去,走到阿开亚军中,不可再迟疑;用你温和的话语,劝阻每一个人,勿让他们把双舷弯曲的船只拖下大海。
§2.182ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης, §2.183βῆ δὲ θέειν, ἀπὸ δὲ χλαῖναν βάλε· τὴν δὲ κόμισσε §2.184κῆρυξ Εὐρυβάτης Ἰθακήσιος ὅς οἱ ὀπήδει·
” 她这样说,他辨认出了说话女神的声音,他便跑了起来,抛掉了外套;那件外套被随从他的伊塔卡传令官欧律巴忒斯拾了起来。
§2.185αὐτὸς δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίος ἐλθὼν §2.186δέξατό οἱ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί· §2.187σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
而他自己,走到阿特柔斯之子阿伽门农跟前,从他那里接过了那永远不朽的祖传权杖;他执此杖,走向披甲执青铜器皿的阿开亚人的船只。
§2.188ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη §2.189τὸν δʼ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς· §2.190δαιμόνιʼ οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι, §2.191ἀλλʼ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς·
凡是他遇到的国王和杰出人物,他便走到身旁,用温和的话语劝阻他们: “老兄,你不该像个懦夫般害怕,还是请你自己坐下,并让其余的兵士也都坐好。
因为你还未能确切知晓阿特柔斯之子的意图;如今他是在进行试探,但不久便会惩罚阿开亚人的子孙。
§2.194ἐν βουλῇ δʼ οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε.
我们并非所有人都在会议中听到了他说的话。
§2.195μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν· §2.196θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων, §2.197τιμὴ δʼ ἐκ Διός ἐστι, φιλεῖ δέ ἑ μητίετα Ζεύς.
须防他动怒而给阿开亚人的子孙带来祸害;蒙宙斯庇护的国王,其怒火是可怕的,他的尊荣来自宙斯,深谋远虑的宙斯眷顾着他。
§2.198ὃν δʼ αὖ δήμου τʼ ἄνδρα ἴδοι βοόωντά τʼ ἐφεύροι, §2.199τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ· §2.200δαιμόνιʼ ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε, §2.201οἳ σέο φέρτεροί εἰσι, σὺ δʼ ἀπτόλεμος καὶ ἄναλκις §2.202οὔτέ ποτʼ ἐν πολέμῳ ἐναρίθμιος οὔτʼ ἐνὶ βουλῇ·
” 另一方面,凡是他见到并发现大声喧哗的平民,他便用权杖击打他,并用言语斥责: “你这家伙,老实坐着,听听别人的话,他们比你强得多;你是个无能又懦弱的人,无论在战场上还是在会议里,都微不足道。
§2.203οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδʼ Ἀχαιοί· §2.204οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω, §2.205εἷς βασιλεύς, ᾧ δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω §2.206σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσι.
我们阿开亚人不可能都在这里当王;众人主宰并非好事;让一个主宰者、一个国王便够了,那弯曲心思的克罗诺斯之子已赐予他权杖和法度,使他能为众人进行治理。