Humanitext Reader

ホメロス · イリアス §2.71-2.143

アガメムノンの軍勢の試練と偽りの帰国命令

11 / 226 箇所 · ギリシア語

要旨

アガメムノンは長老たちに、兵士らの帰国への意思を試す計画を告げ、ネストルの賛同を得て全軍の集会を招集する。アガメムノンはヘパイストス伝来の笏を手に、一同の前で偽の帰国命令を下し、兵士たちの心を揺さぶる。

§2.71ᾤχετʼ ἀποπτάμενος, ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν.
夢は飛び去っていき、甘き眠りは私を去った。
§2.72ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν·
さあ、どうにかしてアカイア人の息子たちを武装させよう。
§2.73πρῶτα δʼ ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί,
まずは私が言葉で彼らを試そう、それが当然の慣わしであるから。
§2.74καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω·
そして、多くの櫂を持つ船で逃げ去るよう彼らに命じよう。
§2.75ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν.
あなたがたはあちこちから、言葉で彼らを引き止めるのだ。
§2.76ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστη
」彼はこう語ると席に就いた。
§2.77Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος,
彼らの中で立ち上がったのは、砂多きピュロスの王であるネストルであった。
§2.78ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
彼は彼らを思って、集会で語りかけた。
§2.79ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
「友よ、アルゴス人の指導者、支配者たちよ。
§2.80εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε §2.81ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·
もしアカイア人の他の誰かがこの夢を語ったなら、私たちはそれを偽りと言い、むしろ遠ざけただろう。
§2.82νῦν δʼ ἴδεν ὃς μέγʼ ἄριστος Ἀχαιῶν εὔχεται εἶναι·
だが今、アカイア人の中で最も優れていると自負するお方がそれを見たのだ。
§2.83ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν.
さあ、どうにかしてアカイア人の息子たちを武装させよう。
§2.84ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι,
」彼はこう語ると、会議から立ち去る先頭に立った。
§2.85οἳ δʼ ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν §2.86σκηπτοῦχοι βασιλῆες·
他の者たちも立ち上がり、民の牧者に従った、笏を手にする王たちである。
ἐπεσσεύοντο δὲ λαοί.
そして民衆も急ぎ続いた。
§2.87ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων §2.88πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων, §2.89βοτρυδὸν δὲ πέτονται ἐπʼ ἄνθεσιν εἰαρινοῖσιν· §2.90αἳ μέν τʼ ἔνθα ἅλις πεποτήαται, αἳ δέ τε ἔνθα· §2.91ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων §2.92ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο §2.93ἰλαδὸν εἰς ἀγορήν·
それは、群れをなす蜂の群れが、うつろな岩穴から絶えず新たに現れ、春の花々の上を房をなして飛び交い、あるものはあちらに、あるものはあちらに、数多く飛び交うように、そのように、多くの軍勢が船々や天幕から、広い砂浜の前を、列をなして進んだ、集会へと群れをなして。
μετὰ δέ σφισιν ὄσσα δεδήει §2.94ὀτρύνουσʼ ἰέναι Διὸς ἄγγελος·
彼らの間では、噂が燃え上がっていた、行くようにと促すゼウスの使者である。
οἳ δʼ ἀγέροντο.
そして彼らは集まった。
§2.95τετρήχει δʼ ἀγορή, ὑπὸ δὲ στεναχίζετο γαῖα §2.96λαῶν ἱζόντων, ὅμαδος δʼ ἦν·
集会は騒然とし、彼らが座るにつれて、地は下にうめき声を上げ、騒音がわき起こった。
ἐννέα δέ σφεας §2.97κήρυκες βοόωντες ἐρήτυον, εἴ ποτʼ ἀϋτῆς §2.98σχοίατʼ, ἀκούσειαν δὲ διοτρεφέων βασιλήων.
九人の伝令官たちが大声で彼らを制し、もし大声を静め、ゼウスに育まれた王たちの声に耳を傾けるようにとした。
§2.99σπουδῇ δʼ ἕζετο λαός, ἐρήτυθεν δὲ καθʼ ἕδρας §2.100παυσάμενοι κλαγγῆς·
ようやく民は席に着き、それぞれの座に引き止められた、騒がしい声をやめて。
ἀνὰ δὲ κρείων Ἀγαμέμνων §2.101ἔστη σκῆπτρον ἔχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων.
支配者アガメムノンが立ち上がった、ヘパイストスが丹精込めて作ったあの笏を手にして。
§2.102Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι, §2.103αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ·
ヘパイストスはそれをクロノスの子、支配者ゼウスに与え、ゼウスはそれを先導者、アルゴス殺しに与えた。
§2.104Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ, §2.105αὐτὰρ ὃ αὖτε Πέλοψ δῶκʼ Ἀτρέϊ ποιμένι λαῶν,
支配者ヘルメスはそれを馬を駆るペロプスに与え、ペロプスはそれを民の牧者アトレウスに与えた。
§2.106Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ, §2.107αὐτὰρ ὃ αὖτε Θυέστʼ Ἀγαμέμνονι λεῖπε φορῆναι, §2.108πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν.
アトレウスは死に臨んで、多くの羊を持つテュエステスに遺し、テュエステスはそれをアガメムノンが携えるようにと遺した、多くの島々とアルゴス全土を支配するために。
§2.109τῷ ὅ γʼ ἐρεισάμενος ἔπεʼ Ἀργείοισι μετηύδα·
その笏に寄りかかり、彼はアルゴス人たちに語りかけた。
§2.110ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
「友よ、ダナオスの英雄たち、アレスの従者たちよ。
§2.111Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ,
クロノスの子ゼウスは、私を重い迷妄にきつく縛りつけた。
§2.112σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν
無慈悲なお方だ。
§2.113Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι, §2.114νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει
かつては、頑丈な城壁を持つイリオンを滅ぼして帰還させてやると私に約束し、首を縦に振られたのに、今や悪しき欺きを企て、私に命じている。
§2.115δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.
多くの民を失った後に、不名誉のうちにアルゴスへ帰れと。
§2.116οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,
これが、全能のゼウスの御心に適うことなのだろう。
§2.117ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα §2.118ἠδʼ ἔτι καὶ λύσει·
その方は実に多くの都市の城壁を崩し、これからも崩すであろう。
τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.
その方の力こそが最大なのだから。
§2.119αἰσχρὸν γὰρ τόδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι
これは後世の人々にとっても、聞くのが恥ずべきことだ。
§2.120μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν §2.121ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι §2.122ἀνδράσι παυροτέροισι, τέλος δʼ οὔ πώ τι πέφανται·
このように無駄に、これほど優れた、これほど多数のアカイア人の軍勢が、何の成果もない戦いを戦い、より少数の男たちと闘いながら、未だ何の終わりも見えないとは。
§2.123εἴ περ γάρ κʼ ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε §2.124ὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω, §2.125Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν, §2.126ἡμεῖς δʼ ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί, §2.127Τρώων δʼ ἄνδρα ἕκαστοι ἑλοίμεθα οἰνοχοεύειν, §2.128πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο.
もしも、アカイア人とトロイア人の双方が望み、信頼すべき誓いを立てて、互いに人数を数えようとし、トロイア人側は、そこに居住している者たちをすべて集め、私たちがアカイア人は、十人ずつの組に編成され、私たちの各組が、トロイア人の男を一人、お酌として選ぶなら、多くの十人組が、お酌を欠くことになるだろう。
§2.129τόσσον ἐγώ φημι πλέας ἔμμεναι υἷας Ἀχαιῶν §2.130Τρώων, οἳ ναίουσι κατὰ πτόλιν·
アカイア人の息子たちは、それほどまでに数多く、都に住むトロイア人よりも多いのだと私は言う。
ἀλλʼ ἐπίκουροι §2.131πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες ἔασιν, §2.132οἵ με μέγα πλάζουσι καὶ οὐκ εἰῶσʼ ἐθέλοντα §2.133Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον.
しかし、多くの都市から来た、槍を振るう同盟軍の男たちがいて、彼らが私を大いに妨げ、望んでいるのに住みよいイリオンの都を滅ぼすことを許さないのだ。
§2.134ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί, §2.135καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται·
大いなるゼウスの歳月がすでに九年も過ぎ去り、すでに船の木材は朽ち、索具は緩んでいる。
§2.136αἳ δέ που ἡμέτεραί τʼ ἄλοχοι καὶ νήπια τέκνα §2.137εἵατʼ ἐνὶ μεγάροις ποτιδέγμεναι·
私たちの妻たちと幼い子供たちは、おそらく館で待ちわびて座っている。
ἄμμι δὲ ἔργον §2.138αὔτως ἀκράαντον οὗ εἵνεκα δεῦρʼ ἱκόμεσθα.
だが私たちにとっては、ここに来た目的である事業が、このように未完成のままである。
§2.139ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
さあ、私が言う通りに、皆従おう。
§2.140φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·
船に乗って、愛する祖国へと逃げ去ろう。
§2.141οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.
私たちはもはや、広い街路を持つトロイアを奪うことはできないのだから。
§2.142ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε
」彼はこう語った。
§2.143πᾶσι μετὰ πληθὺν ὅσοι οὐ βουλῆς ἐπάκουσαν·
すると、会議を聞いていなかった群衆全体の胸の中の心を、彼は揺り動かした。

語釈・文法注

  1. §2.75ἐρητύειν — 動詞 ἐρητύω(制止する)の現在不定詞。ここでは主格の名詞的用法や依存する動詞を伴うものではなく、二人称に対する命令として機能する命令不定詞(infinitive of command)。主語は同じ節内の ἄλλοθεν ἄλλος(各自、四方から)で代用されている。
  2. §2.81ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον — 小辞 κεν と希求法(φαῖμεν と νοσφιζοίμεθα)を伴う帰結節。ホメロスの文法において、過去の事実に対する反実仮想条件を表しており、前節の直説法過去(ἔνισπε)を受けて「(もし別の者がこの夢を語ったなら)我々はそれを偽りと言って、むしろ遠ざけただろうに」という解釈になる。
  3. §2.98σχοίατʼ — 動詞 ἔχω(制止する、差し控える)の中間アオリスト希求法三人称複数形 σχοῖντο の詩的(イオニア)異形(語尾 -ατο)。εἴ ποτε... σχοίατο の形で「〜を差し控えてくれるなら(という期待を込めて)」という、期待を伴う条件節または間接目的節として機能している。
  4. §2.128δευοίατο — 動詞 δέομαι(欠く、必要とする)の未完了過去中間希求法三人称複数形 δέοιντο の詩的(イオニア)異形。κεν とともに用いられて潜在(または反実仮想の帰結)を表し、「(多くの十人組が)お酌を欠くことになるだろう」という架空の状況を提示している。

この箇所を引用する

ホメロス, イリアス §2.71-2.143. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:2.71-2.143

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。