Humanitext Reader

荷马 · 伊利亚特 §2.578-2.652

战船名录:伯罗奔尼撒南部与西部诸岛

第 18 段,共 226 段 · 希腊语

内容简介

本节详细列出了由墨内劳斯、内斯托尔、阿伽培诺尔、奥德修斯等将领率领的拉栖代梦、庇洛斯、阿卡迪亚、埃利斯、埃托利亚和克里特等地的军队及战船规模。

§2.578λαοὶ ἕποντʼ· ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκὸν §2.579κυδιόων, πᾶσιν δὲ μετέπρεπεν ἡρώεσσιν §2.580οὕνεκʼ ἄριστος ἔην πολὺ δὲ πλείστους ἄγε λαούς.
军队跟随着;他本人也穿上了那闪亮的青铜铠甲,意气风发,在所有的英雄中显得出类拔萃,因为他是最优秀的,并且率领着迄今最为庞大的军队。
§2.581οἳ δʼ εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν, §2.582Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην, §2.583Βρυσειάς τʼ ἐνέμοντο καὶ Αὐγειὰς ἐρατεινάς, §2.584οἵ τʼ ἄρʼ Ἀμύκλας εἶχον Ἕλος τʼ ἔφαλον πτολίεθρον, §2.585οἵ τε Λάαν εἶχον ἠδʼ Οἴτυλον ἀμφενέμοντο,
那些占有深邃且多裂谷的拉栖代梦的人,法里斯、斯巴达,以及多鸽的梅塞,居住在布律塞埃和可爱的奥格伊埃的人,占有阿米克莱和滨海城镇赫洛斯的人,占有拉阿斯并居住在奥堤洛斯周围的人。
§2.586τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος §2.587ἑξήκοντα νεῶν· ἀπάτερθε δὲ θωρήσσοντο·
他们的领袖是他的兄弟、擅长呐喊的梅内劳斯,率领六十艘战船;而他们是单独整装的。
§2.588ἐν δʼ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθὼς §2.589ὀτρύνων πόλεμον δέ· μάλιστα δὲ ἵετο θυμῷ §2.590τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε.
他本人走在他们中间,凭着自我的热忱,鼓舞着人们走向战争;在他的心中最渴望的,是为海伦遭受的痛苦和叹息进行报复。
§2.591οἳ δὲ Πύλον τʼ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν §2.592καὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ἐΰκτιτον Αἰπὺ §2.593καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον §2.594καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθά τε Μοῦσαι §2.595ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆς §2.596Οἰχαλίηθεν ἰόντα παρʼ Εὐρύτου Οἰχαλιῆος· §2.597στεῦτο γὰρ εὐχόμενος νικησέμεν εἴ περ ἂν αὐταὶ §2.598Μοῦσαι ἀείδοιεν κοῦραι Διὸς αἰγιόχοιο·
那些居住在庇洛斯和可爱的阿雷涅的人,阿尔斐俄斯河渡口处的特里翁、建造精良的埃庇,居住在屈帕里塞伊斯和安菲格涅亚的人,普特莱翁、赫洛斯,以及多里翁——在那里,缪斯女神们迎面拦下色雷斯人塔米里斯,终止了他的歌声,当时他正从奥哈利亚的欧律托斯那里,离开奥哈利亚旅行;因为他曾夸口宣称,即使是缪斯女神们自己,手持埃癸斯盾的宙斯之女们亲自歌唱,他也能胜出。
§2.599αἳ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν §2.600θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν· §2.601τῶν αὖθʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ· §2.602τῷ δʼ ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
女神们勃然大怒,使他双目失明,夺走了他那神妙的歌喉,并让他忘却了弹奏竖琴的技艺;他们的领袖又是格勒尼亚的骑士内斯托尔;随同他的有九十艘深凹的战船排成队列。
§2.603οἳ δʼ ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ §2.604Αἰπύτιον παρὰ τύμβον ἵνʼ ἀνέρες ἀγχιμαχηταί, §2.605οἳ Φενεόν τʼ ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλον §2.606Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην §2.607καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴν §2.608Στύμφηλόν τʼ εἶχον καὶ Παρρασίην ἐνέμοντο,
那些占有屈勒涅峭拔山峦之下的阿卡迪亚的人,在埃庇托斯的陵墓旁,那里居住着擅长近战的勇士,那些居住在费内奥斯和羊群丰茂的奥尔科墨诺斯的人,里佩、斯特拉提埃,以及多风的烟尼斯佩,占有特格亚和可爱的曼提内亚的人,占有斯廷法洛斯并居住在帕拉西亚的人。
§2.609τῶν ἦρχʼ Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ §2.610ἑξήκοντα νεῶν· πολέες δʼ ἐν νηῒ ἑκάστῃ §2.611Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν.
他们的领袖是安开俄斯之子、统治者阿伽培诺尔,率领六十艘战船;每艘船上都搭载着众多精于战事的阿卡迪亚男子。
§2.612αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων §2.613νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον §2.614Ἀτρεΐδης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει.
因为是凡人之王阿伽门农亲自,阿特柔斯之子阿伽门农,赐予了他们拥有好长椅的战船以渡过那酒红色的海洋,因为他们此前并不熟悉海洋的事务。
§2.615οἳ δʼ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον §2.616ὅσσον ἐφʼ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα §2.617πέτρη τʼ Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς ἐέργει,
那些居住在布普拉西翁和神圣的埃利斯的人,在许尔米涅、边境之地的密尔西诺斯、奥勒诺斯之岩以及阿莱西翁所环绕的疆域之内。
§2.618τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δʼ ἀνδρὶ ἑκάστῳ §2.619νῆες ἕποντο θοαί, πολέες δʼ ἔμβαινον Ἐπειοί.
他们又有四位首领,每个人的麾下有十艘轻捷的战船跟从,许多埃佩奥斯人登上了战船。
§2.620τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην §2.621υἷες ὃ μὲν Κτεάτου, ὃ δʼ ἄρʼ Εὐρύτου, Ἀκτορίωνε· §2.622τῶν δʼ Ἀμαρυγκεΐδης ἦρχε κρατερὸς Διώρης· §2.623τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδὴς §2.624υἱὸς Ἀγασθένεος Αὐγηϊάδαο ἄνακτος.
其中,安菲马科斯和萨尔庇奥斯担任统帅,他们分别是克特阿托斯和欧律托斯的儿子,都是阿克托尔的子孙;另一部分的领袖是阿马伦刻乌斯之子、强勇的迪奥雷斯;第四部分的领袖是神一样的波吕克塞诺斯,他是奥格亚斯之子阿加斯忒涅斯国王的儿子。
§2.625οἳ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων §2.626νήσων, αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα,
那些来自杜利基翁以及神圣的埃奇纳得斯群岛的人,这些岛屿坐落在海的对岸,与埃利斯相对。
§2.627τῶν αὖθʼ ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηϊ §2.628Φυλεΐδης, ὃν τίκτε Διῒ φίλος ἱππότα Φυλεύς, §2.629ὅς ποτε Δουλίχιον δʼ ἀπενάσσατο πατρὶ χολωθείς· §2.630τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
他们的领袖又是与阿瑞斯并驾齐驱的麦格斯,菲琉斯之子,由深受宙斯喜爱的骑士菲琉斯所生,菲琉斯昔日因对父亲动怒而迁居至杜利基翁;随同他的有四十艘黑色战船。
§2.631αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους, §2.632οἵ ῥʼ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον §2.633καὶ Κροκύλειʼ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν, §2.634οἵ τε Ζάκυνθον ἔχον ἠδʼ οἳ Σάμον ἀμφενέμοντο, §2.635οἵ τʼ ἤπειρον ἔχον ἠδʼ ἀντιπέραιʼ ἐνέμοντο·
至于奥德修斯,则率领着大度器宇的凯法勒尼亚人,他们占有伊萨卡和树叶摇曳的内里托恩,居住在克罗库勒亚和崎岖不平的埃癸利普斯,占有扎金索斯,居住在萨摩斯周围的人,以及占有大陆并居住在对岸的人。
§2.636τῶν μὲν Ὀδυσσεὺς ἦρχε Διὶ μῆτιν ἀτάλαντος· §2.637τῷ δʼ ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι.
他们的领袖是奥德修斯,其智谋可与宙斯媲美;随同他的有十二艘红首的战船。
§2.638Αἰτωλῶν δʼ ἡγεῖτο Θόας Ἀνδραίμονος υἱός, §2.639οἳ Πλευρῶνʼ ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην §2.640Χαλκίδα τʼ ἀγχίαλον Καλυδῶνά τε πετρήεσσαν· §2.641οὐ γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν, §2.642οὐδʼ ἄρʼ ἔτʼ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος· §2.643τῷ δʼ ἐπὶ πάντʼ ἐτέταλτο ἀνασσέμεν Αἰτωλοῖσι· §2.644τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
埃托利亚人的领袖是安德拉伊蒙之子托阿斯,他们居住在普勒夫隆、奥勒诺斯、庇勒涅,以及滨海的卡尔基斯和多岩石的卡吕冬;因为大度器宇的奥伊纽斯的儿子们已不在人世,他本人也已作古,金发的梅列阿格罗斯亦已逝去;统治埃托利亚人的全部重任都托付给了托阿斯;随同他的有四十艘黑色战船。
§2.645Κρητῶν δʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν, §2.646οἳ Κνωσόν τʼ εἶχον Γόρτυνά τε τειχιόεσσαν, §2.647Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον §2.648Φαιστόν τε Ῥύτιόν τε, πόλεις εὖ ναιετοώσας, §2.649ἄλλοι θʼ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο.
克里特人由以枪术闻名的伊多墨纽斯率领,他们占有克诺索斯和筑有城墙的戈尔廷,吕克托斯、米利都和白垩闪烁的吕卡斯托斯,费斯托斯和律提翁,这些宜居的城市,以及居住在拥有百城的克里特周围的其他人们。
§2.650τῶν μὲν ἄρʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευε §2.651Μηριόνης τʼ ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ· §2.652τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.
这些人的领袖是以枪术闻名的伊多墨纽斯,和与斩杀凡人的厄倪阿利俄斯并驾齐驱的梅里奥内斯;随同他们的有八十艘黑色战船。

词汇与语法注释

  1. 2.590Ἑλένης — 属格 Ἑλένης 既可理解为主格性属格(海伦自身所经历的痛苦与叹息),也可理解为宾格性属格(阿开亚人因海伦而经受的痛苦与叹息)。在墨内劳斯个人复仇动机的语境下,此处采用主格性属格的解释,指代海伦被掠往特洛伊后自身所遭受的苦难。
  2. 2.597στεῦτο — 动词 στεῦτο(意为“自诩”、“断言”,为 στεῦμαι 的未完成过去时第三人称单数)支配不定式 νικησέμεν(νικάω 的不定式无定过去时史诗异体),用以表达指向未来的强烈自信。与含有祈愿语气(ἀείδοιεν)的让步条件从句相结合,极力凸显了塔米里斯的狂妄(傲慢)。
  3. 2.614μεμήλει — 此处为动词 μέλω 的过去完成时单数形式,作非人称用法。因其主语为中性复数名词 θαλάσσια ἔργα,故根据希腊语经典的“中性复数主语伴随单数动词”的语法规则,动词使用单数形式。配合与格代词 σφι(对他们而言),表示“他们对海上事务毫无经验或不感兴趣”。

引用这一段

荷马, 伊利亚特 §2.578-2.652. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:2.578-2.652

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。