Humanitext Reader

ホメロス · イリアス §2.578-2.652

軍船の目録:ペロポネソス南部と西方の島々

18 / 226 箇所 · ギリシア語

要旨

メネラオス、ネストル、アガペノル、オデュッセウスなどの各将帥が率いるラケダイモン、ピュロス、アルカディア、エリス、イトリア、クレタなどの軍勢とその軍船の規模が詳述される。

§2.578λαοὶ ἕποντʼ·
軍勢が従った。
ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκὸν §2.579κυδιόων, πᾶσιν δὲ μετέπρεπεν ἡρώεσσιν
彼自身もまた、その身に輝く青銅をまとって、誇らしげであり、すべての英雄たちの中でも一際際立っていた。
§2.580οὕνεκʼ ἄριστος ἔην πολὺ δὲ πλείστους ἄγε λαούς.
なぜなら、彼が最も優れており、はるかに最も多くの軍勢を率いていたからである。
§2.581οἳ δʼ εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν, §2.582Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην, §2.583Βρυσειάς τʼ ἐνέμοντο καὶ Αὐγειὰς ἐρατεινάς, §2.584οἵ τʼ ἄρʼ Ἀμύκλας εἶχον Ἕλος τʼ ἔφαλον πτολίεθρον, §2.585οἵ τε Λάαν εἶχον ἠδʼ Οἴτυλον ἀμφενέμοντο,
また、深く割れ目の多いラケダイモンを領していた人々、パリス、スパルタ、多くの鳩が住むメッセ、ブリュセイアイに住み、愛らしいアウゲイアイに住んでいた人々、アミュクライを領し、海辺の都市ヘロスを領していた人々、ラアスを領し、オイテュロスの周囲に住んでいた人々。
§2.586τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος §2.587ἑξήκοντα νεῶν·
彼らを、彼の兄弟である戦闘に優れたメネラオスが率いていた、六十隻の船を。
ἀπάτερθε δὲ θωρήσσοντο·
しかし彼らは別に武装を整えていた。
§2.588ἐν δʼ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθὼς §2.589ὀτρύνων πόλεμον δέ·
彼自身が、自らの熱意を恃みとして、彼らの中に進み、戦いへと励ましていた。
μάλιστα δὲ ἵετο θυμῷ §2.590τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε.
心の中で彼はとりわけ熱望していた、ヘレネの苦悶と嘆息に対して報復することを。
§2.591οἳ δὲ Πύλον τʼ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν §2.592καὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ἐΰκτιτον Αἰπὺ §2.593καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον §2.594καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθά τε Μοῦσαι
また、ピュロスに住み、愛らしいアレネ、アルペイオス川の渡り場であるスリュオン、立派に築かれたアイピュ、キュパリッセイス、アンピゲネイアに居住していた人々、プテレオン、ヘロス、そしてドゥリオンを。
§2.595ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆς §2.596Οἰχαλίηθεν ἰόντα παρʼ Εὐρύτου Οἰχαλιῆος·
その地でムーサたちがトラキア人タミュリスに立ち塞がって、歌を止めさせたのだ、彼がオイカリアのオイカリア人ウリュトスのもとから旅してきたときに。
§2.597στεῦτο γὰρ εὐχόμενος νικησέμεν εἴ περ ἂν αὐταὶ §2.598Μοῦσαι ἀείδοιεν κοῦραι Διὸς αἰγιόχοιο·
というのも、彼はもしあのムーサたち自身、アイギスを持つゼウスの娘たちが歌うとしても、自分が勝ちを収めると誇らしげに語っていたからである。
§2.599αἳ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν §2.600θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν·
彼女たちは怒って彼を盲目にし、神聖な歌を彼から奪い去り、竪琴の技を忘れ去らせた。
§2.601τῶν αὖθʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ·
彼らをまた、ゲレニアの御者ネストルが率いていた。
§2.602τῷ δʼ ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
彼には九十隻の空洞の船が列をなして進んだ。
§2.603οἳ δʼ ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ §2.604Αἰπύτιον παρὰ τύμβον ἵνʼ ἀνέρες ἀγχιμαχηταί, §2.605οἳ Φενεόν τʼ ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλον §2.606Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην §2.607καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴν §2.608Στύμφηλόν τʼ εἶχον καὶ Παρρασίην ἐνέμοντο,
また、キュレネの険しい山のふもと、アルカディアを領し、白兵戦に優れた男たちが住むアイピュトスの墓の傍らで、ペネオスに住み、羊の群れの豊かなオルコメノス、リペ、ストラティエ、風の吹きすさぶエニスペに住み、テゲアを領し、愛らしいマンティネイアを領し、ステュンパロスを領し、パッラシアに住んでいた人々。
§2.609τῶν ἦρχʼ Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ §2.610ἑξήκοντα νεῶν·
彼らを率いていたのはアンカイオスの息子、支配者アガペノルであり、六十隻の船を。
πολέες δʼ ἐν νηῒ ἑκάστῃ §2.611Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν.
各々の船には、戦う術を心得た多くのアルカディアの男たちが乗り込んでいた。
§2.612αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων §2.613νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον
なぜなら、男たちの王アガメムノン自身が彼らに、葡萄酒色の海を渡るための、甲板の整った船を与えたからである、アトレウスの息子アガメムノンが。
§2.614Ἀτρεΐδης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει.
彼らには海の仕事は関心がなかったからである。
§2.615οἳ δʼ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον §2.616ὅσσον ἐφʼ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα §2.617πέτρη τʼ Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς ἐέργει,
また、ブプラシオンと、神聖なエリスに住んでいた人々、ヒュルミネ、端の地にあるミュルシノス、オレノスの岩、そしてアレシオンがその内側に囲んでいる限りの地を。
§2.618τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δʼ ἀνδρὶ ἑκάστῳ §2.619νῆες ἕποντο θοαί, πολέες δʼ ἔμβαινον Ἐπειοί.
彼らにはまた四人の指揮官がおり、各人に十隻の素早い船が従い、多くのエペイオス人が乗り込んでいた。
§2.620τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην §2.621υἷες ὃ μὲν Κτεάτου, ὃ δʼ ἄρʼ Εὐρύτου, Ἀκτορίωνε·
そのうち、アンピマコスとタルピオスが先導した、一方はクテアトスの、他方はエウリュトスの息子たちであり、アクトルの子孫たちである。
§2.622τῶν δʼ Ἀμαρυγκεΐδης ἦρχε κρατερὸς Διώρης· §2.623τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδὴς §2.624υἱὸς Ἀγασθένεος Αὐγηϊάδαο ἄνακτος.
また他の一団は、アマリュンケウスの子、強勇なディオレスが率い、第四の一団は、神に等しいポリュクセイノスが率いた、アウゲイアスの息子、アガステネス王の息子である。
§2.625οἳ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων §2.626νήσων, αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα,
またドゥリキオン、および神聖なエキナイ諸島から来た人々、エリスの対岸、海の向こうに位置する島々から。
§2.627τῶν αὖθʼ ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηϊ
彼らをまた、アレスに比肩するメゲスが率いていた、フィレウスの息子メゲスを。
§2.628Φυλεΐδης, ὃν τίκτε Διῒ φίλος ἱππότα Φυλεύς, §2.629ὅς ποτε Δουλίχιον δʼ ἀπενάσσατο πατρὶ χολωθείς·
彼を、ゼウスに愛された御者フィレウスが産んだ、かつて父に怒ってドゥリキオンへと移り住んだ男である。
§2.630τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
彼には四十隻の黒い船が従った。
§2.631αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους, §2.632οἵ ῥʼ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον §2.633καὶ Κροκύλειʼ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν, §2.634οἵ τε Ζάκυνθον ἔχον ἠδʼ οἳ Σάμον ἀμφενέμοντο, §2.635οἵ τʼ ἤπειρον ἔχον ἠδʼ ἀντιπέραιʼ ἐνέμοντο·
さて、オデュッセウスは心広きケパレニア人たちを率いていた、イタケを領し、木の葉をそよがせるネリトンを領し、クロキュレイアに住み、険しいアイギリプスに住み、ザキュントスを領し、サモスの周囲に住み、大陸の地を領し、その対岸に住んでいた人々。
§2.636τῶν μὲν Ὀδυσσεὺς ἦρχε Διὶ μῆτιν ἀτάλαντος·
彼らを、ゼウスに知謀で比肩するオデュッセウスが率いていた。
§2.637τῷ δʼ ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι.
彼には十二隻の赤舳先の船が従った。
§2.638Αἰτωλῶν δʼ ἡγεῖτο Θόας Ἀνδραίμονος υἱός, §2.639οἳ Πλευρῶνʼ ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην §2.640Χαλκίδα τʼ ἀγχίαλον Καλυδῶνά τε πετρήεσσαν·
イトリア人たちを率いていたのは、アンドライモンの息子トアスであった、プレウロンに住み、オレノス、ピュレネに住み、海辺のカルキス、岩の多いカリュドンに住んでいた人々。
§2.641οὐ γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν, §2.642οὐδʼ ἄρʼ ἔτʼ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος·
なぜなら、心広きオイネウスの息子たちはもうおらず、彼自身もすでにおらず、金髪のメレアグロスも世を去っていたからである。
§2.643τῷ δʼ ἐπὶ πάντʼ ἐτέταλτο ἀνασσέμεν Αἰτωλοῖσι·
彼に、イトリア人たちを支配するすべての権能が委ねられていた。
§2.644τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
彼には四十隻の黒い船が従った。
§2.645Κρητῶν δʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν, §2.646οἳ Κνωσόν τʼ εἶχον Γόρτυνά τε τειχιόεσσαν, §2.647Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον §2.648Φαιστόν τε Ῥύτιόν τε, πόλεις εὖ ναιετοώσας, §2.649ἄλλοι θʼ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο.
クレタ人たちを率いていたのは、槍で名高いイドメネウスであった、クノソスを領し、城壁をめぐらしたゴルテュンを領し、リュクトス、ミレトス、白亜のリュカストス、パイストス、リュティオン、住みよいそれらの都市、そして、百の都市を持つクレタの周囲に住んでいた他の人々。
§2.650τῶν μὲν ἄρʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευε §2.651Μηριόνης τʼ ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ·
彼らを、槍で名高いイドメネウスが率い、そして人を殺すエニュアリオスに比肩するメリオネスが率いていた。
§2.652τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.
彼らには八十隻の黒い船が従った。

語釈・文法注

  1. 2.590Ἑλένης — 固有名詞 Ἑλένης(属格)は、後ろに続く ὁρμήματά τε στοναχάς τε(苦悶とため息)に対して、主格的属格(ヘレネ自身が味わった苦しみ)とも目的格的属格(ヘレネをめぐってアカイア人が味わった苦しみ)とも解釈し得る。ここではメネラオスの個人的な復讐心という文脈から、ヘレネ自身がトロイアに奪われて流した苦しみに対する報復を意味する主格的属格として解釈する。
  2. 2.597στεῦτο — 動詞 στεῦτο(στεῦμαι「確言する、豪語する」の未完了過去三人称単数)は、未来を表す不定詞 νικησέμεν(νικάω のアオリスト不定詞形)を伴って、強い自己主張や誓いを表す。希求法(ἀείδοιεν)を伴う条件節「たとえミューズたち自身が歌うとしても」と組み合わさり、タミュリスの過剰な自負(ヒュブリス)を強調する構文となっている。
  3. 2.614μεμήλει — 非人称的に用いられる μέλω(気にかかる)の過去完了形で、ここでは中性複数主語 θαλάσσια ἔργα に対する単数動詞として機能している(ギリシア語の「中性複数主語+単数動詞」の合致規則による)。与格 σφι(彼らにとって)を伴い、「彼らは海の仕事に関心がなかった(得意ではなかった)」という状態を表す。

この箇所を引用する

ホメロス, イリアス §2.578-2.652. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:2.578-2.652

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。