Humanitext Reader

荷马 · 伊利亚特 §2.502-2.577

战船志:希腊中部与伯罗奔尼撒北部各邦

第 17 段,共 226 段 · 希腊语

内容简介

本段继续详列来自玻欧提亚其余地区,以及福基斯、洛克里斯、欧博亚、雅典、萨拉米斯、阿尔戈斯和迈锡尼等地的将领、参战城镇及战船数量。

§2.502Κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην, §2.503οἵ τε Κορώνειαν καὶ ποιήενθʼ Ἁλίαρτον, §2.504οἵ τε Πλάταιαν ἔχον ἠδʼ οἳ Γλισᾶντʼ ἐνέμοντο, §2.505οἵ θʼ Ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον, §2.506Ὀγχηστόν θʼ ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος, §2.507οἵ τε πολυστάφυλον Ἄρνην ἔχον, οἵ τε Μίδειαν §2.508Νῖσάν τε ζαθέην Ἀνθηδόνα τʼ ἐσχατόωσαν·
科派、欧特瑞西斯,以及多鸽的忒斯贝,居住在科罗内亚和草木茂盛的哈利亚托斯的人,占有普拉泰亚以及居住在格利萨斯的人,占有建造精良的城镇许波忒拜的人,以及有波塞冬神圣而优美林苑的昂刻斯托斯,占有葡萄丰茂的阿尔内的人,占有米德亚的人,以及神圣的尼萨和边境之地的安忒东。
§2.509τῶν μὲν πεντήκοντα νέες κίον, ἐν δὲ ἑκάστῃ §2.510κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον.
他们的船只共有五十艘出发,在每一艘船上,搭载着一百二十名玻欧提亚的青年。
§2.511οἳ δʼ Ἀσπληδόνα ναῖον ἰδʼ Ὀρχομενὸν Μινύειον, §2.512τῶν ἦρχʼ Ἀσκάλαφος καὶ Ἰάλμενος υἷες Ἄρηος §2.513οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεΐδαο, §2.514παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα §2.515Ἄρηϊ κρατερῷ· ὃ δέ οἱ παρελέξατο λάθρῃ·
居住在阿斯普勒东和弥奴亚斯之奥尔科墨诺斯的人,他们的领袖是阿斯卡拉波斯和伊阿尔墨诺斯,阿瑞斯的儿子,他们是阿斯堤奥刻在阿泽乌斯之子阿克托尔的府邸中所生,她曾是一位端庄的少女,当她登上二楼的闺房,强壮的阿瑞斯与她在此幽会,暗中与她同寝。
§2.516τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
随同他们的,是三十艘排成队列的深凹的战船。
§2.517αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον §2.518υἷες Ἰφίτου μεγαθύμου Ναυβολίδαο, §2.519οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν §2.520Κρῖσάν τε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπῆα, §2.521οἵ τʼ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο, §2.522οἵ τʼ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον, §2.523οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισοῖο·
至于福基斯人,则由斯刻迪奥斯和埃皮斯特罗波斯率领,他们是纳乌波洛斯之子、大论胸怀的伊菲托斯的儿子;他们占有屈帕里索斯、多岩石的皮托、神圣的克里萨、达乌里斯和帕诺佩乌斯,居住在阿内莫雷亚和许安波利斯周围的人,还有居住在神圣的刻菲索斯河畔的人,以及占有刻菲索斯河源头处的莉莱亚的人。
§2.524τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
随同他们的有四十艘黑色战船。
§2.525οἳ μὲν Φωκήων στίχας ἵστασαν ἀμφιέποντες, §2.526Βοιωτῶν δʼ ἔμπλην ἐπʼ ἀριστερὰ θωρήσσοντο.
他们负责整编并部署福基斯人的队伍,在玻欧提亚人的紧邻左侧,披坚执锐准备战斗。
§2.527Λοκρῶν δʼ ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας §2.528μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας §2.529ἀλλὰ πολὺ μείων· ὀλίγος μὲν ἔην λινοθώρηξ, §2.530ἐγχείῃ δʼ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς· §2.531οἳ Κῦνόν τʼ ἐνέμοντʼ Ὀπόεντά τε Καλλίαρόν τε §2.532Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰς §2.533Τάρφην τε Θρόνιον τε Βοαγρίου ἀμφὶ ῥέεθρα·
洛克里斯人的领袖是奥伊琉斯之子、足快的埃阿斯,他较为矮小,绝不像忒拉蒙之子埃阿斯那般魁梧,而是矮小得多;他身躯细小,穿着一件麻甲,但在枪术上,他却冠绝全希腊人和阿开亚人;居住在屈诺斯、奥波伊斯、卡利亚罗斯的人,贝萨、斯卡耳斐和可爱的奥格伊埃,以及在博阿格里奥斯河畔的塔尔费和特罗尼翁的人。
§2.534τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο §2.535Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης.
随同他的有四十艘黑色战船,属于居住在神圣的欧博亚对岸的洛克里斯人。
§2.536οἳ δʼ Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες §2.537Χαλκίδα τʼ Εἰρέτριάν τε πολυστάφυλόν θʼ Ἱστίαιαν §2.538Κήρινθόν τʼ ἔφαλον Δίου τʼ αἰπὺ πτολίεθρον, §2.539οἵ τε Κάρυστον ἔχον ἠδʼ οἳ Στύρα ναιετάασκον,
占有欧博亚的是斗志昂扬的阿班忒斯人,他们属于卡尔基斯、埃雷特里亚和葡萄丰茂的希斯提哀亚,滨海的刻林托斯,以及峭拔的狄翁城,还有占有卡律斯托斯和居住在斯堤拉的人。
§2.540τῶν αὖθʼ ἡγεμόνευʼ Ἐλεφήνωρ ὄζος Ἄρηος §2.541Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων.
他们的领袖是阿瑞斯的苗裔埃勒斐诺尔,他是卡尔科东之子,是大度器宇的阿班忒斯人的首领。
§2.542τῷ δʼ ἅμʼ Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες §2.543αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσιν μελίῃσι §2.544θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσσι·
随同他的有迅捷的阿班忒斯人,脑后蓄着长发,这些投枪手渴望用手中伸出的梣木枪,刺穿敌人胸前的护甲。
§2.545τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
随同他的有四十艘黑色战船。
§2.546οἳ δʼ ἄρʼ Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον §2.547δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτʼ Ἀθήνη §2.548θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα, §2.549κὰδ δʼ ἐν Ἀθήνῃς εἷσεν ἑῷ ἐν πίονι νηῷ· §2.550ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται §2.551κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν·
占有雅典这一建造精良的城镇的人,即大器宇的埃雷克透斯的属民,昔日雅典娜,宙斯之女,曾抚育过他,虽然是由赐予谷物的大地将他诞育,她将他安置在雅典自己那富饶的神殿中;在那里,雅典的青年人用公牛和羔羊向他祭祀献礼,在岁月的轮回流转之中。
§2.552τῶν αὖθʼ ἡγεμόνευʼ υἱὸς Πετεῶο Μενεσθεύς.
他们的领袖则是佩特奥斯之子梅内斯透斯。
§2.553τῷ δʼ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετʼ ἀνὴρ §2.554κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας· §2.555Νέστωρ οἶος ἔριζεν· ὃ γὰρ προγενέστερος ἦεν·
在地上的凡人中,没有谁能像他那样,擅于整编战马和持盾的战士;唯有内斯托尔能与他抗衡,因为内斯托尔更为年长。
§2.556τῷ δʼ ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο.
随同他的有五十艘黑色战船。
§2.557Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας, §2.558στῆσε δʼ ἄγων ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες.
埃阿斯从萨拉米斯率领了十二艘战船,引导战船停靠在雅典人的方阵伫立的地方。
§2.559οἳ δʼ Ἄργός τʼ εἶχον Τίρυνθά τε τειχιόεσσαν §2.560Ἑρμιόνην Ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας, §2.561Τροιζῆνʼ Ἠϊόνας τε καὶ ἀμπελόεντʼ Ἐπίδαυρον, §2.562οἵ τʼ ἔχον Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν, §2.563τῶν αὖθʼ ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης §2.564καὶ Σθένελος, Καπανῆος ἀγακλειτοῦ φίλος υἱός·
占有阿尔戈斯,以及拥有高大城墙的梯林斯的人,坐落在深邃海湾旁的赫耳弥俄涅和阿西涅,特罗曾、埃伊奥奈以及葡萄丰茂的埃皮达乌罗斯,还有占有埃癸娜和马塞斯的阿开亚青年,他们的领袖是擅长呐喊的迪奥墨德斯,以及名声显赫的卡帕纽斯的爱子斯塞涅洛斯。
§2.565τοῖσι δʼ ἅμʼ Εὐρύαλος τρίτατος κίεν ἰσόθεος φὼς §2.566Μηκιστέος υἱὸς Ταλαϊονίδαο ἄνακτος· §2.567συμπάντων δʼ ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης·
随同他们的第三位领袖是神一般的男子欧律阿洛斯,他是塔拉奥斯之子、国王墨基斯透斯的儿子;但在他们所有人中,领军的还是擅长呐喊的迪奥墨德斯。
§2.568τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.
随同他们的有八十艘黑色战船。
§2.569οἳ δὲ Μυκήνας εἶχον ἐϋκτίμενον πτολίεθρον §2.570ἀφνειόν τε Κόρινθον ἐϋκτιμένας τε Κλεωνάς, §2.571Ὀρνειάς τʼ ἐνέμοντο Ἀραιθυρέην τʼ ἐρατεινὴν §2.572καὶ Σικυῶνʼ, ὅθʼ ἄρʼ Ἄδρηστος πρῶτʼ ἐμβασίλευεν, §2.573οἵ θʼ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν §2.574Πελλήνην τʼ εἶχον ἠδʼ Αἴγιον ἀμφενέμοντο §2.575Αἰγιαλόν τʼ ἀνὰ πάντα καὶ ἀμφʼ Ἑλίκην εὐρεῖαν,
占有迈锡尼这一建造精良的城镇的人,以及富裕的科林斯、建造精良的克勒奥奈,居住在奥尔内埃和可爱的阿赖堤蕾亚的人,还有西库翁,那里曾是阿德拉斯托斯最早称王统治的地方,占有许佩蕾西亚和地势峭拔的戈诺埃萨的人,占有佩勒涅以及居住在埃癸翁周围的人,以及沿着整个海岸、居住在辽阔的赫利刻周围的人。
§2.576τῶν ἑκατὸν νηῶν ἦρχε κρείων Ἀγαμέμνων §2.577Ἀτρεΐδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι
他们的百艘战船由支配者阿伽门农率领,他是阿特柔斯之子;随同他前来的,是迄今最为庞大、也最精锐的军队。

词汇与语法注释

  1. §2.513οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεΐδαο, παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα / Ἄρηϊ κρατερῷ — 分词 `εἰσαναβᾶσα`(上去)表示在主动词 `τέκεν`(生育)之前发生或设定背景的行为。与格 `Ἄρηϊ`(与阿瑞斯)在语法上与后文的 `παρελέξατο`(同寝)呼应,但由于语序的前置,它也对分词和整个与神结合的上下文起到了先导和限定作用。
  2. §2.530ἐγχείῃ δʼ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς — 动词 `κέκαστο`(卓越、杰出)以人称宾格(即 `Πανέλληνας καὶ Ἀχαιούς`)作为比较的对象,并伴随表示方面或手段的与格 `ἐγχείῃ`(在枪术上),用以指明其优秀的领域。
  3. §2.549κὰδ δʼ ἐν Ἀθήνῃς εἷσεν ἑῷ ἐν πίονι νηῷ — 此句展示了介词 `κατά` 与动词 `ἷσεν`(安置、使坐下)的裂词(tmesis)现象,小词 `δέ` 插在其中。双重 `ἐν` 介词短语(`ἐν Ἀθήνῃς` 和 `ἐν πίονι νηῷ`)的使用,先指明了宏观地点(在雅典),继而具体化了内部的特定位置(在她富丽的寺庙中)。
  4. §2.553τῷ δʼ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετʼ ἀνὴρ κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας — 与格 `τῷ` 受形容词 `ὁμοῖος`(相似的、同等的)支配,指代梅内斯透斯。不定式 `κοσμῆσαι`(整编、整列)作为说明性不定式(epexegetical infinitive)使用,限定并具体说明了在何种方面地上的凡人无法与他相比。

引用这一段

荷马, 伊利亚特 §2.502-2.577. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:2.502-2.577

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。