Humanitext Reader

荷马 · 伊利亚特 §2.427-2.501

阿开亚军出征与向缪斯祈请

第 16 段,共 226 段 · 希腊语

内容简介

阿开亚人在餐后听从内斯托尔的建议,在雅典娜的鼓舞下全军集结并意气风发地出征。诗人用多个比喻描绘了军队的壮观场面,随后呼唤缪斯女神,开始吟唱阿开亚各军将领与船只的名册。

§2.427αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο, §2.428μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν, §2.429ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
当腿骨烧尽、他们尝了内脏之后,他们便把其余的肉切成小块,穿在串上,精心地烤好,然后把所有的肉都从串上拔了下来。
§2.430αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα §2.431δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
当他们结束了劳作,准备好了筵席,便一同享用,每个人的心灵对这公平分配的宴席都毫无怨言。
§2.432αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, §2.433τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· §2.434Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον, §2.435μηκέτι νῦν δήθʼ αὖθι λεγώμεθα, μηδʼ ἔτι δηρὸν §2.436ἀμβαλλώμεθα ἔργον ὃ δὴ θεὸς ἐγγυαλίζει.
当他们满足了对饮酒和进食的渴望,戈勒尼亚的骑士内斯托尔便向他们开口说道: “阿特柔斯之子、最光荣的、众王之王阿伽门农啊,我们现在不要再留在这里长篇大论,也不要再长久地拖延神已经交托在我们手中的工作了。
§2.437ἀλλʼ ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων §2.438λαὸν κηρύσσοντες ἀγειρόντων κατὰ νῆας, §2.439ἡμεῖς δʼ ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν §2.440ἴομεν ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα.
来吧,让身着青铜甲胄的阿开亚人的传令官们发出宣召,把人们聚集到船只旁,而我们则集合在一起,穿过这辽阔的阿开亚营地,以便更迅速地唤醒激烈的天性。
§2.441ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
” 他这样说着,众王之王阿伽门农也并未违抗。
§2.442αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε §2.443κηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς· §2.444οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.
他立刻命令声音清脆的传令官们,向蓄着长发的阿开亚人宣布战斗的集结;传令官们发出通告,人们便迅速聚集起来。
§2.445οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα διοτρεφέες βασιλῆες §2.446θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη §2.447αἰγίδʼ ἔχουσʼ ἐρίτιμον ἀγήρων ἀθανάτην τε, §2.448τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται, §2.449πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος· §2.450σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν §2.451ὀτρύνουσʼ ἰέναι· ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ §2.452καρδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
阿特柔斯之子身边的、受宙斯抚育的国王们急忙整编着队伍,他们之中有明眸的雅典娜,手持极其珍贵、永不衰老、永不毁灭的神盾,神盾上悬挂着一百个纯金的穗子,每一个都编织精美,每一个都价值百头牛;她手持此盾,光芒四射地穿行在阿开亚人群中,催促他们前进;她激发了每个人心中的力量,使他们能毫不止息地进行战争与搏斗。
§2.453τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι §2.454ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
对他们来说,战争顿时变得比乘着空心的船只回到心爱的祖国土地还要甘美。
§2.455ἠΰτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην §2.456οὔρεος ἐν κορυφῇς, ἕκαθεν δέ τε φαίνεται αὐγή, §2.457ὣς τῶν ἐρχομένων ἀπὸ χαλκοῦ θεσπεσίοιο §2.458αἴγλη παμφανόωσα διʼ αἰθέρος οὐρανὸν ἷκε.
犹如那毁灭性的大火,在山峦之巅烧毁了无边的森林,其光芒在远方也能被看见,同样,当他们行进时,那神妙青铜器所发出的灿烂光芒穿过以太,直达天穹。
§2.459τῶν δʼ ὥς τʼ ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ §2.460χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων §2.461Ἀσίω ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα §2.462ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι §2.463κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών, §2.464ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων §2.465ἐς πεδίον προχέοντο Σκαμάνδριον· αὐτὰρ ὑπὸ χθὼν §2.466σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε καὶ ἵππων.
又如那长着翅膀的群鸟,雁群、鹤群或是长颈的天鹅,在卡伊斯崔奥斯河畔阿西欧斯的草地上,它们因自己的翅膀而得意,在这边那边飞翔,喧闹着纷纷落下,使整片原野也为之回响,同样,他们众多的队伍从船只和营帐中涌向斯卡曼德罗斯平原;而在他们以及马匹的铁蹄之下,大地发出可怕的轰鸣。
§2.467ἔσταν δʼ ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι §2.468μυρίοι, ὅσσά τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ.
他们伫立在开满鲜花的斯卡曼德罗斯草地上,其数难以估量,犹如春天时发出的叶和盛开的花。
§2.469ἠΰτε μυιάων ἁδινάων ἔθνεα πολλὰ §2.470αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν §2.471ὥρῃ ἐν εἰαρινῇ ὅτε τε γλάγος ἄγγεα δεύει, §2.472τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Ἀχαιοὶ §2.473ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες.
又如那成群结队、密密麻麻的蝇群,在牧人的围栏周围飞舞盘旋,正值春季,牛奶湿透了器皿的时候;如此之多的、蓄着长发的阿开亚人在平原上列队面对着特洛伊人,急切地想要粉碎他们。
§2.474τοὺς δʼ ὥς τʼ αἰπόλια πλατέʼ αἰγῶν αἰπόλοι ἄνδρες §2.475ῥεῖα διακρίνωσιν ἐπεί κε νομῷ μιγέωσιν, §2.476ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα §2.477ὑσμίνην δʼ ἰέναι, μετὰ δὲ κρείων Ἀγαμέμνων §2.478ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ, §2.479Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι.
犹如牧羊人能轻易地把成群的山羊区分开来,当它们在牧场里混杂在一起时,同样,将领们在这里、在那里整编着他们,使他们走向战场;而在他们之中,支配者阿伽门农,其双目和头颅犹如喜爱雷电的宙斯,腰身似阿瑞斯,胸膛如波塞冬。
§2.480ἠΰτε βοῦς ἀγέληφι μέγʼ ἔξοχος ἔπλετο πάντων §2.481ταῦρος· ὃ γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι· §2.482τοῖον ἄρʼ Ἀτρεΐδην θῆκε Ζεὺς ἤματι κείνῳ §2.483ἐκπρεπέʼ ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν.
犹如牛群中的公牛是所有牛中最为杰出的,因为它在聚集着的牝牛中显得最出类拔萃;就在那一天,宙斯也使阿特柔斯之子变得如此,在众多英雄中显得格外夺目,无比杰出。
§2.484ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι· §2.485ὑμεῖς γὰρ θεαί ἐστε πάρεστέ τε ἴστέ τε πάντα, §2.486ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν· §2.487οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·
现在请告诉我,居于奥林波斯宫殿的缪斯女神们啊—— 因为你们是神明,无所不在,无所不知,而我们只听闻传言,却一无所知—— 究竟谁是达那奥斯人的领袖和主宰。
§2.488πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω, §2.489οὐδʼ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματʼ εἶεν, §2.490φωνὴ δʼ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη, §2.491εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι Διὸς αἰγιόχοιο §2.492θυγατέρες μνησαίαθʼ ὅσοι ὑπὸ Ἴλιον ἦλθον·
至于那大众的人数,我无法细数,也无法点名,纵使我有十条舌头,十张嘴,声音永不沙哑,胸中怀着一颗青铜的心,除非那居于奥林波斯的缪斯女神们,即手持盾牌的宙斯之女,替我忆起,究竟有多少人来到了伊利翁城下。
§2.493ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας.
现在,我将说明各船的指挥官和所有的战船。
§2.494Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον §2.495Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε, §2.496οἵ θʼ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν §2.497Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τʼ Ἐτεωνόν, §2.498Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν, §2.499οἵ τʼ ἀμφʼ Ἅρμʼ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς, §2.500οἵ τʼ Ἐλεῶνʼ εἶχον ἠδʼ Ὕλην καὶ Πετεῶνα, §2.501Ὠκαλέην Μεδεῶνά τʼ ἐϋκτίμενον πτολίεθρον,
率领玻欧提亚人的是佩内勒奥斯和雷伊托斯,以及阿耳克西劳斯、普罗托埃诺尔和克洛尼奥斯;他们居住在许里亚和多岩石的奥利斯,斯霍伊诺斯、斯科洛斯和多山脊的埃特奥诺斯,忒斯佩亚、格拉亚以及广场宽阔的米卡勒索斯,还有居住在哈尔马、埃勒西翁和埃律特赖周围的人,以及占有埃勒翁、许勒和佩特翁的人,奥卡勒亚和建造精良的城镇墨得翁,

词汇与语法注释

  1. 2.435λεγώμεθα — λεγώμεθα 以及第 436 行的 ἀμβαλλώμεθα 均为现在时虚拟语气第一人称复数,表示劝诱(hortatory subjunctive,“让我们……”)。
  2. 2.447ἀγήρων — 形容词 ἀγήραος(不老的)的阴性单数宾格形式,修饰阴性名词 αἰγίδα。此词为双尾形容词,在雅典方言变格中缩略为 ἀγήρων,阴阳性同形。
  3. 2.475διακρίνωσιν — 此处为 ὥς τε 引导的比喻从句中不带虚词 ἄν(或 κε)的现在时虚拟语气。这是荷马史诗中在比喻中表达一般性、重复性动作(比较虚拟语气)的典型用法。
  4. 2.488οὐκ ἂν ἐγὼ μυθήσομαι — 对应第 489 行条件从句(εἴ μοι ... εἶεν,希求语气)的归结从句。虚词 ἄν 与将来时直陈语气(μυθήσομαι)或短元音不定过去时虚拟语气相结合,用以表示潜在或未来的可能性(“我将无法讲述……”),这是史诗的特征用法。

引用这一段

荷马, 伊利亚特 §2.427-2.501. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:2.427-2.501

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。