§2.215ἀλλʼ ὅ τι οἱ εἴσαιτο γελοίϊον Ἀργείοισιν §2.216ἔμμεναι· αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε· §2.217φολκὸς ἔην, χωλὸς δʼ ἕτερον πόδα· τὼ δέ οἱ ὤμω §2.218κυρτὼ ἐπὶ στῆθος συνοχωκότε· αὐτὰρ ὕπερθε §2.219φοξὸς ἔην κεφαλήν, ψεδνὴ δʼ ἐπενήνοθε λάχνη.
只要是他认为对阿尔戈斯人来说是可笑的事情,(他便说个不停);他是来到伊利翁城下最丑陋的男子;他是个罗圈腿,一只脚是跛的;他的双肩弯曲着向胸口收缩;在其上方,他的头顶尖削,上面稀疏地长着细毛。
§2.220ἔχθιστος δʼ Ἀχιλῆϊ μάλιστʼ ἦν ἠδʼ Ὀδυσῆϊ· §2.221τὼ γὰρ νεικείεσκε· τότʼ αὖτʼ Ἀγαμέμνονι δίῳ §2.222ὀξέα κεκλήγων λέγʼ ὀνείδεα· τῷ δʼ ἄρʼ Ἀχαιοὶ §2.223ἐκπάγλως κοτέοντο νεμέσσηθέν τʼ ἐνὶ θυμῷ.
他最遭阿基琉斯和奥德修斯的憎恨;因为他总是责骂这两个人;而当时,他却对高贵的阿伽门农尖声叫嚷着,说出侮辱的言辞;而阿开亚人们对他(塞尔西忒斯)感到极度愤怒,并在心中十分愤慨。
然而他大声呼喊,用言语责骂阿伽门农: “阿特柔斯之子啊,你如今又在抱怨什么,缺少什么呢?
§2.226πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες §2.227εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ §2.228πρωτίστῳ δίδομεν εὖτʼ ἂν πτολίεθρον ἕλωμεν.
你的天幕里装满了青铜,许多挑选出来的女人就在天幕之中,她们是我们阿开亚人每当攻克一座城池时,最先奉献给你的。
§2.229ἦ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι, ὅν κέ τις οἴσει
难道你还在渴望黄金吗?
§2.230Τρώων ἱπποδάμων ἐξ Ἰλίου υἷος ἄποινα, §2.231ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν, §2.232ἠὲ γυναῖκα νέην, ἵνα μίσγεαι ἐν φιλότητι, §2.233ἥν τʼ αὐτὸς ἀπονόσφι κατίσχεαι;
那是驯马的特洛伊人中,有人为了赎回儿子会从伊利翁运来的,由我或别的阿开亚人将其捆绑并带回来的;或是想要一个年轻的女子,以便与她欢好,而你却要把她独自占为己有?
οὐ μὲν ἔοικεν §2.234ἀρχὸν ἐόντα κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν.
身为领袖,把阿开亚人的子孙带入灾祸是不适宜的。
§2.235ὦ πέπονες κάκʼ ἐλέγχεʼ Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοὶ
噢,软弱无能、可耻的东西,阿开亚的女人,不再是阿开亚的男人了!
§2.236οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα, τόνδε δʼ ἐῶμεν §2.237αὐτοῦ ἐνὶ Τροίῃ γέρα πεσσέμεν, ὄφρα ἴδηται §2.238ἤ ῥά τί οἱ χἠμεῖς προσαμύνομεν ἦε καὶ οὐκί· §2.239ὃς καὶ νῦν Ἀχιλῆα ἕο μέγʼ ἀμείνονα φῶτα §2.240ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
让我们乘船返回家园吧,把这个人留在特洛伊这里享用他的战利品,好让他看看我们是否也对他有所帮助,抑或并非如此;因为他甚至在现在也侮辱了阿基琉斯,一个远比他优秀的人;他夺走了他的战利品并占为己有,亲自剥夺了属于他的东西。
但阿基琉斯心中毫无怒火,而是宽容大度;否则,阿特柔斯之子啊,这如今便是你最后一次肆意侮辱了。
§2.243ὣς φάτο νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν, §2.244Θερσίτης· τῷ δʼ ὦκα παρίστατο δῖος Ὀδυσσεύς, §2.245καί μιν ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ· §2.246Θερσῖτʼ ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής, §2.247ἴσχεο, μηδʼ ἔθελʼ οἶος ἐριζέμεναι βασιλεῦσιν· §2.248οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον §2.249ἔμμεναι, ὅσσοι ἅμʼ Ἀτρεΐδῃς ὑπὸ Ἴλιον ἦλθον.
” 塞尔西忒斯这样说着,指责着众人的牧者阿伽门农;这时高贵的奥德修斯迅速走到他身旁,怒目而视,用严厉的言辞训斥他: “废话连篇的塞尔西忒斯啊,尽管你是个能说会道的辩士,也给我闭嘴,不要妄想独自去与国王们抗衡;因为我认为,在随同阿特柔斯兄弟来到伊利翁城下的所有人中,没有一个凡人比你更加卑劣。
§2.250τὼ οὐκ ἂν βασιλῆας ἀνὰ στόμʼ ἔχων ἀγορεύοις, §2.251καί σφιν ὀνείδεά τε προφέροις, νόστόν τε φυλάσσοις.
因此你不该把国王们挂在嘴上进行演说,也不该对他们施加侮辱,并窥伺着归国。
我们尚未确切知晓这些事情将会如何,我们阿开亚人的子孙究竟会顺利还是悲惨地归国。
§2.254τὼ νῦν Ἀτρεΐδῃ Ἀγαμέμνονι ποιμένι λαῶν §2.255ἧσαι ὀνειδίζων, ὅτι οἱ μάλα πολλὰ διδοῦσιν §2.256ἥρωες Δαναοί· σὺ δὲ κερτομέων ἀγορεύεις.
所以,你现在坐在这里,指责着众人的牧者、阿特柔斯之子阿伽门农,因为达奈族的英雄们赐予了他极多的财物;而你却在用嘲讽的话语演说。
§2.257ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· §2.258εἴ κʼ ἔτι σʼ ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε, §2.259μηκέτʼ ἔπειτʼ Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη, §2.260μηδʼ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην, §2.261εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω, §2.262χλαῖνάν τʼ ἠδὲ χιτῶνα, τά τʼ αἰδῶ ἀμφικαλύπτει, §2.263αὐτὸν δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω §2.264πεπλήγων ἀγορῆθεν ἀεικέσσι πληγῇσιν.
但我ani要告诉你,而且这必将得以实现:如果我再次发现你像现在这般愚蠢行事,那就让奥德修斯的头颅不再留在他的双肩之上,我也不愿再被称为忒勒马科斯的父亲,若不把你抓住,剥去你的衣服,那件外套和内衣,那遮盖着你羞耻部位的一切,并将哭泣着的你本人赶往疾驰的船只旁,用难看的责打,将你从会场痛击而出。
§2.265ὣς ἄρʼ ἔφη, σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω §2.266πλῆξεν· ὃ δʼ ἰδνώθη, θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ· §2.267σμῶδιξ δʼ αἱματόεσσα μεταφρένου ἐξυπανέστη §2.268σκήπτρου ὕπο χρυσέου·
” 他这样说着,用权杖痛击他的背部和双肩;塞尔西忒斯蜷缩起身体,大滴的眼泪从他脸上滚落;伴着血迹的伤痕在他的背部浮现,在那金权杖的打击之下。
ὃ δʼ ἄρʼ ἕζετο τάρβησέν τε, §2.269ἀλγήσας δʼ ἀχρεῖον ἰδὼν ἀπομόρξατο δάκρυ.
他害怕地坐了下去,带着痛苦,无助地张望,擦去了眼泪。
§2.270οἳ δὲ καὶ ἀχνύμενοί περ ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν· §2.271ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· §2.272ὢ πόποι ἦ δὴ μυρίʼ Ὀδυσσεὺς ἐσθλὰ ἔοργε §2.273βουλάς τʼ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων· §2.274νῦν δὲ τόδε μέγʼ ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν, §2.275ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχʼ ἀγοράων.
众人尽管忧伤,却也看着他愉快地大笑起来;有人便看着身旁的旁人,这样说道: “哎呀,奥德修斯确实立下了无数的丰功伟绩,率先提出良好的建策,并整顿战备;而今他在阿尔戈斯人中,做出了这件最了不起的事,因为他制止了这个在会场上辱骂、放肆乱说话的人。
他的傲慢心性,必不会再驱使他用侮辱性的言辞去指责国王们了。
§2.278ὣς φάσαν ἣ πληθύς·
” 众人纷纷这样议论。
ἀνὰ δʼ ὃ πτολίπορθος Ὀδυσσεὺς §2.279ἔστη σκῆπτρον ἔχων· παρὰ δὲ γλαυκῶπις Ἀθήνη §2.280εἰδομένη κήρυκι σιωπᾶν λαὸν ἀνώγει, §2.281ὡς ἅμα θʼ οἳ πρῶτοί τε καὶ ὕστατοι υἷες Ἀχαιῶν §2.282μῦθον ἀκούσειαν καὶ ἐπιφρασσαίατο βουλήν· §2.283ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
此时,攻城拔寨者奥德修斯手执权杖站立起来;在他身旁,明眸女神雅典娜化身为传令官的模样,命令众人肃静,好让无论是前排还是后排的阿开亚子孙,都能听到他的话语并领会他的心意;他怀着好意对众人发表了演说: