Humanitext Reader

荷马 · 伊利亚特 §18.70-18.136

阿基琉斯的复仇誓言与泰提斯的劝告

第 164 段,共 226 段 · 希腊语

内容简介

泰提斯来到阿基琉斯身边,指出他先前让希腊军队陷入绝境的祈求已然实现,但阿基琉斯因挚友帕特罗克洛斯之死而极度悲痛,誓要杀死赫克托尔报仇并甘愿接受自己随后的死亡命运。泰提斯接受了他的决定,但叮嘱他在自己带回新铠甲之前切勿参战。

§18.70τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ, §18.71ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο, §18.72καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· §18.73τέκνον τί κλαίεις;
当他沉重地叹息时,那尊贵的母亲来到了他身侧,她发出尖锐的恸哭,抱住了自己孩子的头,哀悼着向他道出了羽翼般的话语: “孩子,你为何哭泣?
τί δέ σε φρένας ἵκετο πένθος;
怎样的悲伤触动了你的心灵?
§18.74ἐξαύδα, μὴ κεῦθε·
说出来,不要隐瞒。
τὰ μὲν δή τοι τετέλεσται §18.75ἐκ Διός, ὡς ἄρα δὴ πρίν γʼ εὔχεο χεῖρας ἀνασχὼν §18.76πάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι υἷας Ἀχαιῶν §18.77σεῦ ἐπιδευομένους, παθέειν τʼ ἀεκήλια ἔργα.
那些事情确实已经为你实现了,假手于泽乌斯,正如你先前举起双手所祈求的那样,要让阿开亚人的所有子孙都被驱赶到船尾,切切需要你,并遭受耻辱的惨重损失。
§18.78τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· §18.79μῆτερ ἐμή, τὰ μὲν ἄρ μοι Ὀλύμπιος ἐξετέλεσσεν· §18.80ἀλλὰ τί μοι τῶν ἦδος ἐπεὶ φίλος ὤλεθʼ ἑταῖρος §18.81Πάτροκλος, τὸν ἐγὼ περὶ πάντων τῖον ἑταίρων §18.82ἶσον ἐμῇ κεφαλῇ;
” 沉重叹息着,足捷的阿基琉斯对她说道: “我的母亲,奥林匹斯之神确实为我实现了这一切;但这对我又有什么乐趣可言,既然我亲爱的战战友已经死去,帕特罗克洛斯,我在所有战友中最为器重他,视同我自己的生命。
τὸν ἀπώλεσα, τεύχεα δʼ Ἕκτωρ §18.83δῃώσας ἀπέδυσε πελώρια θαῦμα ἰδέσθαι §18.84καλά· τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα §18.85ἤματι τῷ ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ.
我失去了他,而赫克托尔杀了他并剥去了那铠甲,巨大而令人惊叹,精美无比;这是众神赠给佩琉斯的辉煌礼物,在他们将你配给一个凡人做妻子的那一天。
§18.86αἴθʼ ὄφελες σὺ μὲν αὖθι μετʼ ἀθανάτῃς ἁλίῃσι §18.87ναίειν, Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν.
但愿你当时留在了大海的不朽仙女之中,依然居住在那儿,而让佩琉斯娶一个凡间的女子为妻。
§18.88νῦν δʼ ἵνα καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴη §18.89παιδὸς ἀποφθιμένοιο, τὸν οὐχ ὑποδέξεαι αὖτις
而如今,这一切发生,也是为了让你也承受心中无尽的悲痛,为了那将要死去、你再也无法迎接其归家的儿子。
§18.90οἴκαδε νοστήσαντʼ, ἐπεὶ οὐδʼ ἐμὲ θυμὸς ἄνωγε §18.91ζώειν οὐδʼ ἄνδρεσσι μετέμμεναι, αἴ κε μὴ Ἕκτωρ §18.92πρῶτος ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃ, §18.93Πατρόκλοιο δʼ ἕλωρα Μενοιτιάδεω ἀποτίσῃ.
他不会再返归家园,因为我的心灵也不再督促我去活命,也不愿在人间苟存,除非赫克托尔首先在我的矛下受击、丧失生命,从而为他劫掠墨诺提奥斯之子帕特罗克洛斯一事付出代价。
§18.94τὸν δʼ αὖτε προσέειπε Θέτις κατὰ δάκρυ χέουσα· §18.95ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷʼ ἀγορεύεις· §18.96αὐτίκα γάρ τοι ἔπειτα μεθʼ Ἕκτορα πότμος ἑτοῖμος.
” 泰提斯流着泪,再次对他说: “孩子,照你所说,你定会早逝;因为在赫克托尔之后,你的死期便立刻临头。
§18.97τὴν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· §18.98αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἑταίρῳ §18.99κτεινομένῳ ἐπαμῦναι· ὃ μὲν μάλα τηλόθι πάτρης §18.100ἔφθιτʼ, ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι.
” 意气难平之余,足捷的阿基琉斯对她说道: “愿我当下便死去,既然我没能在战友被杀时给予援助;他在离祖国极远的地方已经死去了,而他曾需要我成为免遭灾厄的保护者。
§18.101νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν, §18.102οὐδέ τι Πατρόκλῳ γενόμην φάος οὐδʼ ἑτάροισι §18.103τοῖς ἄλλοις, οἳ δὴ πολέες δάμεν Ἕκτορι δίῳ, §18.104ἀλλʼ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης, §18.105τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων §18.106ἐν πολέμῳ· ἀγορῇ δέ τʼ ἀμείνονές εἰσι καὶ ἄλλοι.
而如今,既然我不能再回到亲爱的祖国,也没能成为帕特罗克洛斯或其他战友们的救星,那些被高贵的赫克托尔成群杀害的人,反而坐在这里,守在船旁,成了大地上无用的累赘,尽管在披甲的阿开亚人中,我在战争里无人能及,虽说在集议中另有胜者。
§18.107ὡς ἔρις ἔκ τε θεῶν ἔκ τʼ ἀνθρώπων ἀπόλοιτο §18.108καὶ χόλος, ὅς τʼ ἐφέηκε πολύφρονά περ χαλεπῆναι, §18.109ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο §18.110ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός· §18.111ὡς ἐμὲ νῦν ἐχόλωσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
但愿争斗能从众神与凡人间消亡,还有那愤怒,它驱使贤明之人也变得狂躁,那比淌落的蜜汁还要甘甜得多的愤怒,在人们的心胸中如烟雾般升腾膨胀;就像刚才人间之王阿伽门农惹怒我那样。
§18.112ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ, §18.113θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·
然而,尽管悲痛万分,我们还是让过去的事情过去吧,凭借着无可奈何,克制住我们胸中的心志。
§18.114νῦν δʼ εἶμʼ ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω §18.115Ἕκτορα· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ §18.116Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι.
而今,我要前去追寻那杀害了我心爱战友的赫克托尔;至于我的死期,我将在任何时候去接受它,只要泽乌斯和其他不朽众神乐意降下。
§18.117οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα, §18.118ὅς περ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι· §18.119ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης.
因为哪怕是赫拉克勒斯的力量也没能逃过死劫,尽管他曾是克罗诺斯之子泽乌斯国王最心爱的人;但命运击败了他,还有赫拉那令人痛苦的愤怒。
§18.120ὣς καὶ ἐγών, εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται, §18.121κείσομʼ ἐπεί κε θάνω· νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην, §18.122καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων §18.123ἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάων §18.124δάκρυʼ ὀμορξαμένην ἁδινὸν στοναχῆσαι ἐφείην, §18.125γνοῖεν δʼ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι·
我亦是如此,如果相似的命运已经为我注定,待我死后便会躺下;但如今,愿我赢得辉煌的名声,并让那许多丰乳肥臀的特洛伊和达耳达尼亚妇女,用她的双手拂去娇嫩面颊上的泪水,并发出频频的哀声,从而让他们知晓,我确实已经离开战场太久了。
§18.126μὴ δέ μʼ ἔρυκε μάχης φιλέουσά περ· οὐδέ με πείσεις.
莫要阻拦我重返战场,尽管你爱我;你无法说服我。
§18.127τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα· §18.128ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμον οὐ κακόν ἐστι §18.129τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον.
” 于是,银足女神泰提斯回答他说: “是的,的确如此,我的孩子,这并不是坏事,去为备受煎熬的战友阻挡无情的毁灭。
§18.130ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται §18.131χάλκεα μαρμαίροντα· τὰ μὲν κορυθαίολος Ἕκτωρ §18.132αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται· οὐδέ ἕ φημι §18.133δηρὸν ἐπαγλαϊεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ.
然而你那精美的铠甲,那闪亮闪亮的青铜兵器,正落在特洛伊人手中;兜盔闪亮的赫克托尔亲自披在肩上,引以为豪;但我对你言,他决不能长久以此得意,因为他的死期就在眼前。
§18.134ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος §18.135πρίν γʼ ἐμὲ δεῦρʼ ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι· §18.136ἠῶθεν γὰρ νεῦμαι ἅμʼ ἠελίῳ ἀνιόντι
然而你绝不可投入这阿瑞斯的混战,除非你亲眼看见我回到这里;因为明日拂晓,伴着旭日升起,我定会回来,

词汇与语法注释

  1. §18.75ἀλήμεναι — 第76行的ἀλήμεναι和第77行的παθέειν作为第75行εὔχεο(“你曾祈求”)的补足语,属于“对格加不定式”结构,其主语为第76行的υἷας Ἀχαιῶν。
  2. §18.88ἵνα... εἴη — 在νῦν δʼ ἵνα... εἴη中,连词ἵνα后接希求式εἴη(εἰμί的三人称单数现在希求式),伴随着主句动词(如“神使此事发生”)的省略,表示一种结果性的目的:“但如今[这一切发生]是为了让你也承受无尽的悲痛”。
  3. §18.100δῆσεν — 动词δῆσεν(δέω的不定过去时,非人称用法,意为“缺少、需要”)带有所属格(表示缺乏)的ἐμεῖο(“我”)和补足不定式γενέσθαι,意为“他需要我成为阻挡灾难的人(但我却未在场)”。
  4. §18.124ἐφείην — 动词ἐφείην(ἐφίημι的一人称单数不定过去时主动祈愿式,表示愿望)支配对格代词τινα(第122行)作为分词ὀμορξαμένην和不定式στοναχῆσαι的逻辑主语,意为“我想让某位[特洛伊妇女]拭去泪水并发出痛切的呻吟”。

引用这一段

荷马, 伊利亚特 §18.70-18.136. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:18.70-18.136

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。