Humanitext Reader

荷马 · 伊利亚特 §18.1-18.69

阿基琉斯的痛哭与泰提斯浮出海面

第 163 段,共 226 段 · 希腊语

内容简介

得知帕特罗克洛斯战死的噩耗后,阿基琉斯陷入极度悲痛之中,用尘土玷污自己并大声哀号。听到儿子绝望呼喊的母亲泰提斯悲痛万分,带领着众海仙女离开海底,前往特洛伊海岸探望他。

§18.1ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο, §18.2Ἀντίλοχος δʼ Ἀχιλῆϊ πόδας ταχὺς ἄγγελος ἦλθε.
就像这样,他们如燃着的烈火般战斗着;而足捷的安提洛科斯则作为使者,来到了阿基琉斯身边。
§18.3τὸν δʼ εὗρε προπάροιθε νεῶν ὀρθοκραιράων §18.4τὰ φρονέοντʼ ἀνὰ θυμὸν ἃ δὴ τετελεσμένα ἦεν· §18.5ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· §18.6ὤ μοι ἐγώ, τί τʼ ἄρʼ αὖτε κάρη κομόωντες Ἀχαιοὶ §18.7νηυσὶν ἔπι κλονέονται ἀτυζόμενοι πεδίοιο;
他发现阿基琉斯正立在直首船只的前方,其心底预感着那些实际上已经发生的事情;意气难平之余,他向自己那高贵的心灵倾诉道: “哀哉我身,为何那些留长发的美发阿开亚人,又在平原上惊慌溃逃,纷纷涌向船只?
§18.8μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῷ, §18.9ὥς ποτέ μοι μήτηρ διεπέφραδε καί μοι ἔειπε §18.10Μυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμεῖο §18.11χερσὶν ὕπο Τρώων λείψειν φάος ἠελίοιο.
愿众神不要在我的心灵中实现那些可怕的忧患,犹如昔日我的母亲向我明示并道出的那样:在我依然在世之时,缪尔米东人中最好的一位,将在特洛伊人的手下失去太阳的光芒。
§18.12ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱὸς §18.13σχέτλιος·
看来,墨诺提奥斯那勇敢的儿子确实已经死去了,那个固执的人啊!
ἦ τʼ ἐκέλευον ἀπωσάμενον δήϊον πῦρ §18.14ἂψ ἐπὶ νῆας ἴμεν, μηδʼ Ἕκτορι ἶφι μάχεσθαι.
我曾叮嘱他,只要击退了毁灭性的烈火,就立刻返回船队,不要与赫克托尔全力交锋。
§18.15εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, §18.16τόφρά οἱ ἐγγύθεν ἦλθεν ἀγαυοῦ Νέστορος υἱὸς §18.17δάκρυα θερμὰ χέων, φάτο δʼ ἀγγελίην ἀλεγεινήν· §18.18ὤ μοι Πηλέος υἱὲ δαΐφρονος ἦ μάλα λυγρῆς §18.19πεύσεαι ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.
” 当他在头脑和心灵中如此思量着的时候,尊贵的内斯托尔之子已然走到了他的近旁,他流着温热的眼泪,报信道: “哀哉,智勇双全的佩琉斯之子,你定会听到极其悲惨的噩耗,但愿这事从未发生过。
§18.20κεῖται Πάτροκλος, νέκυος δὲ δὴ ἀμφιμάχονται §18.21γυμνοῦ· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.
帕特罗克洛斯已经倒下了,他们正围绕着他的尸体战斗,那具已被剥光的尸体;而他的铠甲已被兜盔闪亮的赫克托尔据为己有。
§18.22ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·
” 他如此说道,一团黑色的悲痛之云顿然将阿基琉斯笼罩。
§18.23ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν §18.24χεύατο κὰκ κεφαλῆς, χαρίεν δʼ ᾔσχυνε πρόσωπον· §18.25νεκταρέῳ δὲ χιτῶνι μέλαινʼ ἀμφίζανε τέφρη.
他用双手捧起暗黑的灰尘,倾泻在自己的头上,玷污了那俊美的面容;黑色灰烬落在散发芬芳的内衣上。
§18.26αὐτὸς δʼ ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶς §18.27κεῖτο, φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων.
而他自己,庞大的躯体在尘土中展开,横躺在那里,用自己的双手撕扯并弄脏头发。
§18.28δμῳαὶ δʼ ἃς Ἀχιλεὺς ληΐσσατο Πάτροκλός τε §18.29θυμὸν ἀκηχέμεναι μεγάλʼ ἴαχον, ἐκ δὲ θύραζε §18.30ἔδραμον ἀμφʼ Ἀχιλῆα δαΐφρονα, χερσὶ δὲ πᾶσαι §18.31στήθεα πεπλήγοντο, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης.
阿基琉斯与帕特罗克洛斯俘获的女奴们,心中痛切,齐声大哭,纷纷夺门而出,围在智勇双全的阿基琉斯身旁,全用双手捶打着胸膛,每一个人的双腿都瘫软无力。
§18.32Ἀντίλοχος δʼ ἑτέρωθεν ὀδύρετο δάκρυα λείβων §18.33χεῖρας ἔχων Ἀχιλῆος· ὃ δʼ ἔστενε κυδάλιμον κῆρ· §18.34δείδιε γὰρ μὴ λαιμὸν ἀπαμήσειε σιδήρῳ.
安提洛科斯在另一边也流着眼泪痛哭,紧握住阿基琉斯的手;而阿基琉斯那高贵的心灵发出了呻吟;因为他害怕阿基琉斯会用铁兵割断自己的喉咙。
§18.35σμερδαλέον δʼ ᾤμωξεν· ἄκουσε δὲ πότνια μήτηρ §18.36ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι, §18.37κώκυσέν τʼ ἄρʼ ἔπειτα· θεαὶ δέ μιν ἀμφαγέροντο §18.38πᾶσαι ὅσαι κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.
阿基琉斯发出了可怕的痛哭;那尊贵的母亲听到了,她正坐在大海的深处、年迈的父亲身旁,于是她也大声恸哭起来;众女神纷纷聚集在她身侧,所有居于大海深处的涅瑞伊得斯女神们。
§18.39ἔνθʼ ἄρʼ ἔην Γλαύκη τε Θάλειά τε Κυμοδόκη τε §18.40Νησαίη Σπειώ τε Θόη θʼ Ἁλίη τε βοῶπις §18.41Κυμοθόη τε καὶ Ἀκταίη καὶ Λιμνώρεια §18.42καὶ Μελίτη καὶ Ἴαιρα καὶ Ἀμφιθόη καὶ Ἀγαυὴ §18.43Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε §18.44Δεξαμένη τε καὶ Ἀμφινόμη καὶ Καλλιάνειρα §18.45Δωρὶς καὶ Πανόπη καὶ ἀγακλειτὴ Γαλάτεια §18.46Νημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα· §18.47ἔνθα δʼ ἔην Κλυμένη Ἰάνειρά τε καὶ Ἰάνασσα §18.48Μαῖρα καὶ Ὠρείθυια ἐϋπλόκαμός τʼ Ἀμάθεια §18.49ἄλλαι θʼ αἳ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.
其中有格劳刻、塔勒亚、屈摩多刻、内塞亚、斯珀奥、托厄与牛眸的哈利亚、屈摩托厄、阿克泰亚、林诺里亚、还有美利特、伊埃拉、安菲托厄和阿高厄、多托、普罗托、费鲁萨和杜纳米奈、德克萨美奈、安菲诺墨和卡利亚奈拉、多里斯、帕诺珀和名声显赫的伽拉忒亚、奈墨尔忒斯、阿普瑟德丝和卡利亚纳萨;其中还有克吕墨奈、伊阿奈拉和伊阿纳萨、迈拉、奥雷苏亚和美发的小阿玛忒亚,以及其他居于大海深处的涅瑞伊得斯女神们。
§18.50τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος· αἳ δʼ ἅμα πᾶσαι §18.51στήθεα πεπλήγοντο, Θέτις δʼ ἐξῆρχε γόοιο· §18.52κλῦτε κασίγνηται Νηρηΐδες, ὄφρʼ ἐῢ πᾶσαι §18.53εἴδετʼ ἀκούουσαι ὅσʼ ἐμῷ ἔνι κήδεα θυμῷ.
银白色的洞窟里挤满了她们;她们齐声捶打着胸膛,泰提斯领头开始哀悼: “倾听吧,姐妹涅瑞伊得斯们,以便你们所有人在聆听中深切知晓,我的心中有着何其多的哀痛。
§18.54ὤ μοι ἐγὼ δειλή, ὤ μοι δυσαριστοτόκεια,
悲乎,可怜的我! 悲乎,产下最优秀之子的不幸母亲!
§18.55ἥ τʼ ἐπεὶ ἂρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τε §18.56ἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος·
我曾诞下一个完美无瑕、健壮威武的儿子,在英雄中出类拔萃;他像一株幼苗般迅速成长。
§18.57τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς §18.58νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω §18.59Τρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις §18.60οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.
我将他抚养长大,犹如园中肥沃高地上的植物,并打发他乘着弯首的战船前往伊利翁,去同特洛伊人交战;但我却再也无法迎接他重归佩琉斯府邸的归人。
§18.61ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο §18.62ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.
在他依然存活并得见阳光的岁月里,他亦饱受悲痛煎熬,纵使我前去,也无法为他提供任何助力。
§18.63ἀλλʼ εἶμʼ, ὄφρα ἴδωμι φίλον τέκος, ἠδʼ ἐπακούσω §18.64ὅττί μιν ἵκετο πένθος ἀπὸ πτολέμοιο μένοντα.
但我仍要去,好去探望我心爱的孩子,并听他诉说在他远离战场、按兵不动之时,有怎样的悲哀落在了他的身上。
§18.65ὣς ἄρα φωνήσασα λίπε σπέος· αἳ δὲ σὺν αὐτῇ §18.66δακρυόεσσαι ἴσαν, περὶ δέ σφισι κῦμα θαλάσσης §18.67ῥήγνυτο· ταὶ δʼ ὅτε δὴ Τροίην ἐρίβωλον ἵκοντο §18.68ἀκτὴν εἰσανέβαινον ἐπισχερώ, ἔνθα θαμειαὶ §18.69Μυρμιδόνων εἴρυντο νέες ταχὺν ἀμφʼ Ἀχιλῆα.
” 她如此说着,离开了洞穴;众女神伴着她哭泣而行,在她们身侧,海里的波浪破碎开来;当她们抵达土地肥沃的特洛伊,便接连登上了海岸,在那个地方,许多缪尔米东人的船只,紧挨着足捷的阿基琉斯排开。

词汇与语法注释

  1. §18.4τὰ φρονέοντʼ ἀνὰ θυμὸν ἃ δὴ τετελεσμένα ἦεν — 现在分词 φρονέοντα 作为补语修饰 εὗρε 的直接宾语 τὸν(阿基琉斯)。中性复数宾格的 τὰ 既是 φρονέοντα 的直接宾语,又是关系从句 ἃ δὴ τετελεσμένα ἦεν(确实已经发生的事)的先行词。
  2. §18.8μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῷ — 在独立句中,否定词 μὴ 与不定过去时虚拟语气(τελέσωσι)结合,表达说话者强烈的担忧(“神明千万不要实现……”)或否定性的祈愿,反映了阿基琉斯对预感变为现实的恐惧。
  3. §18.10ἔτι ζώοντος ἐμεῖο — 这是由现在分词 ζώοντος 和人称代名词属格 ἐμεῖο 构成的属格独立结构(genitive absolute),作为时间状语修饰,意为“当我依然在世之时”。
  4. §18.19ἣ μὴ ὤφελλε γενέσθαι — 动词 ὤφελλε(ὀφείλω 的爱奥尼亚方言不定过去时直陈过去)后接否定词 μὴ 和不定式 γενέσθαι,用以表达过去未实现的愿望,或无法挽回的遗憾(“本不该发生的事”,但实际上发生了)。
  5. §18.34δείδιε γὰρ μὴ λαιμὸν ἀπαμήσειε σιδήρῳ — 由表示恐惧的动词 δείδιε(起历史现在时作用)引导的 μὴ 从句。由于主句在语境上相当于过去时,从句动词采用了希求语气(ἀπαμήσειε),表示“因为他害怕(阿基琉斯)会割断喉咙”。

引用这一段

荷马, 伊利亚特 §18.1-18.69. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:18.1-18.69

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。