§18.479πάντοσε δαιδάλλων, περὶ δʼ ἄντυγα βάλλε φαεινὴν §18.480τρίπλακα μαρμαρέην, ἐκ δʼ ἀργύρεον τελαμῶνα.
他到处精巧地雕琢装饰,并在周围装上了一圈闪亮的边缘,三层耀眼的边饰,又从上面拉出一条银色的吊带。
§18.481πέντε δʼ ἄρʼ αὐτοῦ ἔσαν σάκεος πτύχες· αὐτὰρ ἐν αὐτῷ §18.482ποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσιν.
盾牌本身有五层;而在这上面用他聪慧的心思制作了许多精美的图案。
§18.483ἐν μὲν γαῖαν ἔτευξʼ, ἐν δʼ οὐρανόν, ἐν δὲ θάλασσαν, §18.484ἠέλιόν τʼ ἀκάμαντα σελήνην τε πλήθουσαν, §18.485ἐν δὲ τὰ τείρεα πάντα, τά τʼ οὐρανὸς ἐστεφάνωται, §18.486Πληϊάδας θʼ Ὑάδας τε τό τε σθένος Ὠρίωνος §18.487Ἄρκτόν θʼ, ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν, §18.488ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει, §18.489οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο.
他在上面创造了大地,创造了天空,创造了海洋,以及不倦的太阳和满月,还有装饰着整个天空的所有星座:普勒阿得斯、毕宿星团以及强壮的猎户座,还有大熊座,人们也称其为“车”,它在原地旋转并注视着猎户座,唯有它不参与俄刻阿诺斯的沐浴。
ἐν τῇ μέν ῥα γάμοι τʼ ἔσαν εἰλαπίναι τε, §18.492νύμφας δʼ ἐκ θαλάμων δαΐδων ὕπο λαμπομενάων §18.493ἠγίνεον ἀνὰ ἄστυ, πολὺς δʼ ὑμέναιος ὀρώρει· §18.494κοῦροι δʼ ὀρχηστῆρες ἐδίνεον, ἐν δʼ ἄρα τοῖσιν §18.495αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον· αἳ δὲ γυναῖκες §18.496ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη.
在其中一座城市里有婚礼和宴席,人们在闪烁的松明光亮下,将新娘们迎出闺房,穿过城市,高亢的婚歌随之响起;年轻的小伙子们在舞蹈中旋转,在他们之中笛子和竖琴发出响亮的声音;而妇女们各自站在自家的门前,赞叹不已。
§18.497λαοὶ δʼ εἰν ἀγορῇ ἔσαν ἀθρόοι· ἔνθα δὲ νεῖκος §18.498ὠρώρει, δύο δʼ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς §18.499ἀνδρὸς ἀποφθιμένου· ὃ μὲν εὔχετο πάντʼ ἀποδοῦναι §18.500δήμῳ πιφαύσκων, ὃ δʼ ἀναίνετο μηδὲν ἑλέσθαι· §18.501ἄμφω δʼ ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι.
众人聚集在集会广场上;那里发生了一场争执,两人为了一个被杀之人的赔偿金而争论不休;一人宣称已付清了所有款项,并向民众公示,而另一人则矢口否认曾收到过任何东西;两人都渴望在仲裁人面前获得最终的判决。
§18.502λαοὶ δʼ ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί· §18.503κήρυκες δʼ ἄρα λαὸν ἐρήτυον· οἳ δὲ γέροντες §18.504εἵατʼ ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ, §18.505σκῆπτρα δὲ κηρύκων ἐν χέρσʼ ἔχον ἠεροφώνων· §18.506τοῖσιν ἔπειτʼ ἤϊσσον, ἀμοιβηδὶς δὲ δίκαζον.
民众向双方高声欢呼,各自为己方支持的人助威;传令官们则在维持秩序,劝阻民众;而长老们坐在神圣圆圈中磨光的石座上,手里拿着声音洪亮的传令官们的手杖;随后他们手握手杖站起身来,轮流做出判决。
§18.507κεῖτο δʼ ἄρʼ ἐν μέσσοισι δύω χρυσοῖο τάλαντα, §18.508τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴποι.
场中央放着两塔兰同黄金,用以奖给他们之中做出最公正判决的那个人。
§18.509τὴν δʼ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ ἥατο λαῶν §18.510τεύχεσι λαμπόμενοι· δίχα δέ σφισιν ἥνδανε βουλή, §18.511ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι §18.512κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔεργεν·
而在另一座城市周围,围困着两支大军,甲胄闪闪发光;在他们之中,意见分歧为两种:是要彻底毁灭这座城市,还是平分那座迷人的城市中所包藏的所有财产。
§18.513οἳ δʼ οὔ πω πείθοντο, λόχῳ δʼ ὑπεθωρήσσοντο.
然而城内的人尚未屈服,而是暗中武装自己准备伏击。
§18.514τεῖχος μέν ῥʼ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα §18.515ῥύατʼ ἐφεσταότες, μετὰ δʼ ἀνέρες οὓς ἔχε γῆρας· §18.516οἳ δʼ ἴσαν· ἦρχε δʼ ἄρά σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη §18.517ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην, §18.518καλὼ καὶ μεγάλω σὺν τεύχεσιν, ὥς τε θεώ περ §18.519ἀμφὶς ἀριζήλω· λαοὶ δʼ ὑπολίζονες ἦσαν.
他们可爱的妻子和幼小的孩子站在上面守护着,随同他们的还有那些因年老而退隐的男子;而其他人则出发了,阿瑞斯和帕拉斯·雅典娜带领着他们,两人皆为黄金所铸,身披黄金衣裳,披挂着铠甲,美丽而高大,宛如真神,在各方都极易辨认;而普通的士兵则矮小得多。
§18.520οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σφίσιν εἶκε λοχῆσαι §18.521ἐν ποταμῷ, ὅθι τʼ ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν, §18.522ἔνθʼ ἄρα τοί γʼ ἵζοντʼ εἰλυμένοι αἴθοπι χαλκῷ.
当他们来到一处适合设伏的地方,就在河边,那是所有牲畜饮水的地方,他们便在那里坐下,浑身裹着闪烁的青铜铠甲。
§18.523τοῖσι δʼ ἔπειτʼ ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶν §18.524δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς.
随后,在离队伍稍远的地方,坐着两个侦察兵,窥视着何时能看见羊群和步履蹒跚的牛群。
§18.525οἳ δὲ τάχα προγένοντο, δύω δʼ ἅμʼ ἕποντο νομῆες §18.526τερπόμενοι σύριγξι· δόλον δʼ οὔ τι προνόησαν.
兽群很快就到了,后面跟着两个牧人,吹着排箫自得其乐,对诡计毫无防备。
§18.527οἳ μὲν τὰ προϊδόντες ἐπέδραμον, ὦκα δʼ ἔπειτα §18.528τάμνοντʼ ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰ §18.529ἀργεννέων οἰῶν, κτεῖνον δʼ ἐπὶ μηλοβοτῆρας.
而那些设伏的人,一望见他们便猛冲上去,迅速地截断了牛群和白羊的美丽群落,并杀死了牧人们。
§18.530οἳ δʼ ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν §18.531εἰράων προπάροιθε καθήμενοι, αὐτίκʼ ἐφʼ ἵππων §18.532βάντες ἀερσιπόδων μετεκίαθον, αἶψα δʼ ἵκοντο.
而那些围攻者,在集议场所前坐着时,一听到牛群中传来的喧嚣巨响,便立刻跨上骏马,疾驰追赶,转瞬即至。
§18.533στησάμενοι δʼ ἐμάχοντο μάχην ποταμοῖο παρʼ ὄχθας, §18.534βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.
他们排开阵势,在河岸边展开交战,用青铜枪尖相互刺击。
§18.535ἐν δʼ Ἔρις ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δʼ ὀλοὴ Κήρ, §18.536ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον, §18.537ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν· §18.538εἷμα δʼ ἔχʼ ἀμφʼ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν.
纠纷、骚乱和致命的宿命女神在其间混战,她一把抓住一个刚受伤却还活着的汉子,又抓住另一个未受伤的人,还有另一个死者,则在混战中抓着双脚拖曳;她披在肩上的衣服被男人们的鲜血染得一片殷红。
他们像活着的凡人一般混战拼搏,互相拖走对方死去的尸体。
§18.541ἐν δʼ ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν §18.542εὐρεῖαν τρίπολον· πολλοὶ δʼ ἀροτῆρες ἐν αὐτῇ §18.543ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα.
他还在上面创造了一片松软肥沃的闲置农田,宽阔且经过三次翻耕;其间有许多耕夫驱赶着牛群转弯,来回犁地。
§18.544οἳ δʼ ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρης,
而每当他们掉转牛头,来到田地的边缘时,