Humanitext Reader

荷马 · 伊利亚特 §18.414-18.478

忒提斯的请求与赫淮斯托斯应允铸造武具

第 169 段,共 226 段 · 希腊语

内容简介

赫淮斯托斯整理仪容并迎接忒提斯,询问其来访之意。忒提斯流泪诉说了自己违心成婚以及儿子阿基琉斯的悲惨遭遇,恳求为其制作新武具,赫淮斯托斯爽快应允并随即开始锻造工作。

§18.414σπόγγῳ δʼ ἀμφὶ πρόσωπα καὶ ἄμφω χεῖρʼ ἀπομόργνυ §18.415αὐχένα τε στιβαρὸν καὶ στήθεα λαχνήεντα,
他用海绵擦拭脸庞和双手,还有强壮的颈项和多毛的胸膛。
§18.416δῦ δὲ χιτῶνʼ, ἕλε δὲ σκῆπτρον παχύ, βῆ δὲ θύραζε §18.417χωλεύων·
他穿上外衣,拿起粗大的手杖,一瘸一拐地走出门口。
ὑπὸ δʼ ἀμφίπολοι ῥώοντο ἄνακτι §18.418χρύσειαι ζωῇσι νεήνισιν εἰοικυῖαι.
在主人的身下,金制的侍女们忙碌地移动着,她们看起来就像活着的少女。
§18.419τῇς ἐν μὲν νόος ἐστὶ μετὰ φρεσίν, ἐν δὲ καὶ αὐδὴ §18.420καὶ σθένος, ἀθανάτων δὲ θεῶν ἄπο ἔργα ἴσασιν.
她们的心中拥有智慧,也拥有声音和力量,并从不朽的神明那里学得手艺。
§18.421αἳ μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον· αὐτὰρ ὃ ἔρρων §18.422πλησίον, ἔνθα Θέτις περ, ἐπὶ θρόνου ἷζε φαεινοῦ,
她们在主人的身旁忙碌服侍;而他,步履蹒跚地走到忒提斯所在的近旁,坐在闪亮的椅子上。
§18.423ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· §18.424τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ §18.425αἰδοίη τε φίλη τε;
他握着她的手,对她说话,并呼唤她: “长袍的忒提斯啊,你为何来到我们的府邸,尊贵而亲爱的姐姐?
πάρος γε μὲν οὔ τι θαμίζεις.
以前你可不常来。
§18.426αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν, §18.427εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.
说出你的心声吧;我的心意促使我去完成它,只要我能够完成,并且这是可以被完成的事。
§18.428τὸν δʼ ἠμείβετʼ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα· §18.429Ἥφαιστʼ, ἦ ἄρα δή τις, ὅσαι θεαί εἰσʼ ἐν Ὀλύμπῳ, §18.430τοσσάδʼ ἐνὶ φρεσὶν ᾗσιν ἀνέσχετο κήδεα λυγρὰ §18.431ὅσσʼ ἐμοὶ ἐκ πασέων Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν;
” 忒提斯流着泪回答他: “赫淮斯托斯啊,奥林匹斯山上的所有女神中,有谁在心中承受过如此之多悲惨的痛苦,如同克罗诺斯之子宙斯在所有人中偏偏赐予我的悲伤?
§18.432ἐκ μέν μʼ ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν §18.433Αἰακίδῃ Πηλῆϊ, καὶ ἔτλην ἀνέρος εὐνὴν §18.434πολλὰ μάλʼ οὐκ ἐθέλουσα.
在所有的海中女神里,他偏偏让我屈从于一个凡人,嫁给埃阿科斯之子佩琉斯,我违背自己的心愿,多次忍受凡人丈夫的床笫。
ὃ μὲν δὴ γήραϊ λυγρῷ §18.435κεῖται ἐνὶ μεγάροις ἀρημένος, ἄλλα δέ μοι νῦν·
如今他因悲惨的衰老躺在大殿里,而我现在又有其他的痛苦。
§18.436υἱὸν ἐπεί μοι δῶκε γενέσθαί τε τραφέμεν τε §18.437ἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος·
因为宙斯赐予我一个儿子,让我生下并抚养他,使他成为英雄中的佼佼者;他像树苗一样迅速成长。
§18.438τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς §18.439νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω §18.440Τρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις §18.441οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.
我抚育他,就像抚育果园肥沃山丘上的植物,然后用弯曲的战船送他去往伊利翁,与特洛伊人交战;但我将再也无法迎接他凯旋回到佩琉斯的府邸。
§18.442ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο §18.443ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.
只要他还为我活着,还能看见太阳的光芒,他就处于痛苦之中,即便我去到他身边,也无法给他任何帮助。
§18.444κούρην ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν, §18.445τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων.
阿开亚人的儿子们选出来作为他奖赏的少女,统治者阿伽门农又从他的手中夺走了。
§18.446ἤτοι ὃ τῆς ἀχέων φρένας ἔφθιεν· αὐτὰρ Ἀχαιοὺς §18.447Τρῶες ἐπὶ πρύμνῃσιν ἐείλεον, οὐδὲ θύραζε §18.448εἴων ἐξιέναι· τὸν δὲ λίσσοντο γέροντες §18.449Ἀργείων, καὶ πολλὰ περικλυτὰ δῶρʼ ὀνόμαζον.
他因这痛苦而耗尽心神;与此同时,阿开亚人被特洛伊人围困在船尾,不让他们到外面去;阿耳戈斯人的长老们向他哀求,并许诺了许多精美名贵的礼物。
§18.450ἔνθʼ αὐτὸς μὲν ἔπειτʼ ἠναίνετο λοιγὸν ἀμῦναι, §18.451αὐτὰρ ὃ Πάτροκλον περὶ μὲν τὰ ἃ τεύχεα ἕσσε, §18.452πέμπε δέ μιν πόλεμον δέ, πολὺν δʼ ἅμα λαὸν ὄπασσε.
那时他自己拒绝去阻挡毁灭,但他让帕特罗克洛斯穿上了自己的武具,送他上战场,并派大军与他同行。
§18.453πᾶν δʼ ἦμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι· §18.454καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον, εἰ μὴ Ἀπόλλων §18.455πολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱὸν §18.456ἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.
他们整天在斯开亚门周围战斗;若不是阿波罗将那带来了许多灾难、墨诺提俄斯勇敢的儿子在最前线的战士中杀死,并把荣耀留给赫克托尔,他们当天就已经攻占了城市。
§18.457τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα §18.458υἱεῖ ἐμῷ ὠκυμόρῳ δόμεν ἀσπίδα καὶ τρυφάλειαν §18.459καὶ καλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίας §18.460καὶ θώρηχʼ· ὃ γὰρ ἦν οἱ ἀπώλεσε πιστὸς ἑταῖρος §18.461Τρωσὶ δαμείς· ὃ δὲ κεῖται ἐπὶ χθονὶ θυμὸν ἀχεύων.
因此我现在来到你的膝前,如果你愿意,求你给我那短命的儿子一块盾牌、一顶头盔、一双配有护踝的精美胫甲以及一件胸甲;因为他原有的武具,在他那忠实的伙伴被特洛伊人杀死时失落了,而我那儿子正躺在地上,心中无比悲伤。
§18.462τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις· §18.463θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
” 赫赫有名的双足跛神随后回答她: “放心吧;不要让这些事困扰你的心。
§18.464αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην §18.465νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι, §18.466ὥς οἱ τεύχεα καλὰ παρέσσεται, οἷά τις αὖτε §18.467ἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ἴδηται.
但愿当可怕的命运降临时,我能使他远离那悲惨的死亡并将他藏起来,就像他必将拥有精美的武具一样,任何看到这武具的凡人,都会为之惊叹。
§18.468ὣς εἰπὼν τὴν μὲν λίπεν αὐτοῦ, βῆ δʼ ἐπὶ φύσας· §18.469τὰς δʼ ἐς πῦρ ἔτρεψε κέλευσέ τε ἐργάζεσθαι.
” 他这样说着,把她留在原地,向风箱走去;他把风箱转向火源,命令它们开始工作。
§18.470φῦσαι δʼ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων §18.471παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι, §18.472ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δʼ αὖτε, §18.473ὅππως Ἥφαιστός τʼ ἐθέλοι καὶ ἔργον ἄνοιτο.
二十个风箱全部往熔炉里吹风,喷出各种各样势头强劲的气流,时而协助他急切的工作,时而又按照赫淮斯托斯的意愿,使工作顺利进行。
§18.474χαλκὸν δʼ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε §18.475καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον· αὐτὰρ ἔπειτα §18.476θῆκεν ἐν ἀκμοθέτῳ μέγαν ἄκμονα, γέντο δὲ χειρὶ §18.477ῥαιστῆρα κρατερήν, ἑτέρηφι δὲ γέντο πυράγρην.
他将坚硬的青铜、锡,以及贵重的黄金和白银投入火中;随后他在金床座上安放了一座巨大的金床,一只手拿起沉重结实的铁锤,另一只手拿起了火钳。
§18.478ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε
他首先开始制作一面巨大而坚固的盾牌。

词汇与语法注释

  1. §18.418ζωῇσι νεήνισιν — 由形容词分词 εἰοικυῖαι(ἔοικα“相似”的阴性复数分词)所引导的表示相似、等同的与格,意为“类似于活着的少女”。
  2. §18.435ἄλλα δέ μοι νῦν — 省略了动词 ἐστί(或 πάρεστι)。意为“但现在我有其他的(痛苦)”,与前句的“他躺着(κεῖται)”形成对比。
  3. §18.436γενέσθαί τε τραφέμεν τε — 表示目的或结果的不定式(τραφέμεν 是爱奥里斯/荷马式的活动物不定式形式)。它们依附于动词 δῶκε(“给予”),意为“赐予我一个儿子去诞生和抚养”。
  4. §18.454καί νύ κεν ... ἔπραθον, εἰ μὴ ... ἔκτανʼ — 表示与过去事实相反的虚拟条件句。主句使用助词 κ近 (即 ἄν) 配合直说过去时(ἔπραθον),条件句使用 εἰ μὴ 配合直说过去时(ἔκτανʼ),意为“若不是阿波罗杀死了……,他们当天就已经攻占了城市”。
  5. §18.464αἲ γάρ ... δυναίμην — 助词 αἲ γάρ(εἴθε / εἰ γάρ 的荷马方言形式)后接希求法(δυναίμην),用以表达无法实现或强烈的愿望,意为“(当可怕的命运降临时)但愿我能使他远离死亡并将他藏起来”。

引用这一段

荷马, 伊利亚特 §18.414-18.478. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:18.414-18.478

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。