§18.346οἳ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ, §18.347ἐν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλόντες.
他们将洗浴用的三脚釜置于烈火之上,往里倒水,在下面抱来木柴点燃。
§18.348γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ· §18.349αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ, §18.350καὶ τότε δὴ λοῦσάν τε καὶ ἤλειψαν λίπʼ ἐλαίῳ, §18.351ἐν δʼ ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο·
火环绕着三脚釜的腹部,水渐渐变热;当水在闪亮的青铜釜中沸腾时,他们便为他洗浴,并用橄榄油大加涂抹,用九年的药膏填满他的伤口。
§18.352ἐν λεχέεσσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν §18.353ἐς πόδας ἐκ κεφαλῆς, καθύπερθε δὲ φάρεϊ λευκῷ.
他们将他放在床上,用细软的亚麻布从头到脚遮盖起来,上面再覆上白色的斗篷。
§18.354παννύχιοι μὲν ἔπειτα πόδας ταχὺν ἀμφʼ Ἀχιλῆα §18.355Μυρμιδόνες Πάτροκλον ἀνεστενάχοντο γοῶντες·
随后整夜,在捷足的阿基琉斯周围,米尔米东人痛哭哀悼帕特罗克洛斯。
§18.356Ζεὺς δʼ Ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε· §18.357ἔπρηξας καὶ ἔπειτα βοῶπις πότνια Ἥρη §18.358ἀνστήσασʼ Ἀχιλῆα πόδας ταχύν·
宙斯对他的姐妹兼妻子赫拉说: “牛眼的尊贵赫拉啊,你终于达到了目的,让捷足的阿基琉斯重新挺身而出。
ἦ ῥά νυ σεῖο §18.359ἐξ αὐτῆς ἐγένοντο κάρη κομόωντες Ἀχαιοί.
想必那些留着长发的美丽阿开亚人,正是从你自身孕育出来的。
” 牛眼的尊贵赫拉随后回答他: “最可怕的克罗诺斯之子,你说了什么话!
§18.362καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι, §18.363ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδε· §18.364πῶς δὴ ἔγωγʼ, ἥ φημι θεάων ἔμμεν ἀρίστη, §18.365ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις §18.366κέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις, §18.367οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι;
哪怕是一个凡人,我想,也必会为同伴促成其事,尽管他只是个凡人,而且不晓得这么多的谋略;那么我,自命为女神中最尊贵者,既因出身,也因被称为你的妻子,而你统治着所有的不死之神,难道我不该在对特洛伊人震怒时为他们编织灾难吗?
§18.368ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· §18.369Ἡφαίστου δʼ ἵκανε δόμον Θέτις ἀργυρόπεζα §18.370ἄφθιτον ἀστερόεντα μεταπρεπέʼ ἀθανάτοισι §18.371χάλκεον, ὅν ῥʼ αὐτὸς ποιήσατο κυλλοποδίων.
” 他们就这样互相交谈;与此同时,银足的忒提斯来到了赫淮斯托斯的府邸,那是不朽的、星光闪烁的、在众神中出类拔萃的青铜之殿,是跛足的神亲自为自己建造的。
§18.372τὸν δʼ εὗρʼ ἱδρώοντα ἑλισσόμενον περὶ φύσας §18.373σπεύδοντα· τρίποδας γὰρ ἐείκοσι πάντας ἔτευχεν §18.374ἑστάμεναι περὶ τοῖχον ἐϋσταθέος μεγάροιο, §18.375χρύσεα δέ σφʼ ὑπὸ κύκλα ἑκάστῳ πυθμένι θῆκεν, §18.376ὄφρά οἱ αὐτόματοι θεῖον δυσαίατʼ ἀγῶνα §18.377ἠδʼ αὖτις πρὸς δῶμα νεοίατο θαῦμα ἰδέσθαι.
她发现他正在风箱旁流汗忙碌,急急忙忙;因为他正在制造总共二十个三脚釜,准备让它们靠着那结构稳固的大殿墙壁站立,他在每一个釜底安上了金色的轮子,以便它们能自动走进神圣的集会,并在之后回到殿中,这真是令人惊叹的奇迹。
§18.378οἳ δʼ ἤτοι τόσσον μὲν ἔχον τέλος, οὔατα δʼ οὔ πω §18.379δαιδάλεα προσέκειτο· τά ῥʼ ἤρτυε, κόπτε δὲ δεσμούς.
这些釜大体上已经完成,但那精美如雕刻的把手尚未安上;他正在准备这些,并锤打着销钉。
§18.380ὄφρʼ ὅ γε ταῦτʼ ἐπονεῖτο ἰδυίῃσι πραπίδεσσι, §18.381τόφρά οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα.
正当他用聪慧的心思忙于这些工作时,与此同时,银足女神忒提斯走近了他的身旁。
§18.382τὴν δὲ ἴδε προμολοῦσα Χάρις λιπαροκρήδεμνος §18.383καλή, τὴν ὤπυιε περικλυτὸς ἀμφιγυήεις· §18.384ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· §18.385τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ §18.386αἰδοίη τε φίλη τε;
美丽的、戴着闪亮面纱的卡里斯走上前来,看见了她,赫赫有名的双足跛神娶她为妻;卡里斯握着她的手,对她说话,并呼唤她: “长袍的忒提斯啊,你为何来到我们的府邸,尊贵而亲爱的姐姐?
πάρος γε μὲν οὔ τι θαμίζεις.
以前你可不常来。
§18.387ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.
请往里走,好让我为你摆上款待的礼物。
§18.388ὣς ἄρα φωνήσασα πρόσω ἄγε δῖα θεάων.
” 她这样说着,这位女神中的高贵者将她迎进门。
§18.389τὴν μὲν ἔπειτα καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλου §18.390καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν· §18.391κέκλετο δʼ Ἥφαιστον κλυτοτέχνην εἶπέ τε μῦθον· §18.392Ἥφαιστε πρόμολʼ ὧδε·
随后让她坐在银钉装饰的椅子上,那是一把美丽而精巧的椅子,脚下有一个脚凳;她招呼赫赫有名的工匠赫淮斯托斯,对他说道: “赫淮斯托斯,请到这里来;忒提斯有求于你。
Θέτις νύ τι σεῖο χατίζει. §18.393τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις· §18.394ἦ ῥά νύ μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον, §18.395ἥ μʼ ἐσάωσʼ ὅτε μʼ ἄλγος ἀφίκετο τῆλε πεσόντα §18.396μητρὸς ἐμῆς ἰότητι κυνώπιδος, ἥ μʼ ἐθέλησε §18.397κρύψαι χωλὸν ἐόντα· τότʼ ἂν πάθον ἄλγεα θυμῷ, §18.398εἰ μή μʼ Εὐρυνόμη τε Θέτις θʼ ὑπεδέξατο κόλπῳ §18.399Εὐρυνόμη θυγάτηρ ἀψορρόου Ὠκεανοῖο.
” 赫赫有名的双足跛神随后回答她: “啊,在我的屋里真有一位可怕而尊贵的女神,当我从高处坠落、痛苦降临时,是她救了我,这一切都是因为我那狗脸的母亲的意图,她想把我这个跛子藏起来;那时如果欧律诺墨和忒提斯没有将我接入怀中,我的心不知要遭受多少痛苦—— 欧律诺墨是回流的俄刻阿诺斯的女儿。
§18.400τῇσι παρʼ εἰνάετες χάλκευον δαίδαλα πολλά, §18.401πόρπας τε γναμπτάς θʼ ἕλικας κάλυκάς τε καὶ ὅρμους §18.402ἐν σπῆϊ γλαφυρῷ· περὶ δὲ ῥόος Ὠκεανοῖο §18.403ἀφρῷ μορμύρων ῥέεν ἄσπετος· οὐδέ τις ἄλλος §18.404ᾔδεεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων, §18.405ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ἴσαν, αἵ μʼ ἐσάωσαν.
在她们那里九年间,我铸造了许多精美的物件,别针、弯曲的手镯、螺旋饰物和项链,在那幽深的洞穴里;而在周围,俄刻阿诺斯的水流带着泡沫奔腾,浩瀚无边;其他无论是神明还是凡人,都无人知晓,只有救了我的忒提斯和欧律诺墨知晓。
如今她来到了我们的家;因此我必须竭尽全力向美丽的忒提斯偿还拯救生命的全部谢礼。
不过你现在先为她摆上精美的款待之物,待我将风箱和所有的工具收好。
” 他说着,这个庞然大物便从金床座上站立起来,跛着脚;而他下面细弱的小腿忙碌地移动。