§17.694ὣς ἔφατʼ, Ἀντίλοχος δὲ κατέστυγε μῦθον ἀκούσας·
他如此说道,安提洛科斯听闻此言愕然战栗。
§17.695δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε, τὼ δέ οἱ ὄσσε §17.696δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
\n 许久,无言的惊愕将他攫住,他的双眼\n 充盈着泪水,强健的歌喉也为之哽咽。
§17.697ἀλλʼ οὐδʼ ὧς Μενελάου ἐφημοσύνης ἀμέλησε, §17.698βῆ δὲ θέειν, τὰ δὲ τεύχεʼ ἀμύμονι δῶκεν ἑταίρῳ §17.699Λαοδόκῳ, ὅς οἱ σχεδὸν ἔστρεφε μώνυχας ἵππους.
\n 然而,即使如此,他也没有忽略梅涅劳斯的嘱托,\n 而是奔跑着离去,将武器交给了他那优秀的战友\n 拉奥多科斯,他正在近旁驱赶着单蹄的骏马。
\n 他流着泪,双足将他带离了战场,\n 去向佩琉斯之子阿基琉斯报告这不幸的消息。
§17.702οὐδʼ ἄρα σοὶ Μενέλαε διοτρεφὲς ἤθελε θυμὸς §17.703τειρομένοις ἑτάροισιν ἀμυνέμεν, ἔνθεν ἀπῆλθεν §17.704Ἀντίλοχος, μεγάλη δὲ ποθὴ Πυλίοισιν ἐτύχθη·
\n 宙斯抚育的梅涅劳斯啊,你的心也同样不愿\n 去援助那些身处困境的战友们,就在安提洛科斯离去的地方,\n 安提洛科斯已从那里走开,这给皮洛斯人留下了巨大的空虚。
§17.705ἀλλʼ ὅ γε τοῖσιν μὲν Θρασυμήδεα δῖον ἀνῆκεν, §17.706αὐτὸς δʼ αὖτʼ ἐπὶ Πατρόκλῳ ἥρωϊ βεβήκει, §17.707στῆ δὲ παρʼ Αἰάντεσσι θέων, εἶθαρ δὲ προσηύδα· §17.708κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσιν §17.709ἐλθεῖν εἰς Ἀχιλῆα πόδας ταχύν· οὐδέ μιν οἴω §17.710νῦν ἰέναι μάλα περ κεχολωμένον Ἕκτορι δίῳ· §17.711οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο.
\n 但他派遣了高贵的特拉叙墨得斯去到他们那里,\n 自身则再次向着英雄帕特罗克洛斯奔去,\n 跑到两位埃阿斯身旁停下,随即对他们说道:\n “那个人我已经打发去往捷船那里,\n 去往足健的阿基琉斯那里;但我认为\n 他现在绝不会来,哪怕他对高贵的赫克托尔无比愤怒;\n 因为他赤身裸体,绝无可能与特洛伊人作战。
§17.712ἡμεῖς δʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην, §17.713ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ §17.714Τρώων ἐξ ἐνοπῆς θάνατον καὶ κῆρα φύγωμεν.
\n 不过,让我们自己来思忖一个最妙的计划,\n 既能如何把尸体拖走,又能让我们自己\n 从特洛伊人的呐喊中逃脱死亡与厄运。
§17.715τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας· §17.716πάντα κατʼ αἶσαν ἔειπες ἀγακλεὲς ὦ Μενέλαε·
”\n 伟大的忒拉蒙之子埃阿斯随后回答他道:\n “名声显赫的梅涅劳斯啊,你所说的一切都合乎情理。
§17.717ἀλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλʼ ὦκα §17.718νεκρὸν ἀείραντες φέρετʼ ἐκ πόνου· αὐτὰρ ὄπισθε §17.719νῶϊ μαχησόμεθα Τρωσίν τε καὶ Ἕκτορι δίῳ §17.720ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι, οἳ τὸ πάρος περ §17.721μίμνομεν ὀξὺν Ἄρηα παρʼ ἀλλήλοισι μένοντες.
\n 但你和梅里奥尼斯要立刻屈身,\n 抬起尸体,将它带离战场;而在后方,\n 我们将与特洛伊人和高贵的赫克托尔交战,\n 我们怀着同样的心志,拥有相同的名字,在过去\n 也曾并肩战斗,坚守于激烈的战场之中。
§17.722ὣς ἔφαθʼ, οἳ δʼ ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντο §17.723ὕψι μάλα μεγάλως· ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθε §17.724Τρωϊκός, ὡς εἴδοντο νέκυν αἴροντας Ἀχαιούς.
”\n 他如此说道,于是他们合力将尸体从地面抱起,\n 抬得很高,使尽了全力;后方的特洛伊人群高声喧哗,\n 当他们看到阿开亚人抬起尸体的时候。
§17.725ἴθυσαν δὲ κύνεσσιν ἐοικότες, οἵ τʼ ἐπὶ κάπρῳ §17.726βλημένῳ ἀΐξωσι πρὸ κούρων θηρητήρων· §17.727ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες, §17.728ἀλλʼ ὅτε δή ῥʼ ἐν τοῖσιν ἑλίξεται ἀλκὶ πεποιθώς, §17.729ἄψ τʼ ἀνεχώρησαν διά τʼ ἔτρεσαν ἄλλυδις ἄλλος.
\n 他们如猎犬般猛冲上去,那猎犬在年轻的\n 猎手之前,向那负伤的野猪扑去;\n 在一阵子内,它们确实渴望着将其撕碎而奔跑,\n 但当它凭仗着自己的勇猛,在它们之中突然转身,\n 它们便退缩回去,四处惊逃,各奔东西。
§17.730ὣς Τρῶες εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο §17.731νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν· §17.732ἀλλʼ ὅτε δή ῥʼ Αἴαντε μεταστρεφθέντε κατʼ αὐτοὺς §17.733σταίησαν, τῶν δὲ τράπετο χρώς, οὐδέ τις ἔτλη §17.734πρόσσω ἀΐξας περὶ νεκροῦ δηριάασθαι.
\n 特洛伊人也是这般,起初成群结队地紧追不舍,\n 用刀剑和双锋的标枪不断刺杀;\n 然而,当两位埃阿斯转身面向他们\n 挺立之时,他们的脸色变了,没有人再敢\n 冲上前去争夺那具尸体。
§17.735ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον ἐκ πολέμοιο §17.736νῆας ἔπι γλαφυράς· ἐπὶ δὲ πτόλεμος τέτατό σφιν §17.737ἄγριος ἠΰτε πῦρ, τό τʼ ἐπεσσύμενον πόλιν ἀνδρῶν §17.738ὄρμενον ἐξαίφνης φλεγέθει, μινύθουσι δὲ οἶκοι §17.739ἐν σέλαϊ μεγάλῳ· τὸ δʼ ἐπιβρέμει ἲς ἀνέμοιο.
\n 就像这样,他们怀着极大的渴望,将尸体带离战场,\n 运往空凹的船只;而那场猛烈地战斗在他们身上展开,\n 狂暴得如同大火一般,它扑向人类的城镇,\n 突然升腾,燃起大火,屋宇纷纷倾圮\n 在巨大的烈焰中,而狂风的威力在其上呼啸。
\n 正如这般,马匹与持枪战士的\n 连绵喧嚣落在行进中的他们身上。
§17.742οἳ δʼ ὥς θʼ ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες §17.743ἕλκωσʼ ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπὸν §17.744ἢ δοκὸν ἠὲ δόρυ μέγα νήϊον· ἐν δέ τε θυμὸς §17.745τείρεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ σπευδόντεσσιν· §17.746ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον.
\n 而他们,宛如骡子使出浑身的力气,\n 从山上缘着险峻的小径,拖运下\n 或是栋梁,或是造船的巨木;在急行中\n 他们的内心同时被劳累与汗水所煎熬;\n 就像这样,他们奋力抬着尸体。
αὐτὰρ ὄπισθεν §17.747Αἴαντʼ ἰσχανέτην, ὥς τε πρὼν ἰσχάνει ὕδωρ §17.748ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς, §17.749ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθρα §17.750ἴσχει, ἄφαρ δέ τε πᾶσι ῥόον πεδίον δὲ τίθησι §17.751πλάζων· οὐδέ τί μιν σθένεϊ ῥηγνῦσι ῥέοντες·
而在后方,\n 两位埃阿斯阻挡着追兵,宛如一座树木葱茏的岗峦阻隔着流水,\n 它横亘在整个平原上,\n 阻挡着强悍河流的大水猛浪,\n 顿时将它们所有的洪流偏引向平原,\n 使其改道;即便水流湍急,也绝无法凭其力势将岗峦冲溃。
§17.752ὣς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσσω §17.753Τρώων· οἳ δʼ ἅμʼ ἕποντο, δύω δʼ ἐν τοῖσι μάλιστα §17.754Αἰνείας τʼ Ἀγχισιάδης καὶ φαίδιμος Ἕκτωρ.
\n 就是这般,两位埃阿斯始终在后方抵御着特洛伊人的攻势;\n 而敌军紧随其后,其中最甚者有两人:\n 安喀塞斯之子埃涅阿斯与光彩夺目的赫克托尔。
§17.755τῶν δʼ ὥς τε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν §17.756οὖλον κεκλήγοντες, ὅτε προΐδωσιν ἰόντα §17.757κίρκον, ὅ τε σμικρῇσι φόνον φέρει ὀρνίθεσσιν, §17.758ὣς ἄρʼ ὑπʼ Αἰνείᾳ τε καὶ Ἕκτορι κοῦροι Ἀχαιῶν §17.759οὖλον κεκλήγοντες ἴσαν, λήθοντο δὲ χάρμης.
\n 犹如一团椋鸟或寒鸦的云雾,\n 发出凄厉的惊噪,当它们预先看见\n 那给小鸟带来杀戮的苍鹰飞来;\n 阿开亚的年轻人们在埃涅阿斯和赫克托尔面前,\n 也是这般发出凄厉的尖叫离去,忘却了战斗的激情。