Humanitext Reader

ホメロス · イリアス §17.694-17.761

パトロクロスの遺体搬出とアイアスらの防戦

162 / 226 箇所 · ギリシア語

要旨

アンティロコスはアキレウスへパトロクロスの死を知らせるために走り去る。メネラオスとメリオネスはパトロクロスの遺体を抱えて撤退し、両アイアスが追撃するトローイア勢を防ぐ。

§17.694ὣς ἔφατʼ, Ἀντίλοχος δὲ κατέστυγε μῦθον ἀκούσας·
彼はこのように語った。 アンティロコスは言葉を聞いて愕然とした。
§17.695δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε, τὼ δέ οἱ ὄσσε §17.696δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
\n 長い間、言葉を失う状態が彼を捉え、彼の両目は\n 涙で満たされ、その張りのある声は喉に詰まった。
§17.697ἀλλʼ οὐδʼ ὧς Μενελάου ἐφημοσύνης ἀμέλησε,
\n しかし、それでもなお、彼はメネラオスの命令を無視しなかった。
§17.698βῆ δὲ θέειν, τὰ δὲ τεύχεʼ ἀμύμονι δῶκεν ἑταίρῳ §17.699Λαοδόκῳ, ὅς οἱ σχεδὸν ἔστρεφε μώνυχας ἵππους.
\n 彼は走り出し、武具を優れた戦友に与えた、\n ラオドコスに。 彼は近くで一蹄の馬を操っていた。
§17.700τὸν μὲν δάκρυ χέοντα πόδες φέρον ἐκ πολέμοιο §17.701Πηλεΐδῃ Ἀχιλῆϊ κακὸν ἔπος ἀγγελέοντα.
\n 涙を流す彼を、両足が戦場から運び去った、\n ペレウスの子アキレウスに、災いの知らせを伝えるために。
§17.702οὐδʼ ἄρα σοὶ Μενέλαε διοτρεφὲς ἤθελε θυμὸς §17.703τειρομένοις ἑτάροισιν ἀμυνέμεν, ἔνθεν ἀπῆλθεν
\n ゼウスに育まれしメネラオスよ、お前の心もまた望まなかった、\n 苦しむ戦友たちを(アンティロコスが立ち去ったその場所で)助けることを。
§17.704Ἀντίλοχος, μεγάλη δὲ ποθὴ Πυλίοισιν ἐτύχθη·
\n そこからアンティロコスは立ち去り、ピュロス勢には大きな喪失が生じていた。
§17.705ἀλλʼ ὅ γε τοῖσιν μὲν Θρασυμήδεα δῖον ἀνῆκεν, §17.706αὐτὸς δʼ αὖτʼ ἐπὶ Πατρόκλῳ ἥρωϊ βεβήκει, §17.707στῆ δὲ παρʼ Αἰάντεσσι θέων, εἶθαρ δὲ προσηύδα·
\n だが、メネラオスは彼らのもとに気高いトラシュメデスを差し向け、\n 自身は再び、英雄パトロクロスのために急ぎ立ち戻り、\n 走り寄って両アイアスの傍らに立ち、すぐに語りかけた。
§17.708κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσιν §17.709ἐλθεῖν εἰς Ἀχιλῆα πόδας ταχύν·
\n 「あの男を、私は速い船へと送り出した、\n 足の速いアキレウスのもとへ行くように。
οὐδέ μιν οἴω §17.710νῦν ἰέναι μάλα περ κεχολωμένον Ἕκτορι δίῳ·
だが、彼が\n 今すぐ来るとは思わない、気高いヘクトルに対してたとえ激しく怒っていようとも。
§17.711οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο.
\n 武具を着けぬ裸のままで、トローイア勢と戦うことはできまい。
§17.712ἡμεῖς δʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην, §17.713ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ §17.714Τρώων ἐξ ἐνοπῆς θάνατον καὶ κῆρα φύγωμεν.
\n だが、我々自身で最善 of 策を考えよう、\n どのようにして死体を引きずり出し、また我々自身も\n トローイア勢の雄叫びから死と運命を逃れるかを。
§17.715τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας·
」\n 大いなるテラモンの息子アイアスが次に彼に答えた。
§17.716πάντα κατʼ αἶσαν ἔειπες ἀγακλεὲς ὦ Μενέλαε·
\n 「名高きメネラオスよ、お前はすべてを正しく語った。
§17.717ἀλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλʼ ὦκα §17.718νεκρὸν ἀείραντες φέρετʼ ἐκ πόνου·
\n だが、お前とメリオネスが、素早く死体の下に入り込み、\n 死体を持ち上げて戦いから運び去ってくれ。
αὐτὰρ ὄπισθε §17.719νῶϊ μαχησόμεθα Τρωσίν τε καὶ Ἕκτορι δίῳ §17.720ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι, οἳ τὸ πάρος περ
背後からは\n 我ら二人が、トローイア勢および気高いヘクトルと戦おう、\n 同じ名を持つ者として、同じ心意気を抱いて。
§17.721μίμνομεν ὀξὺν Ἄρηα παρʼ ἀλλήλοισι μένοντες.
我らはこれまでも\n 互いの傍らにとどまって、激しい戦いに耐え抜いてきたのだから。
§17.722ὣς ἔφαθʼ, οἳ δʼ ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντο §17.723ὕψι μάλα μεγάλως·
」\n 彼がそう言うと、彼らは死体を地面から腕に抱え上げた、\n 高く、力いっぱい。
ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθε §17.724Τρωϊκός, ὡς εἴδοντο νέκυν αἴροντας Ἀχαιούς.
すると、背後のトローイアの軍勢が\n 大声を上げた、アカイア勢が死体を持ち上げるのを見たときに。
§17.725ἴθυσαν δὲ κύνεσσιν ἐοικότες, οἵ τʼ ἐπὶ κάπρῳ §17.726βλημένῳ ἀΐξωσι πρὸ κούρων θηρητήρων·
\n 彼らは、手負いの猪に向かって突進する\n 犬どものように突き進んだ、若い猟師たちの前を走って。
§17.727ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες, §17.728ἀλλʼ ὅτε δή ῥʼ ἐν τοῖσιν ἑλίξεται ἀλκὶ πεποιθώς, §17.729ἄψ τʼ ἀνεχώρησαν διά τʼ ἔτρεσαν ἄλλυδις ἄλλος.
\n 犬どもは、最初は引き裂くことを熱望して走るが、\n 猪が自らの力に自信を持って、彼らの真ん中で不意に向きを変えると、\n 犬どもは後退し、あちこちへと散り散りに逃げ惑う。
§17.730ὣς Τρῶες εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο §17.731νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·
\n そのように、トローイア勢もしばらくの間は、集団となって絶えず追いかけ、\n 剣や両刃の槍で突き刺していた。
§17.732ἀλλʼ ὅτε δή ῥʼ Αἴαντε μεταστρεφθέντε κατʼ αὐτοὺς §17.733σταίησαν, τῶν δὲ τράπετο χρώς, οὐδέ τις ἔτλη §17.734πρόσσω ἀΐξας περὶ νεκροῦ δηριάασθαι.
\n しかし、両アイアスが振り返って彼らに立ち向かい、\n 立ちはだかると、彼らの顔色は変わり、誰もあえて\n 前方へ突進して、死体をめぐって争おうとはしなかった。
§17.735ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον ἐκ πολέμοιο §17.736νῆας ἔπι γλαφυράς·
\n そのように、彼らは熱心に死体を戦場から運び去った、\n うつろな船のほうへと。
ἐπὶ δὲ πτόλεμος τέτατό σφιν §17.737ἄγριος ἠΰτε πῦρ, τό τʼ ἐπεσσύμενον πόλιν ἀνδρῶν §17.738ὄρμενον ἐξαίφνης φλεγέθει, μινύθουσι δὲ οἶκοι §17.739ἐν σέλαϊ μεγάλῳ·
しかし、彼らの上には戦闘が引き伸ばされていた、\n 火のように猛々しく。 その火は、人々の町へと襲いかかり、\n 突然立ち上って燃え盛る。 家々は崩れ落ちる、\n 大いなる炎の中で。
τὸ δʼ ἐπιβρέμει ἲς ἀνέμοιο.
そして風の力がその上で轟き狂う。
§17.740ὣς μὲν τοῖς ἵππων τε καὶ ἀνδρῶν αἰχμητάων §17.741ἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν·
\n そのように、進んでいく彼らの上には、馬たちや槍執る戦士たちの\n 絶え間ない騒乱が迫り来ていた。
§17.742οἳ δʼ ὥς θʼ ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες §17.743ἕλκωσʼ ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπὸν §17.744ἢ δοκὸν ἠὲ δόρυ μέγα νήϊον·
\n 彼らは、力強い活力を振り絞った騾馬たちが、\n 山から険しい小道を通って引きずり出すように、\n 梁や、船に使う大木を。
ἐν δέ τε θυμὸς §17.745τείρεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ σπευδόντεσσιν·
急ぐ彼らの心は、\n 疲労と汗によって同時にさいなまれる。
§17.746ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον.
\n そのように彼らは熱心に死体を運んだ。
αὐτὰρ ὄπισθεν §17.747Αἴαντʼ ἰσχανέτην, ὥς τε πρὼν ἰσχάνει ὕδωρ
しかし背後では、\n 両アイアスが敵を阻んでいた。
§17.748ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς, §17.749ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθρα §17.750ἴσχει, ἄφαρ δέ τε πᾶσι ῥόον πεδίον δὲ τίθησι §17.751πλάζων·
木々の生い茂った尾根が水を遮るように、\n 平野を貫いて横たわっており、\n 力強い川々の恐ろしい流れをも阻み、\n たちまちそれらすべての流れを平野へとそらし、\n 迷わせる。
οὐδέ τί μιν σθένεϊ ῥηγνῦσι ῥέοντες·
流れが激しくとも、その勢いで尾根を突き破ることはできない。
§17.752ὣς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσσω §17.753Τρώων·
\n そのように、両アイアスは常にトローイア勢の攻撃を背後で防いでいた。
οἳ δʼ ἅμʼ ἕποντο, δύω δʼ ἐν τοῖσι μάλιστα §17.754Αἰνείας τʼ Ἀγχισιάδης καὶ φαίδιμος Ἕκτωρ.
\n トローイア勢は彼らに付き従っていたが、その中でも特に二人の者、\n アンキセスの息子アイネイアスと、輝かしいヘクトルが。
§17.755τῶν δʼ ὥς τε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν §17.756οὖλον κεκλήγοντες, ὅτε προΐδωσιν ἰόντα §17.757κίρκον, ὅ τε σμικρῇσι φόνον φέρει ὀρνίθεσσιν,
\n 彼らの前から、椋鳥やカラスの群れが、\n 破滅を告げる金切り声を上げて飛び去るように、彼らがやってくるのを見かけたときに、\n 小鳥たちに死をもたらす鷹を。
§17.758ὣς ἄρʼ ὑπʼ Αἰνείᾳ τε καὶ Ἕκτορι κοῦροι Ἀχαιῶν §17.759οὖλον κεκλήγοντες ἴσαν, λήθοντο δὲ χάρμης.
\n そのように、アイネイアスとヘクトルの前で、アカイアの若者たちは\n 金切り声を上げながら退却し、戦いの喜びを忘れてしまった。
§17.760πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τʼ ἀμφί τε τάφρον §17.761φευγόντων Δαναῶν·
\n 多くの美しい武具が、堀の周りやその中に落ちた、\n 逃げ惑うダナオス勢から。
πολέμου δʼ οὐ γίγνετʼ ἐρωή.
しかし、戦闘の休止はなかった。

語釈・文法注

  1. 17.695τὼ δέ οἱ ὄσσε — 三人称単数人称代名詞の与格 `οἱ` は、ここでは身体の一部(両目)を表す `ὄσσε` の所有を表す「関与の与格」として機能しており、「彼の両目」という意味になる。
  2. 17.702οὐδʼ ἄρα σοὶ Μενέλαε ... ἤθελε θυμὸς — 語順の倒置(hyperbaton)とアポストロフィ(話者への直接の呼びかけ)が含まれる。詩人がメネラオスに直接二人称 `σοὶ ... Μενέλαε` で語りかけつつ、主語は `ἤθελε θυμὸς`(心は〜を望まなかった)となっており、三人称単数の動詞 `ἤθελε` に結びつく。
  3. 17.709οὐδέ μιν οἴω — `οἴω`(私は思わない)の目的語として対格不定詞構文をとる。不定詞 `ἰέναι` の意味上の主語が対格の代名詞 `μιν`(彼=アキレウス)であり、`μάλα περ κεχολωμένον`(たとい激しく怒っていようとも)は `μιν` にかかる譲歩の対格分詞。
  4. 17.742ὥς θʼ ἡμίονοι ... ἕλκωσʼ — `ὡς` 節内で接続法 `ἕλκωσιν` が用いられているのは、ホメロスの比喩表現(similes)において一般的な、潜在または不特定多数の反復的な状況を描写するための用法。
  5. 17.748ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς — `πεδίοιο` はホメロス方言の属格形(平野の)。`διαπρύσιον` は副詞的に「端から端まで完全に」の意味で分詞 `τετυχηκώς` を修飾する。`τετυχηκώς` は `τυγχάνω` の完了分詞で、ここでは単純に存在(〜として位置している、ある)を表す。

この箇所を引用する

ホメロス, イリアス §17.694-17.761. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:17.694-17.761

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。