Humanitext Reader

ホメロス · イリアス §17.487-17.557

アキレウスの馬をめぐる攻防とアテネの降臨

159 / 226 箇所 · ギリシア語

要旨

ヘクトルとアイネイアスはアキレウスの馬を奪うべくアウトメドンらに襲いかかる。アウトメドンはゼウスに祈って力を得、アレトスを討ち取って武具を奪うが、アテネがダナオス人を鼓舞するために天から舞い降りる。

§17.487ἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι·
頼りない御者どもを伴って戦場に現れた。
§17.488τώ κεν ἐελποίμην αἱρησέμεν, εἰ σύ γε θυμῷ
もしお前が心からその気になり、望むのであれば、あの二頭を手に入れられると私は期待している。
§17.489σῷ ἐθέλεις, ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νῶϊ §17.490τλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι Ἄρηϊ.
というのも、我々二人が襲いかかれば、あの馬たちは、立ち向かって持ちこたえ、アレスの戦いに挑もうとはしないだろうから。
§17.491ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἐῢς πάϊς Ἀγχίσαο.
」彼がそう言うと、アンキセスの勇猛な息子も従わないではなかった。
§17.492τὼ δʼ ἰθὺς βήτην βοέῃς εἰλυμένω ὤμους
二人は牛の革で肩を包み、まっすぐ進んで行った。
§17.493αὔῃσι στερεῇσι· πολὺς δʼ ἐπελήλατο χαλκός.
その革は乾いて硬く、その上には多くの青銅が打ち叩かれていた。
§17.494τοῖσι δʼ ἅμα Χρομίος τε καὶ Ἄρητος θεοειδὴς §17.495ἤϊσαν ἀμφότεροι·
彼らとともに、クロミオスと神に似たアレトスの二人も行進した。
μάλα δέ σφισιν ἔλπετο θυμὸς §17.496αὐτώ τε κτενέειν ἐλάαν τʼ ἐριαύχενας ἵππους
彼らの心は、あの二人を殺し、首の太い馬たちを追い立てていくことを強く期待していた。
§17.497νήπιοι, οὐδʼ ἄρʼ ἔμελλον ἀναιμωτί γε νέεσθαι
愚か者たちめ!
§17.498αὖτις ἀπʼ Αὐτομέδοντος.
彼らは血を流すことなしにアウトメドンのもとから戻る運命にはなかったのだ。
ὃ δʼ εὐξάμενος Διὶ πατρὶ §17.499ἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφὶ μελαίνας·
一方、アウトメドンは父なるゼウスに祈り、その黒い心の周りに勇気と力が満ちあふれた。
§17.500αὐτίκα δʼ Ἀλκιμέδοντα προσηύδα πιστὸν ἑταῖρον·
彼はすぐに忠実な戦友アルキメドンに呼びかけた。
§17.501Ἀλκίμεδον μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους, §17.502ἀλλὰ μάλʼ ἐμπνείοντε μεταφρένῳ·
「アルキメドンよ、馬たちを私から遠くへ離しておくな、むしろ私の背中に息を吹きかけるほど近くに留めよ。
οὐ γὰρ ἔγωγε §17.503Ἕκτορα Πριαμίδην μένεος σχήσεσθαι ὀΐω, §17.504πρίν γʼ ἐπʼ Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω §17.505νῶϊ κατακτείναντα, φοβῆσαί τε στίχας ἀνδρῶν §17.506Ἀργείων, ἤ κʼ αὐτὸς ἐνὶ πρώτοισιν ἁλοίη.
というのも、プリアモスの息子ヘクトルがその勢いを止めるとは思わないからだ、我々二人を殺し、アキレウスの美しい鬣の馬たちに乗り、アルゴス人の戦士たちの隊列を敗走させるか、あるいは彼自身が最前線で倒されるまでは。
§17.507ὣς εἰπὼν Αἴαντε καλέσσατο καὶ Μενέλαον·
」そう言って、彼は二人のアイアスとメネラオスを呼んだ。
§17.508Αἴαντʼ Ἀργείων ἡγήτορε καὶ Μενέλαε §17.509ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθʼ οἵ περ ἄριστοι §17.510ἀμφʼ αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν,
「アルゴス人の指導者たる二人のアイアスよ、そしてメネラオスよ、死体の方は、最も優れた戦士たちに委ね、その周りに立ちふさがって敵の隊列を撃退させよ。
§17.511νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ·
しかし生きている我々二人から、無慈悲な死の日を退けてくれ。
§17.512τῇδε γὰρ ἔβρισαν πόλεμον κάτα δακρυόεντα §17.513Ἕκτωρ Αἰνείας θʼ, οἳ Τρώων εἰσὶν ἄριστοι.
なぜなら、ここでヘクトルとアイネイアスというトローイア人の最精鋭たちが、涙に満ちたこの戦いの中で激しく押し寄せてきているからだ。
§17.514ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·
だが、実にこれらのことは神々の膝の上にある。
§17.515ἥσω γὰρ καὶ ἐγώ, τὰ δέ κεν Διὶ πάντα μελήσει.
私もまた槍を投げよう。 そのあとのことはすべてゼウスがお気に留めることだろう。
§17.516ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, §17.517καὶ βάλεν Ἀρήτοιο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην·
」彼はそう言い、影を長く落とす槍を構えて投じ、アレトスの、あらゆる側で均等な盾に命中させた。
§17.518ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός, §17.519νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν.
盾は槍を防ぎきれず、青銅は突き抜けて進み、帯を抜けて下腹部へと突き刺さった。
§17.520ὡς δʼ ὅτʼ ἂν ὀξὺν ἔχων πέλεκυν αἰζήϊος ἀνὴρ §17.521κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιο §17.522ἶνα τάμῃ διὰ πᾶσαν, ὃ δὲ προθορὼν ἐρίπῃσιν, §17.523ὣς ἄρʼ ὅ γε προθορὼν πέσεν ὕπτιος·
力強い男が鋭い斧を手にし、野に暮らす牛の角の後ろを叩き斬って、筋をすっかり断ち切ると、牛が前に飛び跳ねて倒れるように、まさにそのように彼は前へ跳ねて仰向けに倒れた。
ἐν δέ οἱ ἔγχος §17.524νηδυίοισι μάλʼ ὀξὺ κραδαινόμενον λύε γυῖα.
そして腹の中で激しく震えていた鋭い槍が、彼の四肢の力を解いた。
§17.525Ἕκτωρ δʼ Αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ·
ヘクトルはアウトメドンを狙って輝く槍を投げた。
§17.526ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·
しかしアウトメドンはそれを正面で見据えて、青銅の槍をかわした。
§17.527πρόσσω γὰρ κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸν §17.528οὔδει ἐνισκίμφθη, ἐπὶ δʼ οὐρίαχος πελεμίχθη §17.529ἔγχεος·
彼は前かがみになり、長い槍は彼の後ろの地面に突き刺さり、その石突が震えていた。
ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης.
そこでついに、強力なアレスはその威力を弱めた。
§17.530καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν ὁρμηθήτην §17.531εἰ μή σφωʼ Αἴαντε διέκριναν μεμαῶτε,
そして今や、二人は剣を手にして間近で襲いかかり合おうとしただろう、怒り狂う二人を二人のアイアスが引き離さなかったならば。
§17.532οἵ ῥʼ ἦλθον καθʼ ὅμιλον ἑταίρου κικλήσκοντος·
彼らは戦友が呼ぶ声を聞いて、人混みをかき分けてやって来たのだった。
§17.533τοὺς ὑποταρβήσαντες ἐχώρησαν πάλιν αὖτις §17.534Ἕκτωρ Αἰνείας τʼ ἠδὲ Χρομίος θεοειδής,
彼らを恐れて退却した、ヘクトルとアイネイアス、そして神に似たクロミオスは。
§17.535Ἄρητον δὲ κατʼ αὖθι λίπον δεδαϊγμένον ἦτορ §17.536κείμενον·
彼らは、心臓を貫かれてそこに横たわっているアレトスをそのまま残していった。
Αὐτομέδων δὲ θοῷ ἀτάλαντος Ἄρηϊ §17.537τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·
そして素早いアレスに比肩するアウトメドンは、武具を剥ぎ取り、誇らしげに言葉を発した。
§17.538ἦ δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντος §17.539κῆρ ἄχεος μεθέηκα χερείονά περ καταπέφνων.
「実になお、死せるメノイティオスの息子のための哀しみを、遙かに劣る男を仕留めたにすぎないとはいえ、私の心から少しばかり和らげることができた。
§17.540ὣς εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόεντα §17.541θῆκʼ, ἂν δʼ αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεν
」そう言って、彼は血まみれの戦利品を手に取って戦車に載せ、自身もまた乗り込んだ。
§17.542αἱματόεις ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς.
その手足は牡牛を食らい尽くしたライオンのように、血に染まっていた。
§17.543ἂψ δʼ ἐπὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη §17.544ἀργαλέη πολύδακρυς, ἔγειρε δὲ νεῖκος Ἀθήνη
そして再び、パトロクロスをめぐって激しい闘いが苦しく、涙に満ちて繰り広げられた。
§17.545οὐρανόθεν καταβᾶσα·
そしてアテネが争いを呼び起こした、天から降ってきて。
προῆκε γὰρ εὐρύοπα Ζεὺς §17.546ὀρνύμεναι Δαναούς·
なぜなら、広く声の響くゼウスが彼女を遣わしたからだ、ダナオス人たちを奮い立たせるために。
δὴ γὰρ νόος ἐτράπετʼ αὐτοῦ.
実に、彼の心は変わったのであった。
§17.547ἠΰτε πορφυρέην ἶριν θνητοῖσι τανύσσῃ §17.548Ζεὺς ἐξ οὐρανόθεν τέρας ἔμμεναι ἢ πολέμοιο §17.549ἢ καὶ χειμῶνος δυσθαλπέος, ὅς ῥά τε ἔργων §17.550ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί, μῆλα δὲ κήδει, §17.551ὣς ἣ πορφυρέῃ νεφέλῃ πυκάσασα ἓ αὐτὴν §17.552δύσετʼ Ἀχαιῶν ἔθνος, ἔγειρε δὲ φῶτα ἕκαστον.
人間たちのために、ゼウスが天から紫の虹をかけるように、それが戦争の、あるいは、大地の上の人々を仕事を休ませ、家畜を苦しめる凍えるような嵐の予兆となるように、そのように彼女は、自らを紫の雲で覆って、アカイア人の軍勢の中へと入り込み、一人一人の戦士を鼓舞した。
§17.553πρῶτον δʼ Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδα §17.554ἴφθιμον Μενέλαον·
彼女はまず、アトレウスの息子たる勇敢なメネラオスに語りかけ、奮起させた。
ὃ γάρ ῥά οἱ ἐγγύθεν ἦεν·
というのも、彼がすぐ近くにいたからである。
§17.555εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν·
彼女は、姿と疲れを知らぬ声をフォイニクスに似せていた。
§17.556σοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδος §17.557ἔσσεται εἴ κʼ Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον
「メネラオスよ、あなたにとって、大きな恥辱と不名誉となるだろう、もし高貴なアキレウスの忠実な戦友を」

語釈・文法注

  1. 17.489οὐκ ἂν ἐφορμηθέντε γε νῶϊ τλαῖεν — 条件節に現実的な直説法(εἰ ... ἐθέλεις)を用いながら、帰結節に潜在を示す ἄν + 希求法(ἂν ... τλαῖεν)を用いている。分詞 ἐφορμηθέντε は dual(両数)主格で、対格 νῶϊ(私たち二人)ではなく、対峙する相手(馬またはその乗り手たち)に言及するか、あるいは与格絶対的または対格主体の意味を表す。
  2. 17.499πλῆτο φρένας ἀμφὶ μελαίνας — πλήτο は受動アオリスト形。φρένας は「関係の対格」(または「限定の対格」)であり、「その黒い心の周りにおいて(勇気と力で)満たされた」の意。φρένες(心、胸)はホメロスにおいてしばしば「黒い(μέλαιναι)」と形容される。
  3. 17.529ἀφίει μένος ὄβριμος Ἄρης — ἀφίει は ἀφίημι の未完了過去3人称単数形(ホメロス形)。直訳すると「強力なアレスがその勢いを放ち去った」、すなわち「投げられた槍が地面に突き刺さって激しく震えた末に、ようやくその物理的な威力が完全に消え去った」ことを擬人化して表現している。
  4. 17.541ἂν δʼ αὐτὸς ἔβαινε — 前置詞 ἄν(=ἀνά)と動詞 ἔβαινε の間に δʼ αὐτός が挿入された分離(tmesis)の構文であり、ἀνέβαινε(彼は登った、乗り込んだ)を意味する。
  5. 17.547ἠΰτε πορφυρέην ἶριν θνητοῖσι τανύσσῃ — 比喩節において ἄν なしの接続法 τανύσσῃ が用いられており、一般的事実または普遍的な自然現象の提示を示している。ホメロスにおける一般的な直喩(simile)の標準的な文法形式である。

この箇所を引用する

ホメロス, イリアス §17.487-17.557. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:17.487-17.557

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。