§17.417πᾶσι χάνοι·
“愿它把我们全部吞没!
τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴη §17.418εἰ τοῦτον Τρώεσσι μεθήσομεν ἱπποδάμοισιν §17.419ἄστυ πότι σφέτερον ἐρύσαι καὶ κῦδος ἀρέσθαι.
这于我们而言,立时就会是好得多的选择,如果我们把这具尸体拱手让给驯马的特洛伊人,任其拖回他们的城市并借此赢得荣耀。
§17.420ὣς δέ τις αὖ Τρώων μεγαθύμων αὐδήσασκεν· §17.421ὦ φίλοι, εἰ καὶ μοῖρα παρʼ ἀνέρι τῷδε δαμῆναι §17.422πάντας ὁμῶς, μή πώ τις ἐρωείτω πολέμοιο.
” 另一方面,豪迈的特洛伊人中亦有人这样说道: “朋友们啊,哪怕注定我们所有人都要在这人身旁一同倒下,也绝不要有人从战斗中退缩。
§17.423ὣς ἄρα τις εἴπεσκε, μένος δʼ ὄρσασκεν ἑκάστου.
” 确实,有人如此呐喊,激发起每个人的斗志。
§17.424ὣς οἳ μὲν μάρναντο, σιδήρειος δʼ ὀρυμαγδὸς §17.425χάλκεον οὐρανὸν ἷκε διʼ αἰθέρος ἀτρυγέτοιο·
就这样,他们搏杀着,那铁一般的喧嚣穿过荒芜的以太,直达青铜的天空。
§17.426ἵπποι δʼ Αἰακίδαο μάχης ἀπάνευθεν ἐόντες §17.427κλαῖον, ἐπεὶ δὴ πρῶτα πυθέσθην ἡνιόχοιο §17.428ἐν κονίῃσι πεσόντος ὑφʼ Ἕκτορος ἀνδροφόνοιο.
此时,埃阿科斯之孙的战马正置身于战场之外哭泣,因为它们首先得知了自己的御者已在尘土中倒在杀人如麻的赫克托尔手下。
§17.429ἦ μὰν Αὐτομέδων Διώρεος ἄλκιμος υἱὸς §17.430πολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων, §17.431πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δʼ ἀρειῇ·
确实,狄奥雷斯的勇猛之子奥托梅东,一边用迅疾的鞭子抽打催促它们,一边屡屡用温和的话语,又屡屡用恐吓的言词向它们呼喊。
§17.432τὼ δʼ οὔτʼ ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντον §17.433ἠθελέτην ἰέναι οὔτʼ ἐς πόλεμον μετʼ Ἀχαιούς, §17.434ἀλλʼ ὥς τε στήλη μένει ἔμπεδον, ἥ τʼ ἐπὶ τύμβῳ §17.435ἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γυναικός, §17.436ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντες §17.437οὔδει ἐνισκίμψαντε καρήατα·
但它们既不想退回宽阔的赫勒斯滂战船旁,也不想进入阿开亚人身后的战场,而是犹如一座墓碑岿然不动地兀立在死去的男子或女子的坟冢上,它们也这样稳稳地伫立着,拖着那精美绝伦的战车,将头深深地垂向地面。
δάκρυα δέ σφι §17.438θερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισιν §17.439ἡνιόχοιο πόθῳ· θαλερὴ δʼ ἐμιαίνετο χαίτη §17.440ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν ἀμφοτέρωθεν.
它们因思念御者而悲泣,热泪自眼睑扑簌簌地滚落到地上;丰茂的鬃毛从轭垫上滑落,在轭的两侧被玷污。
§17.441μυρομένω δʼ ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων, §17.442κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν· §17.443ἆ δειλώ, τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτι §17.444θνητῷ, ὑμεῖς δʼ ἐστὸν ἀγήρω τʼ ἀθανάτω τε;
见它们如此悲泣,克罗诺斯之子心生怜悯,他摇着头,对自己心中默语: “啊,可怜的造物,为什么我们要将你们赐予凡人国王珀琉斯,而你们却是不老不死的生命?
§17.445ἦ ἵνα δυστήνοισι μετʼ ἀνδράσιν ἄλγεʼ ἔχητον;
难道是为了让你们在不幸的人类中一同承受痛苦吗?
§17.446οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρὸς §17.447πάντων, ὅσσά τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.
因为在地上一切呼吸和蠕动的生灵中,实在再没有比人更为凄惨的了。
但是,普里阿摩斯之子赫克托尔绝不可能乘上你们和那辆精雕细琢的战车;因为我决不首肯。
§17.450ἦ οὐχ ἅλις ὡς καὶ τεύχεʼ ἔχει καὶ ἐπεύχεται αὔτως;
他占有了铠甲并以此狂妄自夸,难道还不够吗?
§17.451σφῶϊν δʼ ἐν γούνεσσι βαλῶ μένος ἠδʼ ἐνὶ θυμῷ, §17.452ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιο §17.453νῆας ἔπι γλαφυράς· ἔτι γάρ σφισι κῦδος ὀρέξω §17.454κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκωνται §17.455δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ·
我要把力量注入你们的双膝与心中,好让你们能将奥托梅东安全地带出战场,送回空心的战船;因为我还要把杀敌的荣耀赐予特洛伊人,直到他们攻到排桨整齐的战船旁,直到日落而神圣的暮色降临。
§17.456ὣς εἰπὼν ἵπποισιν ἐνέπνευσεν μένος ἠΰ.
” 说罢,他给战马注入了饱满的斗志。
§17.457τὼ δʼ ἀπὸ χαιτάων κονίην οὖδας δὲ βαλόντε §17.458ῥίμφα φέρον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς.
它们将尘土从鬃毛上抖落到地面,拉着疾驰的战车,飞速冲入特洛伊人与阿开亚人之间。
§17.459τοῖσι δʼ ἐπʼ Αὐτομέδων μάχετʼ ἀχνύμενός περ ἑταίρου §17.460ἵπποις ἀΐσσων ὥς τʼ αἰγυπιὸς μετὰ χῆνας· §17.461ῥέα μὲν γὰρ φεύγεσκεν ὑπʼ ἐκ Τρώων ὀρυμαγδοῦ, §17.462ῥεῖα δʼ ἐπαΐξασκε πολὺν καθʼ ὅμιλον ὀπάζων.
奥托梅东在其上战斗,虽为同伴深感哀痛,却驾驭战马猛冲,犹如秃鹰扑向群鹅;因为他既能轻易从特洛伊人的喧嚣中脱身,也能轻易向前发起突击,在浩荡的人群中追击敌人。
§17.463ἀλλʼ οὐχ ᾕρει φῶτας ὅτε σεύαιτο διώκειν· §17.464οὐ γάρ πως ἦν οἶον ἐόνθʼ ἱερῷ ἐνὶ δίφρῳ §17.465ἔγχει ἐφορμᾶσθαι καὶ ἐπίσχειν ὠκέας ἵππους.
然而,当他催马追击时,却无法格杀敌手;因为对独自驾驭神圣战车的人而言,绝不可能一边用长枪发起冲锋,一边又勒住那飞驰的骏马。
§17.466ὀψὲ δὲ δή μιν ἑταῖρος ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν §17.467Ἀλκιμέδων υἱὸς Λαέρκεος Αἱμονίδαο· §17.468στῆ δʼ ὄπιθεν δίφροιο καὶ Αὐτομέδοντα προσηύδα· §17.469Αὐτόμεδον, τίς τοί νυ θεῶν νηκερδέα βουλὴν §17.470ἐν στήθεσσιν ἔθηκε, καὶ ἐξέλετο φρένας ἐσθλάς;
终于,他的战友、海蒙之子拉埃尔克斯之子阿尔基梅东,用双眼看见了他;他站在战车后方,对奥托梅东说道: “奥托梅东啊,究竟是哪位神明将这无益的意图放进了你的胸膛,又夺走了你健全的理智?
ἀτάρ τοι ἑταῖρος ἀπέκτατο, τεύχεα δʼ Ἕκτωρ §17.473αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο.
而你的战友已经阵亡,赫克托尔自己正披着埃阿科斯之孙的铠甲,在肩头炫耀。
§17.474τὸν δʼ αὖτʼ Αὐτομέδων προσέφη Διώρεος υἱός· §17.475Ἀλκίμεδον τίς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖος §17.476ἵππων ἀθανάτων ἐχέμεν δμῆσίν τε μένος τε,
” 狄奥雷斯之子奥托梅东回答道: “阿尔基梅东啊,阿开亚人中还有谁能像你一样,擅长驾驭和控制这些不死战马的烈性?
νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.
但如今,死亡与命运已降临到他身上。
那么,就由你接下这长鞭和闪亮的手缰,而我将走下战马,前去搏杀。