§17.347στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ, §17.348καὶ βάλεν Ἱππασίδην Ἀπισάονα ποιμένα λαῶν §17.349ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν,
他走上前去贴近站立,掷出闪亮的枪,击中了人民的牧者、希帕索斯之子阿皮萨翁,刺中了他横隔膜下方的肝脏,顿然使他双膝发软。
§17.350ὅς ῥʼ ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει, §17.351καὶ δὲ μετʼ Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι.
他来自土地肥沃的派奥尼亚,在战斗中,他是仅次于阿斯忒罗派奥斯的最勇猛者。
眼见他倒地,勇猛的阿斯忒罗派奥斯心生怜悯,他也奋勇向前,誓要与达奈人一决雌雄。
§17.354ἀλλʼ οὔ πως ἔτι εἶχε· σάκεσσι γὰρ ἔρχατο πάντῃ §17.355ἑσταότες περὶ Πατρόκλῳ, πρὸ δὲ δούρατʼ ἔχοντο.
然而他再也无法做到这一点;因为他们用盾牌在四周筑起了屏障,围在帕特罗克洛斯身旁,并将长枪指向前方。
§17.356Αἴας γὰρ μάλα πάντας ἐπῴχετο πολλὰ κελεύων· §17.357οὔτέ τινʼ ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγει §17.358οὔτέ τινα προμάχεσθαι Ἀχαιῶν ἔξοχον ἄλλων, §17.359ἀλλὰ μάλʼ ἀμφʼ αὐτῷ βεβάμεν, σχεδόθεν δὲ μάχεσθαι.
因为大埃阿斯在人群中穿梭,向众人下达严厉的命令:他不许任何人在尸体面前向后退缩,也不许任何阿开亚人突出众人、独自抢先迎敌,只要他们紧紧围在尸体周围,进行近身搏杀。
§17.360ὣς Αἴας ἐπέτελλε πελώριος, αἵματι δὲ χθὼν §17.361δεύετο πορφυρέῳ, τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον §17.362νεκροὶ ὁμοῦ Τρώων καὶ ὑπερμενέων ἐπικούρων §17.363καὶ Δαναῶν· οὐδʼ οἳ γὰρ ἀναιμωτί γε μάχοντο, §17.364παυρότεροι δὲ πολὺ φθίνυθον· μέμνηντο γὰρ αἰεὶ §17.365ἀλλήλοις ἀνʼ ὅμιλον ἀλεξέμεναι φόνον αἰπύν.
巨无霸埃阿斯如此号令,大地便被绯红的鲜血浸湿,尸体层层叠叠地倒下,既有特洛伊人及其骁勇的盟军,也有达奈人;因为达奈人也不是在无血地战斗,只是他们倒下的人数要少得多,因为他们时刻牢记在混战中彼此保护,免受那无情的毁灭。
§17.366ὣς οἳ μὲν μάρναντο δέμας πυρός, οὐδέ κε φαίης
就这样,他们如同熊熊烈火般厮杀。
§17.367οὔτέ ποτʼ ἠέλιον σῶν ἔμμεναι οὔτε σελήνην· §17.368ἠέρι γὰρ κατέχοντο μάχης ἐπί θʼ ὅσσον ἄριστοι §17.369ἕστασαν ἀμφὶ Μενοιτιάδῃ κατατεθνηῶτι.
你绝不会相信太阳或月亮此时还能完好无损;因为在那战斗中,凡是守卫在死去的墨诺提俄斯之子身边的最杰出的勇士们,都被战场上的浓雾重重笼罩。
§17.370οἳ δʼ ἄλλοι Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ §17.371εὔκηλοι πολέμιζον ὑπʼ αἰθέρι, πέπτατο δʼ αὐγὴ §17.372ἠελίου ὀξεῖα, νέφος δʼ οὐ φαίνετο πάσης §17.373γαίης οὐδʼ ὀρέων· μεταπαυόμενοι δὲ μάχοντο §17.374ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα §17.375πολλὸν ἀφεσταότες.
至于其余的特洛伊人和装备着精美护胫的阿开亚人,则在晴空之下安然交战,太阳那耀眼的光芒普照大地,无论是平原还是山峦,都不见一丝乌云;他们时战时息,彼此躲避着对方那带来痛苦的箭矢,远远地隔开。
τοὶ δʼ ἐν μέσῳ ἄλγεʼ ἔπασχον §17.376ἠέρι καὶ πολέμῳ, τείροντο δὲ νηλέϊ χαλκῷ §17.377ὅσσοι ἄριστοι ἔσαν·
然而,处于中央的人们却在浓雾与战斗中饱受折磨,所有最杰出的勇士都被无情的青銅武器折磨得精疲力竭。
δύο δʼ οὔ πω φῶτε πεπύσθην §17.378ἀνέρε κυδαλίμω Θρασυμήδης Ἀντίλοχός τε §17.379Πατρόκλοιο θανόντος ἀμύμονος, ἀλλʼ ἔτʼ ἔφαντο §17.380ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι.
可是,有两位名声显赫的勇士——特拉叙墨德斯和安提洛科斯,却还不知道那完美的帕特罗克洛斯已经阵亡,他们还以为他仍旧活着,在最前线的混乱中与特洛伊人搏杀。
§17.381τὼ δʼ ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων §17.382νόσφιν ἐμαρνάσθην, ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ §17.383ὀτρύνων πόλεμον δὲ μελαινάων ἀπὸ νηῶν.
他们两人一边警惕着同伴的死亡和败退,一边在偏远的角落战斗,因为涅斯托尔曾向他们如此叮嘱,在他们离开黑色的战船奔赴战场时,曾这样激励并命令他们。
§17.384τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρει §17.385ἀργαλέης· καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεὶ §17.386γούνατά τε κνῆμαί τε πόδες θʼ ὑπένερθεν ἑκάστου §17.387χεῖρές τʼ ὀφθαλμοί τε παλάσσετο μαρναμένοιιν §17.388ἀμφʼ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο.
而对于其余的人,整整一天,痛苦而惨烈的争斗之大火都在熊熊燃烧;终日不绝的疲惫与汗水,使得每一个正在战斗的人的膝盖、小腿以及足底,乃至双手和双眼都被溅满了血污,就在他们围绕着足捷的埃阿科斯之孙的那位优秀侍从搏杀时。
§17.389ὡς δʼ ὅτʼ ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην §17.390λαοῖσιν δώῃ τανύειν μεθύουσαν ἀλοιφῇ· §17.391δεξάμενοι δʼ ἄρα τοί γε διαστάντες τανύουσι §17.392κυκλόσʼ, ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τʼ ἀλοιφὴ §17.393πολλῶν ἑλκόντων, τάνυται δέ τε πᾶσα διὰ πρό· §17.394ὣς οἵ γʼ ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ §17.395εἵλκεον ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς §17.396Τρωσὶν μὲν ἐρύειν προτὶ Ἴλιον, αὐτὰρ Ἀχαιοῖς §17.397νῆας ἔπι γλαφυράς· περὶ δʼ αὐτοῦ μῶλος ὀρώρει §17.398ἄγριος· οὐδέ κʼ Ἄρης λαοσσόος οὐδέ κʼ Ἀθήνη §17.399τόν γε ἰδοῦσʼ ὀνόσαιτʼ, οὐδʼ εἰ μάλα μιν χόλος ἵκοι·
犹如当一个人将一头巨牛的皮革交给人们去拉伸,那皮革已被油脂浸透;人们接过去,围成一圈用力拉扯,水分随即流出,油脂浸入其中,在众人的拉扯下,整张皮革被彻底拉开、绷紧;同样地,两军也在狭窄的空间里,将那具尸体拉来扯去;两军心中都满怀希望——特洛伊人渴望将他拉回伊利翁,而阿开亚人则想将他拖回空心的战船;在尸体周围燃起了狂暴的战火;无论是鼓舞士气的阿瑞斯,还是雅典娜,眼见此景都无法予以贬低,即便极大的愤怒笼罩着他们。
宙斯在这一天围绕着帕特罗克洛斯,让战马和战士们承受这般痛苦的劳役。
οὐδʼ ἄρα πώ τι §17.402ᾔδεε Πάτροκλον τεθνηότα δῖος Ἀχιλλεύς· §17.403πολλὸν γὰρ ῥʼ ἀπάνευθε νεῶν μάρναντο θοάων §17.404τείχει ὕπο Τρώων·
然而,神一般的阿基琉斯此时对帕特罗克洛斯的死讯还一无所知;因为他们战斗的地方远离快速的战船,就在特洛伊人的城墙之下。
τό μιν οὔ ποτε ἔλπετο θυμῷ §17.405τεθνάμεν, ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύλῃσιν §17.406ἂψ ἀπονοστήσειν, ἐπεὶ οὐδὲ τὸ ἔλπετο πάμπαν §17.407ἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν, οὐδὲ σὺν αὐτῷ· §17.408πολλάκι γὰρ τό γε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων, §17.409ἥ οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα.
因此,他在心中绝未料到他会死去,而坚信他还在世,并且在逼近城门后会安然返回;因为他绝不相信帕特罗克洛斯能独自攻克那座城池,即便与他并肩作战也做不到;因为他常从母亲那里听到这些,私下听她传达伟大宙斯的意旨。
§17.410δὴ τότε γʼ οὔ οἱ ἔειπε κακὸν τόσον ὅσσον ἐτύχθη §17.411μήτηρ, ὅττί ῥά οἱ πολὺ φίλτατος ὤλεθʼ ἑταῖρος.
然而,那一次他的母亲却没有告诉他这已然发生的巨大厄运—— 他最亲爱的战友已经毁灭。