Humanitext Reader

ホメロス · イリアス §17.417-17.486

アキレウスの馬たちの悲哀とアウトメドンの参戦

158 / 226 箇所 · ギリシア語

要旨

アカイア人とトローイア人の双方がそれぞれの決意を固めてパトロクロスの遺体を巡り戦う中、アキレウスの不死の馬たちはその死を悲しみ動こうとしない。ゼウスが彼らに活力を与えると、アウトメドンはアルキメドンと協力して再び戦車を駆り出し、これを見たヘクトルがアイネイアスに呼びかける。

§17.417πᾶσι χάνοι·
「我々全員を飲み込んでしまえばよい。
τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴη §17.418εἰ τοῦτον Τρώεσσι μεθήσομεν ἱπποδάμοισιν §17.419ἄστυ πότι σφέτερον ἐρύσαι καὶ κῦδος ἀρέσθαι.
それこそが我々にとって直ちに遙かに有利であろう、もし我々が、この死体を馬を駆るトローイア人どもに委ね、彼らが自分たちの都へと引きずって行き、栄光を手にするのを許してしまうならば。
§17.420ὣς δέ τις αὖ Τρώων μεγαθύμων αὐδήσασκεν·
」一方、気高きトローイア人たちの誰かもまた、このように言っていた。
§17.421ὦ φίλοι, εἰ καὶ μοῖρα παρʼ ἀνέρι τῷδε δαμῆναι §17.422πάντας ὁμῶς, μή πώ τις ἐρωείτω πολέμοιο.
「友よ、たとえこの男の傍らで全員が等しく倒れる運命であったとしても、誰もまだ戦いから退いてはならぬ。
§17.423ὣς ἄρα τις εἴπεσκε, μένος δʼ ὄρσασκεν ἑκάστου.
」まさにこのように誰かが言い、それぞれの勇気を奮い立たせた。
§17.424ὣς οἳ μὲν μάρναντο, σιδήρειος δʼ ὀρυμαγδὸς §17.425χάλκεον οὐρανὸν ἷκε διʼ αἰθέρος ἀτρυγέτοιο·
このように彼らは戦い、鉄のような騒乱が、実りのないアイテールを貫いて青銅の天に達した。
§17.426ἵπποι δʼ Αἰακίδαο μάχης ἀπάνευθεν ἐόντες §17.427κλαῖον, ἐπεὶ δὴ πρῶτα πυθέσθην ἡνιόχοιο §17.428ἐν κονίῃσι πεσόντος ὑφʼ Ἕκτορος ἀνδροφόνοιο.
一方、アイアコスの孫の馬たちは、戦いから離れた場所にいて、御者が人殺しのヘクトルによって塵の中に倒されたことを最初に知ってから、ずっと泣いていた。
§17.429ἦ μὰν Αὐτομέδων Διώρεος ἄλκιμος υἱὸς §17.430πολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων, §17.431πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δʼ ἀρειῇ·
まさに、ディオレスの勇敢な息子アウトメドンは、素早い鞭で叩きながら何度も馬たちを駆り立て、また何度も優しい言葉で、何度も脅し言葉で語りかけた。
§17.432τὼ δʼ οὔτʼ ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντον §17.433ἠθελέτην ἰέναι οὔτʼ ἐς πόλεμον μετʼ Ἀχαιούς,
しかし二頭の馬は、広いヘレスポントスの船の方へと戻ろうともせず、アカイア人たちとともに戦いへと入ろうともしなかった。
§17.434ἀλλʼ ὥς τε στήλη μένει ἔμπεδον, ἥ τʼ ἐπὶ τύμβῳ §17.435ἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γυναικός, §17.436ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντες §17.437οὔδει ἐνισκίμψαντε καρήατα·
むしろ、亡くなった男や女の墓の上に立つ墓碑が不動のまま留まるように、彼らは美しき戦車を留めたまま、揺るぎなく留まっていた、頭を地面に押し当てて。
δάκρυα δέ σφι §17.438θερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισιν §17.439ἡνιόχοιο πόθῳ·
御者への慕情から嘆き悲しむ彼らのまぶたからは、熱い涙が地面へと流れ落ちていた。
θαλερὴ δʼ ἐμιαίνετο χαίτη §17.440ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν ἀμφοτέρωθεν.
そして、豊かなたてがみは軛から両側に滑り落ち、軛の傍らで汚れていた。
§17.441μυρομένω δʼ ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων, §17.442κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·
嘆き悲しむ二頭の馬を見て、クロノスの子は哀れに思い、頭を振って、己の心に語りかけた。
§17.443ἆ δειλώ, τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτι §17.444θνητῷ, ὑμεῖς δʼ ἐστὸν ἀγήρω τʼ ἀθανάτω τε;
「ああ、哀れな者たちよ、なぜ我々は、死すべき定めの主ペレウスに老いることも死ぬこともない汝らを与えたのか。
§17.445ἦ ἵνα δυστήνοισι μετʼ ἀνδράσιν ἄλγεʼ ἔχητον;
不幸な人間たちとともに苦しみを受けるためであったのか。
§17.446οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρὸς §17.447πάντων, ὅσσά τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.
実に、大地の上で息をし、這い回るすべてのものの中で、人間以上に惨めなものは何一つないからだ。
§17.448ἀλλʼ οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν §17.449Ἕκτωρ Πριαμίδης ἐποχήσεται·
だが、プリアモスの息子ヘクトルが汝らと見事な戦車に乗ることは決してない。
οὐ γὰρ ἐάσω.
私がそれを許さぬからだ。
§17.450ἦ οὐχ ἅλις ὡς καὶ τεύχεʼ ἔχει καὶ ἐπεύχεται αὔτως;
彼が武具を手に入れ、そうして誇っているだけで十分ではないか。
§17.451σφῶϊν δʼ ἐν γούνεσσι βαλῶ μένος ἠδʼ ἐνὶ θυμῷ,
私は汝らの膝と心に力を吹き込もう。
§17.452ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιο §17.453νῆας ἔπι γλαφυράς·
汝らがアウトメドンを戦いから救い出し、うつろな船へと送り届けることができるように。
ἔτι γάρ σφισι κῦδος ὀρέξω §17.454κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκωνται §17.455δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ·
なぜなら、彼らが座席の並びの立派な船にたどり着き、太陽が沈んで聖なる闇が訪れるまで、私はなおトローイア人たちに殺戮の栄光を与え続けるからだ。
§17.456ὣς εἰπὼν ἵπποισιν ἐνέπνευσεν μένος ἠΰ.
」そう言って、彼は馬たちに力強い勇気を吹き込んだ。
§17.457τὼ δʼ ἀπὸ χαιτάων κονίην οὖδας δὲ βαλόντε §17.458ῥίμφα φέρον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς.
彼らはたてがみから塵を地面へと振り落とし、素早い戦車を駆って、トローイア人とアカイア人の間へと速やかに進んだ。
§17.459τοῖσι δʼ ἐπʼ Αὐτομέδων μάχετʼ ἀχνύμενός περ ἑταίρου §17.460ἵπποις ἀΐσσων ὥς τʼ αἰγυπιὸς μετὰ χῆνας·
彼らの上で、アウトメドンは戦友のことで深く嘆きつつも、ガチョウの群れに襲いかかるハゲワシのように、馬たちを駆って突撃した。
§17.461ῥέα μὲν γὰρ φεύγεσκεν ὑπʼ ἐκ Τρώων ὀρυμαγδοῦ, §17.462ῥεῖα δʼ ἐπαΐξασκε πολὺν καθʼ ὅμιλον ὀπάζων.
彼はトローイア人たちの騒乱から容易に逃れることもできれば、容易に突進して、大群を追い回すこともできた。
§17.463ἀλλʼ οὐχ ᾕρει φῶτας ὅτε σεύαιτο διώκειν·
だが、追撃に身を乗り出しても、敵を討ち取ることはできなかった。
§17.464οὐ γάρ πως ἦν οἶον ἐόνθʼ ἱερῷ ἐνὶ δίφρῳ §17.465ἔγχει ἐφορμᾶσθαι καὶ ἐπίσχειν ὠκέας ἵππους.
神聖な戦車の上に一人でいて、槍で襲いかかりつつ、同時に駿馬たちを制御することは到底不可能だったからである。
§17.466ὀψὲ δὲ δή μιν ἑταῖρος ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν §17.467Ἀλκιμέδων υἱὸς Λαέρκεος Αἱμονίδαο·
やがて、ヘモンの子ラエルケスの息子である戦友アルキメドンが、彼をその目で捉えた。
§17.468στῆ δʼ ὄπιθεν δίφροιο καὶ Αὐτομέδοντα προσηύδα·
彼は戦車の後ろに立ち、アウトメドンに呼びかけた。
§17.469Αὐτόμεδον, τίς τοί νυ θεῶν νηκερδέα βουλὴν §17.470ἐν στήθεσσιν ἔθηκε, καὶ ἐξέλετο φρένας ἐσθλάς;
「アウトメドンよ、一体どの神がお前の胸に無益な企てを入れ、優れた思慮を奪い去ったのか。
§17.471οἷον πρὸς Τρῶας μάχεαι πρώτῳ ἐν ὁμίλῳ §17.472μοῦνος·
お前は最前線の混戦の中で、一人でトローイア人と戦っている。
ἀτάρ τοι ἑταῖρος ἀπέκτατο, τεύχεα δʼ Ἕκτωρ §17.473αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο.
お前の戦友は殺され、ヘクトル自身がアイアコスの孫の武具を肩にまとい、誇り誇っているというのに。
§17.474τὸν δʼ αὖτʼ Αὐτομέδων προσέφη Διώρεος υἱός·
」これに対し、ディオレスの息子アウトメドンが答えた。
§17.475Ἀλκίμεδον τίς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖος §17.476ἵππων ἀθανάτων ἐχέμεν δμῆσίν τε μένος τε, §17.477εἰ μὴ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος §17.478ζωὸς ἐών;
「アルキメドンよ、アカイア人の他の誰が、不死の馬たちを制御し、その気性を御するにおいて比肩しえようか、神々と等しい助言者であったパトロクロスが、生きていた時でなければ。
νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.
だが今や、死と運命が彼を捕らえてしまった。
§17.479ἀλλὰ σὺ μὲν μάστιγα καὶ ἡνία σιγαλόεντα
さあ、お前が鞭と光り輝く手綱を受け取れ。
§17.480δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι, ὄφρα μάχωμαι.
私は馬から降りて戦うとしよう。
§17.481ὣς ἔφατʼ, Ἀλκιμέδων δὲ βοηθόον ἅρμʼ ἐπορούσας §17.482καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,
」彼がそう言うと、アルキメドンは戦いを助ける戦車へと飛び乗り、素早く鞭と手綱を手で掴んだ。
§17.483Αὐτομέδων δʼ ἀπόρουσε·
そしてアウトメドンは飛び降りた。
νόησε δὲ φαίδιμος Ἕκτωρ, §17.484αὐτίκα δʼ Αἰνείαν προσεφώνεεν ἐγγὺς ἐόντα·
輝かしいヘクトルはこれに気づき、すぐに近くにいたアイネイアスに呼びかけた。
§17.485Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων §17.486ἵππω τώδʼ ἐνόησα ποδώκεος Αἰακίδαο
「青銅の鎧をまとったトローイア人たちの指導者たるアイネイアスよ、私はアイアコスの俊足の孫のあの二頭の馬を目にした」

語釈・文法注

  1. 17.417πᾶσι χάνοι — 三人称単数・アオリスト・希求法。主語は前行 (§17.416) の「黒い大地」(γαῖα μέλαινα)であり、文脈から省略されている。「大地が我々全員を(割れて)飲み込んでしまえばよい」という願望を表す。
  2. 17.421εἰ καὶ μοῖρα — 不定詞 δαμῆναι(受動アオリスト不定詞、「倒れること、征服されること」)の主語として μοῖρα が機能しており、存在動詞 ἐστί(または希求法 εἴη)が省略されている。「たとえ全員が等しくこの男の傍らで倒れることが運命であるとしても」という仮定を表す。
  3. 17.432τὼ δʼ οὔτʼ ἂψ — 代名詞 τώ および動詞 ἠθελέτην はともに両数形(デュアル)であり、アキレウスの二頭の不死の馬(クサントスとバリオス)を指す。直後の §17.434–435 で墓碑(στήλη)に喩えられる静止の描写へと繋がる主語の提示。
  4. 17.475ἐχέμεν — ホメロス方言形のエピカル・不定詞(= ἔχειν)。形容詞 ὁμοῖος(「匹敵する、等しい」)を補足して、どのような点において等しいかを示す関係の不定詞(いわゆる「観点の不定詞」または「叙述を制限する不定詞」)として機能している。

この箇所を引用する

ホメロス, イリアス §17.417-17.486. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:17.417-17.486

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。