Humanitext Reader

ホメロス · イリアス §17.347-17.416

濃霧の中のパトロクロスの遺体をめぐる死闘

157 / 226 箇所 · ギリシア語

要旨

リュコメデスがアピサオンの死を悼んで突撃し、アステロパイオスも応戦しようとするが、アカイア人の固い防御壁に阻まれる。戦場の中央はパトロクロスの遺体を巡って、暗雲の下で牛皮を伸ばすような凄惨な奪い合いが繰り広げられる。

§17.347στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ, §17.348καὶ βάλεν Ἱππασίδην Ἀπισάονα ποιμένα λαῶν §17.349ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν,
彼はきわめて近くに寄って立ち、輝く槍を投げ、人々の牧者であるヒッパソスの子アピサオンを打った、横隔膜の下の肝臓を。 そしてたちまち彼の膝の力を失わせた。
§17.350ὅς ῥʼ ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει, §17.351καὶ δὲ μετʼ Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι.
彼は肥沃なパイオニアからやって来た者であり、アステロパイオスに次いで戦いにおいて最も優れた者であった。
§17.352τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρήϊος Ἀστεροπαῖος, §17.353ἴθυσεν δὲ καὶ ὃ πρόφρων Δαναοῖσι μάχεσθαι·
彼が倒れると、戦い好むアステロパイオスは彼を憐れみ、自身もまたダナオス人たちと戦おうと勇んで突進した。
§17.354ἀλλʼ οὔ πως ἔτι εἶχε·
しかし、もはやそうすることは全くできなかった。
σάκεσσι γὰρ ἔρχατο πάντῃ §17.355ἑσταότες περὶ Πατρόκλῳ, πρὸ δὲ δούρατʼ ἔχοντο.
彼らはパトロクロスの周りに盾を寄せ合って立ち、前方に槍を突き出していたからである。
§17.356Αἴας γὰρ μάλα πάντας ἐπῴχετο πολλὰ κελεύων·
なぜならアイアスが彼らの間を巡り歩き、熱心に命じていたからである。
§17.357οὔτέ τινʼ ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγει §17.358οὔτέ τινα προμάχεσθαι Ἀχαιῶν ἔξοχον ἄλλων, §17.359ἀλλὰ μάλʼ ἀμφʼ αὐτῷ βεβάμεν, σχεδόθεν δὲ μάχεσθαι.
彼は誰に対しても、死体から後ろへと退くことも、また他のアカイア人たちを出し抜いて前線で突出して戦うことも許さず、ただ死体の周りをしっかりと固め、接近戦で戦えと命じた。
§17.360ὣς Αἴας ἐπέτελλε πελώριος, αἵματι δὲ χθὼν §17.361δεύετο πορφυρέῳ, τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον §17.362νεκροὶ ὁμοῦ Τρώων καὶ ὑπερμενέων ἐπικούρων
その巨大なアイアスはこのように命じ、大地は赤い血に染まり、トローイア人やその誇り高き同盟軍、さらにはダナオス人の死体が、互いに折り重なって倒れた。
§17.363καὶ Δαναῶν· οὐδʼ οἳ γὰρ ἀναιμωτί γε μάχοντο, §17.364παυρότεροι δὲ πολὺ φθίνυθον·
ダナオス人もまた、血を流さずに戦っていたわけではなかったが、倒れる者の数ははるかに少なかった。
μέμνηντο γὰρ αἰεὶ §17.365ἀλλήλοις ἀνʼ ὅμιλον ἀλεξέμεναι φόνον αἰπύν.
彼らは常に、混戦の中で互いに恐ろしい死を防ぎ合うことを忘れていなかったからである。
§17.366ὣς οἳ μὲν μάρναντο δέμας πυρός, οὐδέ κε φαίης
このように彼らは、燃え盛る火のごとくに戦った。
§17.367οὔτέ ποτʼ ἠέλιον σῶν ἔμμεναι οὔτε σελήνην·
誰も太陽や月がまだ無事にあるとは思わなかっただろう。
§17.368ἠέρι γὰρ κατέχοντο μάχης ἐπί θʼ ὅσσον ἄριστοι §17.369ἕστασαν ἀμφὶ Μενοιτιάδῃ κατατεθνηῶτι.
なぜなら、亡きメノイティオスの子の周りに立つ優れた勇士たちは、戦いの暗雲に包まれていたからである。
§17.370οἳ δʼ ἄλλοι Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ §17.371εὔκηλοι πολέμιζον ὑπʼ αἰθέρι, πέπτατο δʼ αὐγὴ
他方、残りのトローイア人や脛当ての立派なアカイア人たちは、晴れ渡った空の下で平穏に戦っていた。
§17.372ἠελίου ὀξεῖα, νέφος δʼ οὐ φαίνετο πάσης §17.373γαίης οὐδʼ ὀρέων·
太陽の鋭い光が降り注ぎ、全土にも山々にも雲一つ見えなかった。
μεταπαυόμενοι δὲ μάχοντο §17.374ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα §17.375πολλὸν ἀφεσταότες.
彼らは休み休み戦い、互いの恐ろしい矢を避けながら、遠く離れて立っていた。
τοὶ δʼ ἐν μέσῳ ἄλγεʼ ἔπασχον §17.376ἠέρι καὶ πολέμῳ, τείροντο δὲ νηλέϊ χαλκῷ §17.377ὅσσοι ἄριστοι ἔσαν·
しかし中央の者たちは、暗雲と戦闘の中で苦しんでおり、優れた勇士たちはみな、無慈悲な青銅に苦しめられていた。
δύο δʼ οὔ πω φῶτε πεπύσθην §17.378ἀνέρε κυδαλίμω Θρασυμήδης Ἀντίλοχός τε §17.379Πατρόκλοιο θανόντος ἀμύμονος, ἀλλʼ ἔτʼ ἔφαντο
だが、二人の誉れ高い男たち、トラシュメデスとアンティロコスは、比類なきパトロクロスが死んだことをまだ知らなかった。
§17.380ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι.
彼らは、彼がまだ最前線の混戦の中でトローイア人と戦っていると信じていた。
§17.381τὼ δʼ ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων
彼ら二人は、仲間たちの死と敗走を見張りながら、離れた場所で戦っていた。
§17.382νόσφιν ἐμαρνάσθην, ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ §17.383ὀτρύνων πόλεμον δὲ μελαινάων ἀπὸ νηῶν.
ネストルが黒い船から遠く離れた戦場へと彼らを送り出す際に、そのように命じたからである。
§17.384τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρει §17.385ἀργαλέης·
他方、残りの者たちには、終日、激しく忌わしい争いの大いなる闘争が沸き起こっていた。
καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεὶ §17.386γούνατά τε κνῆμαί τε πόδες θʼ ὑπένερθεν ἑκάστου §17.387χεῖρές τʼ ὀφθαλμοί τε παλάσσετο μαρναμένοιιν §17.388ἀμφʼ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο.
絶え間ない疲労と汗のために、戦う両者の膝も脛も、その下の足も、手も、そして眼も、俊足のアイアコスの孫の優れた従者の周りで血と汗に塗れていた。
§17.389ὡς δʼ ὅτʼ ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην §17.390λαοῖσιν δώῃ τανύειν μεθύουσαν ἀλοιφῇ· §17.391δεξάμενοι δʼ ἄρα τοί γε διαστάντες τανύουσι §17.392κυκλόσʼ, ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τʼ ἀλοιφὴ §17.393πολλῶν ἑλκόντων, τάνυται δέ τε πᾶσα διὰ πρό·
例えば、ある男が大きな牡牛の皮を、脂身をたっぷりと浸み込ませてから、人々に引っ張って伸ばさせるとき、人々はそれを受け取って、輪になって立ち、四方へと引っ張り、水分は忽ち外に出て、脂身が中へと入り込み、多くの者が引っ張ることで、皮は全体にくまなく引き伸ばされる。
§17.394ὣς οἵ γʼ ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ §17.395εἵλκεον ἀμφότεροι·
そのように、彼らは狭い場所で、あちらこちらへと死体を引きずり合った、双方とも。
μάλα δέ σφισιν ἔλπετο θυμὸς §17.396Τρωσὶν μὲν ἐρύειν προτὶ Ἴλιον, αὐτὰρ Ἀχαιοῖς §17.397νῆας ἔπι γλαφυράς·
トローイア人の心は、それをイリオスへと引きずりゆくことを熱望し、アカイア人の心は、うつろな船へと引きずることを熱望していた。
περὶ δʼ αὐτοῦ μῶλος ὀρώρει §17.398ἄγριος· οὐδέ κʼ Ἄρης λαοσσόος οὐδέ κʼ Ἀθήνη §17.399τόν γε ἰδοῦσʼ ὀνόσαιτʼ, οὐδʼ εἰ μάλα μιν χόλος ἵκοι·
彼の周りでは、狂暴な戦闘が巻き起こっており、軍勢を鼓舞するアレスも、アテナも、それを見ても非難しなかっただろう、たとえ激しい怒りが彼女たちを襲っていたとしても。
§17.400τοῖον Ζεὺς ἐπὶ Πατρόκλῳ ἀνδρῶν τε καὶ ἵππων §17.401ἤματι τῷ ἐτάνυσσε κακὸν πόνον·
そのような悲惨な労苦を、ゼウスはパトロクロスのために、その日に人間と馬に引き延ばされた。
οὐδʼ ἄρα πώ τι §17.402ᾔδεε Πάτροκλον τεθνηότα δῖος Ἀχιλλεύς·
しかし、神のごときアキレウスは、パトロクロスが死んだことをまだ全く知らなかった。
§17.403πολλὸν γὰρ ῥʼ ἀπάνευθε νεῶν μάρναντο θοάων §17.404τείχει ὕπο Τρώων·
なぜなら、彼らは快速の船から遠く離れて、トローイア人の城壁の下で戦っていたからである。
τό μιν οὔ ποτε ἔλπετο θυμῷ §17.405τεθνάμεν, ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύλῃσιν
したがって彼は、彼が死んだとは夢にも思わず、門に肉薄した後に生きて帰ってくるものと信じていた。
§17.406ἂψ ἀπονοστήσειν, ἐπεὶ οὐδὲ τὸ ἔλπετο πάμπαν §17.407ἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν, οὐδὲ σὺν αὐτῷ·
なぜなら、自分なしに彼が都を攻め落とすことはできず、また自分と一緒であっても不可能だと知っていたからである。
§17.408πολλάκι γὰρ τό γε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων, §17.409ἥ οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα.
なぜなら彼は、しばしば母から離れてその話を聞き、彼女は彼に、偉大なるゼウスの意図を告げていたからである。
§17.410δὴ τότε γʼ οὔ οἱ ἔειπε κακὸν τόσον ὅσσον ἐτύχθη §17.411μήτηρ, ὅττί ῥά οἱ πολὺ φίλτατος ὤλεθʼ ἑταῖρος.
しかしその時、彼の母は、起こってしまったこれほど大きな災いを、最も愛する戦友が滅び去ったということを、彼に告げなかった。
§17.412οἳ δʼ αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατʼ ἔχοντες §17.413νωλεμὲς ἐγχρίμπτοντο καὶ ἀλλήλους ἐνάριζον·
他方、彼らは死体の周りで常に尖った槍を手にし、絶え間なく突進し合い、互いに殺し合っていた。
§17.414ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν χαλκοχιτώνων·
そして、青銅の鎧をまとったアカイア人の誰かがこのように言った。
§17.415ὦ φίλοι οὐ μὰν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαι
「友よ、我々がうつろな船へと、不名誉なまま退却することは断じて許されない。
§17.416νῆας ἔπι γλαφυράς, ἀλλʼ αὐτοῦ γαῖα μέλαινα
むしろここで、黒い大地が

語釈・文法注

  1. 17.349ἧπαρ ὑπὸ πραπίδων — 「横隔膜の下の肝臓」。ὑπόはここでは対格を支配し、傷がその部位に達した、あるいはその下へと侵入したことを示す。
  2. 17.351μετʼ Ἀστεροπαῖον — 「アステロパイオスに次いで」。前置詞 μετά は対格を伴って順序や序列における「〜に次いで、〜の後ろで」を意味する。アピサオンがパイオニア勢の中でアステロパイオスに次ぐ実力者であったことを示す。
  3. 17.390μεθύουσαν ἀλοιφῇ — 「脂身で浸された」。動詞 μεθύω(酔う、満たされる)が、ここでは液体や脂などで「びしょ濡れになる、浸る」という比喩的な意味で使われている。与格 ἀλοιφῇ は手段あるいは原因を示す。
  4. 17.399οὐδέ κʼ Ἄρης... οὐδέ κʼ Ἀθήνη / τόν γε ἰδοῦσʼ ὀνόσαιτʼ — 接続法(希求法)過去形 ὀνόσαιτο に小辞 ἄν(イオン方言形 κεν/ケ)が伴う反実仮想(あるいは潜在)の構文。「アレスもアテナも、これを見たら非難しなかっただろう(非難するようなことはあり得なかっただろう)」という意味になる。

この箇所を引用する

ホメロス, イリアス §17.347-17.416. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:17.347-17.416

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。