Humanitext Reader

荷马 · 伊利亚特 §17.276-17.346

埃阿斯奋勇御敌与阿波罗激励埃涅阿斯

第 156 段,共 226 段 · 希腊语

内容简介

埃阿斯击退了特洛伊人,杀死了企图拖走帕特罗克洛斯遗体的希波托奥斯以及保护他的福耳库斯。在阿开亚人即将击溃特洛伊人之际,阿波罗激励了埃涅阿斯,促使埃涅阿斯与赫克托尔重整旗鼓并发起反击。

§17.276Τρῶες ὑπέρθυμοι ἕλον ἔγχεσιν ἱέμενοί περ, §17.277ἀλλὰ νέκυν ἐρύοντο· μίνυνθα δὲ καὶ τοῦ Ἀχαιοὶ §17.278μέλλον ἀπέσσεσθαι· μάλα γάρ σφεας ὦκʼ ἐλέλιξεν §17.279Αἴας, ὃς περὶ μὲν εἶδος, περὶ δʼ ἔργα τέτυκτο §17.280τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.
然而,尽管斗志昂扬的特洛伊人极度渴望,却没能用长枪杀死他们之中的任何一人,他们只是在拖拉尸体;然而,阿开亚人远离尸体也只是极短暂的片刻;因为埃阿斯极迅速地使他们重整旗鼓,他在容貌和战绩上,在其余的达奈人中都仅次于那完美无瑕的佩琉斯之子。
§17.281ἴθυσεν δὲ διὰ προμάχων συῒ εἴκελος ἀλκὴν §17.282καπρίῳ, ὅς τʼ ἐν ὄρεσσι κύνας θαλερούς τʼ αἰζηοὺς §17.283ῥηϊδίως ἐκέδασσεν, ἑλιξάμενος διὰ βήσσας· §17.284ὣς υἱὸς Τελαμῶνος ἀγαυοῦ φαίδιμος Αἴας §17.285ῥεῖα μετεισάμενος Τρώων ἐκέδασσε φάλαγγας §17.286οἳ περὶ Πατρόκλῳ βέβασαν, φρόνεον δὲ μάλιστα §17.287ἄστυ πότι σφέτερον ἐρύειν καὶ κῦδος ἀρέσθαι.
他如同一只在力量上勇猛的野猪般冲过前锋,那野猪在山中,转身穿过山谷,便能轻易驱散猎犬和血气方刚的青年;正如高贵的忒拉蒙之子、光辉的埃阿斯,轻易突入其中,驱散了那些围在帕特罗克洛斯身边、一心想要将他拖回自己城邦并赢得荣耀的特洛伊人的方阵。
§17.288ἤτοι τὸν Λήθοιο Πελασγοῦ φαίδιμος υἱὸς §17.289Ἱππόθοος ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην §17.290δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένοντας §17.291Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δʼ αὐτῷ §17.292ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.
此时,佩拉斯吉人勒托斯的显赫之子希波托奥斯,正用带子缠绕着脚踝处的肌腱,在激烈的交锋中拖着他的脚,以此来取悦赫克托尔和特洛伊人;但厄运很快降临到他自己头上,尽管他们极度渴望,却没有一个人能为他挡开。
§17.293τὸν δʼ υἱὸς Τελαμῶνος ἐπαΐξας διʼ ὁμίλου §17.294πλῆξʼ αὐτοσχεδίην κυνέης διὰ χαλκοπαρῄου· §17.295ἤρικε δʼ ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκῇ §17.296πληγεῖσʼ ἔγχεΐ τε μεγάλῳ καὶ χειρὶ παχείῃ, §17.297ἐγκέφαλος δὲ παρʼ αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλῆς §17.298αἱματόεις· τοῦ δʼ αὖθι λύθη μένος, ἐκ δʼ ἄρα χειρῶν §17.299Πατρόκλοιο πόδα μεγαλήτορος ἧκε χαμᾶζε §17.300κεῖσθαι· ὃ δʼ ἄγχʼ αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῷ §17.301τῆλʼ ἀπὸ Λαρίσης ἐριβώλακος, οὐδὲ τοκεῦσι §17.302θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν §17.303ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.
因为忒拉蒙之子冲过人群,在近战中一击穿透了他那有青铜颊板的头盔;那饰有马鬃的头盔在巨枪和巨手的重击下,在枪尖周围破裂开来,鲜血淋漓的脑髓沿着枪套从伤口中涌出;他的力量登时溃散,大无畏的帕特罗克洛斯的脚从他手中滑落到地上,他自己则在尸体旁面朝下倒在地上,远离那土地肥沃的拉里萨,未能向亲爱的双亲回报抚育之恩,他那短暂的一生,便因在伟大心灵的埃阿斯的枪下折断而终结。
§17.304Ἕκτωρ δʼ αὖτʼ Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ· §17.305ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος §17.306τυτθόν· ὃ δὲ Σχεδίον μεγαθύμου Ἰφίτου υἱὸν §17.307Φωκήων ὄχʼ ἄριστον, ὃς ἐν κλειτῷ Πανοπῆϊ §17.308οἰκία ναιετάασκε πολέσσʼ ἄνδρεσσιν ἀνάσσων, §17.309τὸν βάλʼ ὑπὸ κληῗδα μέσην· διὰ δʼ ἀμπερὲς ἄκρη §17.310αἰχμὴ χαλκείη παρὰ νείατον ὦμον ἀνέσχε· §17.311δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
而赫克托尔随即用他那闪亮的枪向埃阿斯掷去;但埃阿斯正正面视着它,仅以毫厘之差躲过了青铜枪;但赫克托尔击中了德高望重的伊菲托斯之子斯刻迪奥斯,他是福基斯人中最杰出的人物,居住在名声显赫的帕诺培乌斯的家中,统治着众多臣民;赫克托尔正中他锁骨中部的下方,青铜枪尖径直穿透,从肩部最下方露了出来;他沉重地倒地,身上的铠甲随之发出铮铮巨响。
§17.312Αἴας δʼ αὖ Φόρκυνα δαΐφρονα Φαίνοπος υἱὸν §17.313Ἱπποθόῳ περιβάντα μέσην κατὰ γαστέρα τύψε· §17.314ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς §17.315ἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
此时埃阿斯则击中了正在保护希波托奥斯尸体的、派诺普斯之子勇猛的福耳库斯,正中其腹部正中;他击碎了胸甲的弧面,青铜枪头带出了他的内脏;他倒在尘土中,用手掌抓紧了大地。
§17.316χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ· §17.317Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκροὺς §17.318Φόρκυν θʼ Ἱππόθοόν τε, λύοντο δὲ τεύχεʼ ἀπʼ ὤμων.
于是前锋战士们和光辉的赫克托尔纷纷后退;阿耳戈斯人见状大声欢呼,拖走了福耳库斯和希波托奥斯的尸体,并剥下了他们双肩上的铠甲。
§17.319ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν §17.320Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες, §17.321Ἀργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσαν §17.322κάρτεϊ καὶ σθένεϊ σφετέρῳ· ἀλλʼ αὐτὸς Ἀπόλλων §17.323Αἰνείαν ὄτρυνε δέμας Περίφαντι ἐοικὼς §17.324κήρυκι Ἠπυτίδῃ, ὅς οἱ παρὰ πατρὶ γέροντι §17.325κηρύσσων γήρασκε φίλα φρεσὶ μήδεα εἰδώς· §17.326τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων· §17.327Αἰνεία πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσσαισθε §17.328Ἴλιον αἰπεινήν;
此时,若非神明相助,特洛伊人本已因自己的懦弱在深受阿瑞斯喜爱的阿开亚人面前败退,逃回伊利翁,而阿耳戈斯人也将凭借自己的力量和强壮,夺得甚至超出宙斯定数之外的荣耀;然而阿波罗亲自激励了埃涅阿斯,他化身为传令官、埃皮托斯之子培里法斯,培里法斯曾在他年迈的父亲身边作为传令官一同老去,心中怀着温厚的智慧;宙斯之子阿波罗便化作他的模样对埃涅阿斯说道: “埃涅阿斯啊,即便违抗神明,你们又怎能守住这险峻的伊利翁?
ὡς δὴ ἴδον ἀνέρας ἄλλους §17.329κάρτεΐ τε σθένεΐ τε πεποιθότας ἠνορέῃ τε §17.330πλήθεΐ τε σφετέρῳ καὶ ὑπερδέα δῆμον ἔχοντας· §17.331ἡμῖν δὲ Ζεὺς μὲν πολὺ βούλεται ἢ Δαναοῖσι §17.332νίκην· ἀλλʼ αὐτοὶ τρεῖτʼ ἄσπετον οὐδὲ μάχεσθε.
正如我曾见过的其他人那样,倚仗着自己的力量、强壮和英勇,依靠着自己的人数,拥有一群毫无畏惧的民众;而对我们,宙斯比起对达奈人,更愿意赐予胜利;可你们自己却无比战栗,不肯战斗。
§17.333ὣς ἔφατʼ, Αἰνείας δʼ ἑκατηβόλον Ἀπόλλωνα §17.334ἔγνω ἐς ἄντα ἰδών, μέγα δʼ Ἕκτορα εἶπε βοήσας· §17.335Ἕκτόρ τʼ ἠδʼ ἄλλοι Τρώων ἀγοὶ ἠδʼ ἐπικούρων §17.336αἰδὼς μὲν νῦν ἥδε γʼ ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν §17.337Ἴλιον εἰσαναβῆναι ἀναλκείῃσι δαμέντας.
” 他这样说着,埃涅阿斯正面对视,认出了那是远射之神阿波罗,于是他大声呼喊,对赫克托尔说道: “赫克托尔,以及特洛伊人和盟军的其他领袖们,现在这确实是一桩耻辱,如果我们因自己的懦弱,而在深受阿瑞斯喜爱的阿开亚人面前战败,退回伊利翁。
§17.338ἀλλʼ ἔτι γάρ τίς φησι θεῶν ἐμοὶ ἄγχι παραστὰς §17.339Ζῆνʼ ὕπατον μήστωρα μάχης ἐπιτάρροθον εἶναι· §17.340τώ ῥʼ ἰθὺς Δαναῶν ἴομεν, μηδʼ οἵ γε ἕκηλοι §17.341Πάτροκλον νηυσὶν πελασαίατο τεθνηῶτα.
但仍有一位神明站在我身旁告诉我,那至高无上的、战争的设计者宙斯是我们的帮手;所以让我们径直向达奈人冲去,决不能让他们轻易把死去的帕特罗克洛斯送到船只旁。
§17.342ὣς φάτο, καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη· §17.343οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν.
” 他这样说着,高高跃起,站在了前锋战士们的更前方;特洛伊人便转过身来,与阿开亚人对峙。
§17.344ἔνθʼ αὖτʼ Αἰνείας Λειώκριτον οὔτασε δουρὶ §17.345υἱὸν Ἀρίσβαντος Λυκομήδεος ἐσθλὸν ἑταῖρον.
这时,埃涅阿斯用长枪刺中了阿里斯巴斯之子雷奥克里托斯,他是吕科墨德斯的高尚战友。
§17.346τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Λυκομήδης,
眼见他倒地,深受阿瑞斯喜爱的吕科墨德斯心生怜悯,

词汇与语法注释

  1. §17.276ἕλον — 前一行(§17.275)中的否定词 `οὐδέ` 同样修饰该动词,因此意为“(谁也)没能杀死”。
  2. §17.319ἔνθά κεν — 语气助词 `κεν`(相当于后来的 `ἄν`)与直说过去式(`εἰσανέβησαν` 以及 §17.321 的 `ἕλον`)连用,表示与过去事实相反的假设(虚拟语气),描述了若无神明干预本会发生的情形。
  3. §17.336αἰδὼς — 意为“耻辱”的名词。此处作谓语,相当于“这是一桩耻辱”,后接的不定式 `εἰσαναβῆναι`(退回)在语义上充当主语。

引用这一段

荷马, 伊利亚特 §17.276-17.346. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:17.276-17.346

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。