Humanitext Reader

ホメロス · イリアス §16.73-16.145

アキレウスの戒めとパトロクロスの武装

141 / 226 箇所 · ギリシア語

要旨

アキレウスはパトロクロスに自分の武具を貸し、船を救ったら追撃を止めて戻るよう命じる。アイアスが耐えかねて船に火が放たれたのを見たアキレウスは、パトロクロスを出陣させ、パトロクロスはアキレウスの武具を身にまとう。

§16.73ἤπια εἰδείη·
親切であったなら。
νῦν δὲ στρατὸν ἀμφιμάχονται.
だが今、彼らは軍勢をめぐって戦っている。
§16.74οὐ γὰρ Τυδεΐδεω Διομήδεος ἐν παλάμῃσι §16.75μαίνεται ἐγχείη Δαναῶν ἀπὸ λοιγὸν ἀμῦναι·
テュデウスの子ディオメデスの両手の中で、ダナオス人から破滅を防ぐための槍が猛威を振るうことはない。
§16.76οὐδέ πω Ἀτρεΐδεω ὀπὸς ἔκλυον αὐδήσαντος §16.77ἐχθρῆς ἐκ κεφαλῆς·
まだ私はアトレウスの子が叫ぶ声を聞いていない、憎むべきその頭から。
ἀλλʼ Ἕκτορος ἀνδροφόνοιο §16.78Τρωσὶ κελεύοντος περιάγνυται, οἳ δʼ ἀλαλητῷ §16.79πᾶν πεδίον κατέχουσι μάχῃ νικῶντες Ἀχαιούς.
しかし人殺しのヘクトルの声が、トロイア人たちに命じる声が周囲に鳴り響いており、彼らは鬨の声とともに平野全体を占領し、戦いでアカイア人を圧倒している。
§16.80ἀλλὰ καὶ ὧς Πάτροκλε νεῶν ἄπο λοιγὸν ἀμύνων
パトロクロスよ、それでもなお船から破滅を防ぐために、勢いよく襲いかかれ。
§16.81ἔμπεσʼ ἐπικρατέως, μὴ δὴ πυρὸς αἰθομένοιο §16.82νῆας ἐνιπρήσωσι, φίλον δʼ ἀπὸ νόστον ἕλωνται.
燃え盛る火が船を焼き尽くし、大切な帰還の望みを奪い去ることのないように。
§16.83πείθεο δʼ ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω,
私が心に授ける言葉の結末に、お前は従うがよい。
§16.84ὡς ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄρηαι
すべてのダナオス人から、私に大きな名誉と栄光をお前が勝ち得てくれるように。
§16.85πρὸς πάντων Δαναῶν, ἀτὰρ οἳ περικαλλέα κούρην §16.86ἂψ ἀπονάσσωσιν, ποτὶ δʼ ἀγλαὰ δῶρα πόρωσιν.
そして彼らが極めて美しい娘を送り返し、さらに輝かしい贈り物を添えてくれるように。
§16.87ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν·
船から敵を追い払ったなら、すぐに戻ってこい。
εἰ δέ κεν αὖ τοι §16.88δώῃ κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις Ἥρης, §16.89μὴ σύ γʼ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν
もし仮にヘラの激しく轟く夫が、栄光を勝ち得ることをお前に許したとしても、私を離れて、戦いを好むトロイア人たちと戦うことを望んではならない。
§16.90Τρωσὶ φιλοπτολέμοισιν· ἀτιμότερον δέ με θήσεις·
お前は私をさらに軽んじることになる。
§16.91μὴ δʼ ἐπαγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτι §16.92Τρῶας ἐναιρόμενος προτὶ Ἴλιον ἡγεμονεύειν,
また、戦争や戦闘に得意になって、トロイア人を殺しながらイリオスへと進軍してはならない。
§16.93μή τις ἀπʼ Οὐλύμποιο θεῶν αἰειγενετάων §16.94ἐμβήῃ·
不死なる神々の誰かがオリンポスから介入してくるかもしれない。
μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων·
遠矢の神アポロンは彼らを深く愛しているのだから。
§16.95ἀλλὰ πάλιν τρωπᾶσθαι, ἐπὴν φάος ἐν νήεσσι
船に救いの光をもたらしたなら、すぐに引き返せ。
§16.96θήῃς, τοὺς δʼ ἔτʼ ἐᾶν πεδίον κάτα δηριάασθαι.
そして彼らには、なおも平野で相争うままにさせておけ。
§16.97αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον §16.98μήτέ τις οὖν Τρώων θάνατον φύγοι ὅσσοι ἔασι, §16.99μήτέ τις Ἀργείων, νῶϊν δʼ ἐκδῦμεν ὄλεθρον, §16.100ὄφρʼ οἶοι Τροίης ἱερὰ κρήδεμνα λύωμεν.
ああ、父なるゼウスよ、アテナよ、アポロンよ、トロイア人のうち生きている者が一人として死を逃れず、アルゴス人も一人として逃れず、私たち二人だけが破滅を脱し、私たちだけでトロイアの神聖な城壁を打ち砕くことができるように。
§16.101ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, §16.102Αἴας δʼ οὐκ ἔτʼ ἔμιμνε·
彼らがこのように互いに語り合っている間、アイアスはもはや持ちこたえられなかった。
βιάζετο γὰρ βελέεσσι·
彼は矢の雨に圧倒されていたからだ。
§16.103δάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοὶ §16.104βάλλοντες·
ゼウスの意志と、彼に矢を浴びせる気高いトロイア人たちが、彼を圧倒していた。
δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴ §16.105πήληξ βαλλομένη καναχὴν ἔχε, βάλλετο δʼ αἰεὶ §16.106κὰπ φάλαρʼ εὐποίηθʼ·
こめかみの周りで、輝く兜が矢を受けるたびに凄まじい響きを立て、また作りの良い頬当てにも絶えず矢が当たった。
ὃ δʼ ἀριστερὸν ὦμον ἔκαμνεν §16.107ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον·
彼は左の肩を痛めていた、動く盾を常にしっかりと支えていたので。
οὐδὲ δύναντο §16.108ἀμφʼ αὐτῷ πελεμίξαι ἐρείδοντες βελέεσσιν.
それでも敵は、彼に矢を浴びせかけても、彼を押し戻すことはできなかった。
§16.109αἰεὶ δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι, κὰδ δέ οἱ ἱδρὼς §16.110πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν, οὐδέ πῃ εἶχεν §16.111ἀμπνεῦσαι·
彼は激しい息切れに苦しみ、いたるところから汗が体じゅうから夥しく流れ落ち、どこにも息をつく暇はなかった。
πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο.
いたるところで苦難に苦難が重なっていた。
§16.112ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι, §16.113ὅππως δὴ πρῶτον πῦρ ἔμπεσε νηυσὶν Ἀχαιῶν.
オリンポスの館に住むミューズたちよ、今こそ私に語っておくれ、どのようにして最初にアカイア人の船に火が投げ込まれたのかを。
§16.114Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰς §16.115πλῆξʼ ἄορι μεγάλῳ αἰχμῆς παρὰ καυλὸν ὄπισθεν,
ヘクトルはアイアスの近くに立ち、そのトネリコの槍を大きな剣で穂先の根元の後ろから叩き、まっぷたつに切り落とした。
§16.116ἀντικρὺ δʼ ἀπάραξε· τὸ μὲν Τελαμώνιος Αἴας §16.117πῆλʼ αὔτως ἐν χειρὶ κόλον δόρυ, τῆλε δʼ ἀπʼ αὐτοῦ §16.118αἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα.
テラモンの子アイアスは、穂先のない槍をただ手の中で虚しく振り回し、彼から遠く離れて、青銅の穂先が地の上に大きな音を立てて落ちた。
§16.119γνῶ δʼ Αἴας κατὰ θυμὸν ἀμύμονα ῥίγησέν τε §16.120ἔργα θεῶν, ὅ ῥα πάγχυ μάχης ἐπὶ μήδεα κεῖρε §16.121Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ βούλετο νίκην·
アイアスは非のうちどころのない心の中でそれを悟り、恐れおののいた、神々の働き、すなわち高天に轟くゼウスが、彼の戦いの計画をすべて台無しにし、トロイア人に勝利を望んでおられることを。
§16.122χάζετο δʼ ἐκ βελέων.
彼は武器の雨から退いた。
τοὶ δʼ ἔμβαλον ἀκάματον πῦρ §16.123νηῒ θοῇ· τῆς δʼ αἶψα κατʼ ἀσβέστη κέχυτο φλόξ.
そして彼らは衰えることのない火を速い船に投げ込み、たちまち消えぬ炎が船を包んだ。
§16.124ὣς τὴν μὲν πρυμνὴν πῦρ ἄμφεπεν·
このように船尾が火に包まれた。
αὐτὰρ Ἀχιλλεὺς §16.125μηρὼ πληξάμενος Πατροκλῆα προσέειπεν·
するとアキレウスは自分の腿を叩き、パトロクロスに語りかけた。
§16.126ὄρσεο διογενὲς Πατρόκλεες ἱπποκέλευθε·
「立て、神々に育まれた騎士パトロクロスよ。
§16.127λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἰωήν·
船の傍らで燃え盛る火の凄まじい勢いが見える。
§16.128μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυκτὰ πέλωνται·
彼らが船を奪い、もはや逃げ道がなくなってしまわぬように。
§16.129δύσεο τεύχεα θᾶσσον, ἐγὼ δέ κε λαὸν ἀγείρω.
急いで武具を身につけよ、私は軍勢を集める。
§16.130ὣς φάτο, Πάτροκλος δὲ κορύσσετο νώροπι χαλκῷ.
」彼がこのように語ると、パトロクロスは輝く青銅の武具で武装した。
§16.131κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε §16.132καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
まず最初に脛当てを両脚の周りにあてがった、銀の踝留めがしっかりと取り付けられた美しい脛当てを。
§16.133δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε §16.134ποικίλον ἀστερόεντα ποδώκεος Αἰακίδαο.
次に、胸の周りに胸当てを身につけた、足の速いアイアコスの孫の、星をちりばめた華麗な胸当てを。
§16.135ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον §16.136χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·
そして肩に銀の鋲を打った青銅の剣をかけ、その後に大きく頑丈な盾を持った。
§16.137κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν §16.138ἵππουριν·
たくましい頭には、よく作られた兜をかぶった、馬毛の毛房のある兜を。
δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.
上部で前立てが恐ろしく揺れていた。
§16.139εἵλετο δʼ ἄλκιμα δοῦρε, τά οἱ παλάμηφιν ἀρήρει.
そして手にしっかりと馴染む、頑強な二本の槍を取った。
§16.140ἔγχος δʼ οὐχ ἕλετʼ οἶον ἀμύμονος Αἰακίδαο §16.141βριθὺ μέγα στιβαρόν·
ただし、非のうちどころのないアイアコスの孫のあの槍だけは取らなかった、重く、大きく、頑丈なあの槍を。
τὸ μὲν οὐ δύνατʼ ἄλλος Ἀχαιῶν §16.142πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεὺς
アカイア人のうち他の誰もそれを振るうことはできず、アキレウスただ一人がそれを振るうすべを知っていた。
§16.143Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων §16.144Πηλίου ἐκ κορυφῆς, φόνον ἔμμεναι ἡρώεσσιν.
ケイロンが愛する父に贈った、ペリオンのトネリコの槍を、ペリオンの山頂から、英雄たちの命を奪うために。
§16.145ἵππους δʼ Αὐτομέδοντα θοῶς ζευγνῦμεν ἄνωγε,
そして彼はオートメドンに、急いで馬をつなぐように命じた。

語釈・文法注

  1. 16.83μύθου τέλος — 「言葉の結末」または「助言の主旨・目的」の意。文脈上、アキレウスがパトロクロスに与える一連の戦術的警告の核心・要点を指す。
  2. 16.89λιλαίεσθαι — 命令法的に用いられている不定詞(infinitive of command)。否定辞 μή を伴い、「望んではならない」という強い禁止を示す。
  3. 16.99ἐκδῦμεν — アオリスト不定詞 ἐκδῦναι のホメロス形。97行目の願望(αἲ γάρ)に導かれるか、または命令法的不定詞として機能し、二人称(私たち二人)の願望を表す。
  4. 16.120ὅ ῥα πάγχυ μάχης ἐπὶ μήδεα κεῖρε — 関係代名詞 ὅ(=ὅς)に導かれる関係節。μήδεα(計画)が κεῖρε(切り落とす)の目的語であり、アイアスの槍の物理的な切断(115-116行)と、ゼウスによる「戦闘の計略の切断(挫折)」というメタファーが重ね合わされている。

この箇所を引用する

ホメロス, イリアス §16.73-16.145. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:16.73-16.145

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。