Humanitext Reader

荷马 · 伊利亚特 §16.441-16.510

帕特罗克洛斯与萨尔佩冬的决斗及后者阵亡

第 146 段,共 226 段 · 希腊语

内容简介

赫拉说服宙斯顺应命运,允许萨尔佩冬战死,帕特罗克洛斯与萨尔佩冬的决斗随即爆发。帕特罗克洛斯先后击杀了萨尔佩冬的侍从和边马,并最终刺穿了萨尔佩冬的胸膛,垂死的萨尔佩冬在断气前恳求格劳科斯保护他的遗体和铠甲。

§16.441ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ §16.442ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;
“一个凡人,早已被命运注定了死期,你竟想再次将他从悲惨的死亡中解救出来吗?
§16.443ἔρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
你且这样做吧;但我们其他神明绝不都会赞同你。
§16.444ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· §16.445αἴ κε ζὼν πέμψῃς Σαρπηδόνα ὃν δὲ δόμον δέ, §16.446φράζεο μή τις ἔπειτα θεῶν ἐθέλῃσι καὶ ἄλλος §16.447πέμπειν ὃν φίλον υἱὸν ἀπὸ κρατερῆς ὑσμίνης· §16.448πολλοὶ γὰρ περὶ ἄστυ μέγα Πριάμοιο μάχονται §16.449υἱέες ἀθανάτων, τοῖσιν κότον αἰνὸν ἐνήσεις.
我还要告诉你另一件事,你且记在心上:如果你让萨尔佩冬活着回到他自己的宫殿,想一想,难保其他神明不会也想将自己心爱的儿子从激烈的战场中救走;因为在普里阿摩斯的大城周围,有许多不死神明之子正在战斗,你将在他们之中激起可怕的愤怒。
§16.450ἀλλʼ εἴ τοι φίλος ἐστί, τεὸν δʼ ὀλοφύρεται ἦτορ, §16.451ἤτοι μέν μιν ἔασον ἐνὶ κρατερῇ ὑσμίνῃ §16.452χέρσʼ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι· §16.453αὐτὰρ ἐπὴν δὴ τόν γε λίπῃ ψυχή τε καὶ αἰών, §16.454πέμπειν μιν θάνατόν τε φέρειν καὶ νήδυμον ὕπνον §16.455εἰς ὅ κε δὴ Λυκίης εὐρείης δῆμον ἵκωνται,
但如果他为你所钟爱,你的心也哀怜他,那就让他在激烈的战斗中,在墨诺提俄斯之子帕特罗克洛斯的手下战败吧;而当他的灵魂和生命离开他时,派遣死亡(塔纳托斯)和甜蜜的睡眠(许普诺斯)去抬走他,直到他们到达辽阔的吕基亚土地。
§16.456ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε §16.457τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων.
在那里,他的兄弟和同伴将为他举行葬礼,建造坟墓,立起石碑;因为这是属于死者的荣光。
§16.458ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε· §16.459αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε §16.460παῖδα φίλον τιμῶν, τόν οἱ Πάτροκλος ἔμελλε §16.461φθίσειν ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης.
” 她这样说完,人类与神明之父并未违抗;他向大地洒下了血红的雨滴,以此向他心爱的儿子致敬,帕特罗克洛斯即将在肥沃的特洛伊,在远离他故土的地方夺去他的生命。
§16.462οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες, §16.463ἔνθʼ ἤτοι Πάτροκλος ἀγακλειτὸν Θρασύμηλον, §16.464ὅς ῥʼ ἠῢς θεράπων Σαρπηδόνος ἦεν ἄνακτος, §16.465τὸν βάλε νείαιραν κατὰ γαστέρα, λῦσε δὲ γυῖα.
当他们走近,互相对峙之时,在那里,帕特罗克洛斯首先击中了著名的特拉叙梅洛斯,他是萨尔佩冬国王的杰出侍从,长枪刺中了他的下腹,使其四肢瘫软。
§16.466Σαρπηδὼν δʼ αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῷ §16.467δεύτερον ὁρμηθείς, ὃ δὲ Πήδασον οὔτασεν ἵππον
萨尔佩冬在第二次冲锋中用闪亮的枪刺偏了,却刺中了边马佩达索斯的右肩。
§16.468ἔγχεϊ δεξιὸν ὦμον· ὃ δʼ ἔβραχε θυμὸν ἀΐσθων, §16.469κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.
马匹痛苦地长鸣,喘息着垂死挣扎,哀鸣着倒在尘土中,它的灵魂飞走了。
§16.470τὼ δὲ διαστήτην, κρίκε δὲ ζυγόν, ἡνία δέ σφι §16.471σύγχυτʼ, ἐπεὶ δὴ κεῖτο παρήορος ἐν κονίῃσι.
两匹战车马向两边挣扎,车轭发出吱嘎声,缰绳缠绕在一起,因为那匹边马死在尘土中。
§16.472τοῖο μὲν Αὐτομέδων δουρικλυτὸς εὕρετο τέκμωρ· §16.473σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ §16.474ἀΐξας ἀπέκοψε παρήορον οὐδʼ ἐμάτησε· §16.475τὼ δʼ ἰθυνθήτην, ἐν δὲ ῥυτῆρσι τάνυσθεν· §16.476τὼ δʼ αὖτις συνίτην ἔριδος πέρι θυμοβόροιο.
对此,长枪著名的奥托梅冬找到了解决办法;他从粗壮的大腿旁拔出锋利的长剑,跃步上前,砍断了边马的皮带,毫无迟疑;两匹马随之站直,拉紧了挽具;两个战士再次碰撞在一起,展开噬魂的搏斗。
§16.477ἔνθʼ αὖ Σαρπηδὼν μὲν ἀπήμβροτε δουρὶ φαεινῷ, §16.478Πατρόκλου δʼ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθʼ ἀκωκὴ §16.479ἔγχεος, οὐδʼ ἔβαλʼ αὐτόν· ὃ δʼ ὕστερος ὄρνυτο χαλκῷ §16.480Πάτροκλος· τοῦ δʼ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός, §16.481ἀλλʼ ἔβαλʼ ἔνθʼ ἄρα τε φρένες ἔρχαται ἀμφʼ ἁδινὸν κῆρ.
萨尔佩冬再次用闪亮的枪刺偏了,枪尖从帕特罗克洛斯的左肩上方掠过,未能击中他;而帕特罗克洛斯接着用青铜枪刺去;武器并未从他的手中白白飞出,而是击中了横隔膜包裹着心脏的部位。
§16.482ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς §16.483ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες §16.484ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι· §16.485ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς §16.486βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.
他倒下了,正如一棵橡树倒下,或是一棵白杨,或是一棵高耸的松树,在山中被工匠们用刚磨尖的斧头砍倒,用作造船的木材;他就这样直直地躺在马匹和战车前,呻吟着,双手抓着血染的尘土。
§16.487ἠΰτε ταῦρον ἔπεφνε λέων ἀγέληφι μετελθὼν §16.488αἴθωνα μεγάθυμον ἐν εἰλιπόδεσσι βόεσσι, §16.489ὤλετό τε στενάχων ὑπὸ γαμφηλῇσι λέοντος, §16.490ὣς ὑπὸ Πατρόκλῳ Λυκίων ἀγὸς ἀσπιστάων §16.491κτεινόμενος μενέαινε, φίλον δʼ ὀνόμηνεν ἑταῖρον·
正如一头狮子冲进牛群,杀死了一头雄牛,那是一头在步伐蹒跚的群牛中强壮而威武的雄牛,它在狮子的巨口下呻吟着死去,吕基亚持盾战士的领袖在帕特罗克洛斯手下被杀时同样痛苦挣扎,大声呼喊他心爱的同伴: “格劳科斯,亲爱的朋友,勇士中的勇士!
§16.492Γλαῦκε πέπον πολεμιστὰ μετʼ ἀνδράσι νῦν σε μάλα χρὴ §16.493αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν· §16.494νῦν τοι ἐελδέσθω πόλεμος κακός, εἰ θοός ἐσσι.
现在你必须成为一个真正的长枪手和勇敢的战士;如果你足够迅捷,现在就去渴望残酷的战斗吧。
§16.495πρῶτα μὲν ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας §16.496πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι· §16.497αὐτὰρ ἔπειτα καὶ αὐτὸς ἐμεῦ πέρι μάρναο χαλκῷ.
首先,奔走各处去催促吕基亚的领袖们为保护萨尔佩冬而战;此后,你自己也要用青铜武器为我战斗。
§16.498σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδος §16.499ἔσσομαι ἤματα πάντα διαμπερές, εἴ κέ μʼ Ἀχαιοὶ §16.500τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.
因为我将永远成为你的耻辱和羞辱,如果阿开亚人在战船的聚集处将战死的我的铠甲剥去。
§16.501ἀλλʼ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.
你要坚强地撑住,鼓舞所有的军队。
§16.502ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν §16.503ὀφθαλμοὺς ῥῖνάς θʼ· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων §16.504ἐκ χροὸς ἕλκε δόρυ, προτὶ δὲ φρένες αὐτῷ ἕποντο· §16.505τοῖο δʼ ἅμα ψυχήν τε καὶ ἔγχεος ἐξέρυσʼ αἰχμήν.
” 他刚说完这话,死亡的结局便遮蔽了他的眼睛和鼻孔;帕特罗克洛斯用脚踏着他的胸膛,从肉体中拔出长枪,横隔膜也随之被带了出来;他同时抽出了萨尔佩冬的生命和长枪的枪尖。
§16.506Μυρμιδόνες δʼ αὐτοῦ σχέθον ἵππους φυσιόωντας §16.507ἱεμένους φοβέεσθαι, ἐπεὶ λίπον ἅρματʼ ἀνάκτων.
密耳弥冬人勒住了气喘吁吁的战马,马匹急欲逃跑,因为它们撇下了主人的战车。
§16.508Γλαύκῳ δʼ αἰνὸν ἄχος γένετο φθογγῆς ἀΐοντι· §16.509ὠρίνθη δέ οἱ ἦτορ ὅ τʼ οὐ δύνατο προσαμῦναι.
格劳科斯听到他的呼喊,陷入了极大的悲痛;他的心焦躁不安,因为他无法前去救援。
§16.510χειρὶ δʼ ἑλὼν ἐπίεζε βραχίονα· τεῖρε γὰρ αὐτὸν
他用手紧握着自己的手臂,因为伤痛折磨着他……”

词汇与语法注释

  1. 16.441ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ — 该宾格短语用作后接不定式 ἐξαναλῦσαι 的主项宾格。分词 ἐόντα 和 πεπρωμένον 修饰 ἄνδρα,意为“一个凡人,早已被命运注定了死期”。
  2. 16.446φράζεο μή τις ἔπειτα θεῶν ἐθέλῃσι καὶ ἄλλος — 在命令式 φράζεο(“考虑,注意”)之后,接由 μή 引导的表示担忧和戒备的虚拟语气从句(ἐθέλῃσι,带荷马式长元音特征的单数第三人称现在时),表示警告:“注意免得其他神明也想要……”
  3. 16.454πέμπειν μιν θάνατόν τε φέρειν καὶ νήδυμον ὕπνον — 不定式 πέμπειν 和 φέρειν 在此用作“代命令式的不定式”,承接了上下文的命令语气。同时,θάνατόν τε... ὕπνον 作为 φέρειν 的主项宾格,构成了“宾格加不定式(A.c.I.)”结构,意为“派遣(他们),让死亡和睡眠抬走他”。
  4. 16.471παρήορος — 指套在两匹主战车马(轭马 ζύγιοι)外侧的“边马(或副马)”。这匹马战死倒地,导致车轭失去平衡,缰绳缠绕在一起。
  5. 16.481ἔρχαται — 动词 ἔργω(关闭、包围)的直陈式被动(或中动)完成时第三人称复数形式(属于史诗/爱奥尼亚方言形式,相当于 εἴργαται 或 ἐέργαται)。它的主语是复数名词 φρένες(横隔膜),描述了横隔膜包围心脏的部位。

引用这一段

荷马, 伊利亚特 §16.441-16.510. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:16.441-16.510

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。