§16.369Τρωϊκόν, οὓς ἀέκοντας ὀρυκτὴ τάφρος ἔρυκε.
特洛伊的军队,掘出的壕沟违背他们的意愿阻挡了他们。
许多拉战车的骏马在壕沟里,折断了车轴的长柄前端,把主人们的战车撇在后方。
§16.372Πάτροκλος δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων §16.373Τρωσὶ κακὰ φρονέων· οἳ δὲ ἰαχῇ τε φόβῳ τε §16.374πάσας πλῆσαν ὁδούς, ἐπεὶ ἂρ τμάγεν· ὕψι δʼ ἀέλλη §16.375σκίδναθʼ ὑπὸ νεφέων, τανύοντο δὲ μώνυχες ἵπποι §16.376ἄψορρον προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
帕特罗克洛斯紧追不舍,厉声驱使着达奈人,对特洛伊人心怀祸意;而他们伴着呼喊和恐慌,塞满了所有的道路,因为队伍已经被打散;高空处的旋风在云层下散开,单蹄的骏马们奋力朝着城市的方向奔跑,远离了战船和营帐。
§16.377Πάτροκλος δʼ ᾗ πλεῖστον ὀρινόμενον ἴδε λαόν, §16.378τῇ ῥʼ ἔχʼ ὁμοκλήσας· ὑπὸ δʼ ἄξοσι φῶτες ἔπιπτον §16.379πρηνέες ἐξ ὀχέων, δίφροι δʼ ἀνακυμβαλίαζον.
帕特罗克洛斯看见哪里人群最为混乱,就朝哪里大喊着驱车冲去;在车轴下方,人们从战车上纷纷向前翻倒,车乘随之倾覆。
§16.380ἀντικρὺ δʼ ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποι §16.381ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα, §16.382πρόσσω ἱέμενοι, ἐπὶ δʼ Ἕκτορι κέκλετο θυμός· §16.383ἵετο γὰρ βαλέειν· τὸν δʼ ἔκφερον ὠκέες ἵπποι.
骏马们径直跃过了壕沟,这些神赐给佩琉斯作为辉煌礼物的、不死的神驹,奋力向前奔腾;帕特罗克洛斯的心中也朝着赫克托尔呐喊,因他急欲将其击杀,但那匹快马却载着赫克托尔逃遁了。
§16.384ὡς δʼ ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθὼν §16.385ἤματʼ ὀπωρινῷ, ὅτε λαβρότατον χέει ὕδωρ §16.386Ζεύς, ὅτε δή ῥʼ ἄνδρεσσι κοτεσσάμενος χαλεπήνῃ, §16.387οἳ βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας, §16.388ἐκ δὲ δίκην ἐλάσωσι θεῶν ὄπιν οὐκ ἀλέγοντες· §16.389τῶν δέ τε πάντες μὲν ποταμοὶ πλήθουσι ῥέοντες, §16.390πολλὰς δὲ κλιτῦς τότʼ ἀποτμήγουσι χαράδραι, §16.391ἐς δʼ ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι §16.392ἐξ ὀρέων ἐπικάρ, μινύθει δέ τε ἔργʼ ἀνθρώπων· §16.393ὣς ἵπποι Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι.
正如在暴风雨之下,所有的黑色大地都沉重地颤抖,在秋日里宙斯倾泻下最凶猛的洪水,因他对那些人感到愤怒而施予严惩之时,他们在集会上用强权做出曲扭判决,驱逐正义且不顾神明监察;他们所有的河流都满溢奔流,山洪冲刷着许多山坡,从山顶径直流入暗紫色的海中,发出巨大的轰鸣,使得人类的农作尽毁;特洛伊的马匹奔跑时也同样发出巨大的呻吟。
§16.394Πάτροκλος δʼ ἐπεὶ οὖν πρώτας ἐπέκερσε φάλαγγας, §16.395ἂψ ἐπὶ νῆας ἔεργε παλιμπετές, οὐδὲ πόληος §16.396εἴα ἱεμένους ἐπιβαινέμεν, ἀλλὰ μεσηγὺ §16.397νηῶν καὶ ποταμοῦ καὶ τείχεος ὑψηλοῖο §16.398κτεῖνε μεταΐσσων, πολέων δʼ ἀπετίνυτο ποινήν.
帕特罗克洛斯在截断了第一批敌军的方阵后,又将他们赶回战船的方向,不准急欲回城的他们登上都城,而是在中间,战船、河流与高墙之间,来回穿梭着将他们击杀,为许多人的死复仇。
§16.399ἔνθʼ ἤτοι Πρόνοον πρῶτον βάλε δουρὶ φαεινῷ §16.400στέρνον γυμνωθέντα παρʼ ἀσπίδα, λῦσε δὲ γυῖα· §16.401δούπησεν δὲ πεσών·
在那里,他首先用闪亮的枪刺中了普罗诺俄斯,刺中了他那在盾牌旁裸露出来的胸部,使其四肢瘫软;他倒下发出重响。
ὃ δὲ Θέστορα Ἤνοπος υἱὸν §16.402δεύτερον ὁρμηθείς· ὃ μὲν εὐξέστῳ ἐνὶ δίφρῳ §16.403ἧστο ἀλείς· ἐκ γὰρ πλήγη φρένας, ἐκ δʼ ἄρα χειρῶν §16.404ἡνία ἠΐχθησαν·
接着,他冲向埃诺普斯之子特斯托尔,后者正蜷缩在打磨光滑的战车里;因为他的心灵因恐惧而瘫痪,手缰从手中滑落。
ὃ δʼ ἔγχεϊ νύξε παραστὰς §16.405γναθμὸν δεξιτερόν, διὰ δʼ αὐτοῦ πεῖρεν ὀδόντων, §16.406ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος, ὡς ὅτε τις φὼς §16.407πέτρῃ ἔπι προβλῆτι καθήμενος ἱερὸν ἰχθὺν §16.408ἐκ πόντοιο θύραζε λίνῳ καὶ ἤνοπι χαλκῷ· §16.409ὣς ἕλκʼ ἐκ δίφροιο κεχηνότα δουρὶ φαεινῷ, §16.410κὰδ δʼ ἄρʼ ἐπὶ στόμʼ ἔωσε· πεσόντα δέ μιν λίπε θυμός.
帕特罗克洛斯站在近旁,用枪刺中了他,刺中了他的右颌,穿过了他的牙齿;他握着长枪,将他拖过战车的边缘,正如一个人坐在突出的岩石上,用线绳和闪亮的青铜针将一条神圣的鱼从海里钓起;他就这样用闪亮的枪将张着嘴的特斯托尔拉出战车,使他向前扑倒;他倒下时,生命便离开了他。
§16.411αὐτὰρ ἔπειτʼ Ἐρύλαον ἐπεσσύμενον βάλε πέτρῳ §16.412μέσσην κὰκ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη §16.413ἐν κόρυθι βριαρῇ· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ §16.414κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.
接着,他用一块石头砸向冲过来的埃里劳斯,砸向他的头部正中;在他的沉重头盔内,头颅被彻底砸成两半;他向前扑倒在地上,摧毁灵魂的死亡将他笼罩。
§16.415αὐτὰρ ἔπειτʼ Ἐρύμαντα καὶ Ἀμφοτερὸν καὶ Ἐπάλτην §16.416Τληπόλεμόν τε Δαμαστορίδην Ἐχίον τε Πύριν τε §16.417Ἰφέα τʼ Εὔιππόν τε καὶ Ἀργεάδην Πολύμηλον §16.418πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.
接着,埃里马斯、安菲特罗斯、埃帕尔特斯,以及达马斯托尔之子特勒波莱莫斯、埃基俄斯、皮里斯,还有伊斐乌斯、埃伊波斯和阿尔格亚斯之子聚梅洛斯,他将他们一个接一个地击倒在滋育万物的土地上。
§16.419Σαρπηδὼν δʼ ὡς οὖν ἴδʼ ἀμιτροχίτωνας ἑταίρους §16.420χέρσʼ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμέντας, §16.421κέκλετʼ ἄρʼ ἀντιθέοισι καθαπτόμενος Λυκίοισιν· §16.422αἰδὼς ὦ Λύκιοι·
萨尔佩冬一见自己那些身穿无带短衣的同伴们在墨诺提俄斯之子帕特罗克洛斯的手下战败,便大声呵斥神一般的吕基亚人: “羞耻啊,吕基亚人!
πόσε φεύγετε;
你们往哪里逃?
νῦν θοοὶ ἔστε.
现在展现你们的迅捷吧。
§16.423ἀντήσω γὰρ ἐγὼ τοῦδʼ ἀνέρος, ὄφρα δαείω §16.424ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε §16.425Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν.
我将前去迎战此人,好让我知道这个如此强大、已给特洛伊人带来诸多灾祸的人到底是谁,因为他已经让许多杰出的勇士双膝瘫软。
§16.426ἦ ῥα, καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
” 他说罢,便穿着铠甲从战车上跳落到地面。
§16.427Πάτροκλος δʼ ἑτέρωθεν ἐπεὶ ἴδεν ἔκθορε δίφρου.
另一边的帕特罗克洛斯一见此景,也从战车上跳了下来。
§16.428οἳ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι §16.429πέτρῃ ἐφʼ ὑψηλῇ μεγάλα κλάζοντε μάχωνται, §16.430ὣς οἳ κεκλήγοντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν.
正如爪曲嘴弯的秃鹫在高耸的岩石上尖声撕打,他们也伴着大声的呼喊冲向彼此。
§16.431τοὺς δὲ ἰδὼν ἐλέησε Κρόνου πάϊς ἀγκυλομήτεω, §16.432Ἥρην δὲ προσέειπε κασιγνήτην ἄλοχόν τε· §16.433ὤ μοι ἐγών, ὅ τέ μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν §16.434μοῖρʼ ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι.
看到他们,那深谋远虑的克罗诺斯之子心生怜悯,对他的妹妹兼妻子赫拉说道: “哀哉我命,我最钟爱的人萨尔佩冬,注定要战败在墨诺提俄斯之子帕特罗克洛斯的手下。