Humanitext Reader

荷马 · 伊利亚特 §15.133-15.197

宙斯的撤退命令与波塞冬的抗议

第 131 段,共 226 段 · 希腊语

内容简介

雅典娜安抚阿瑞斯并使其归座,赫拉派阿波罗和伊里斯去见宙斯。伊里斯向波塞冬传达了宙斯令其退出战场的命令,波塞冬愤怒地重申三兄弟地位平等。

§15.133ἂψ ἴμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκῃ, §15.134αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι;
再次返回奥林波斯,即使你在被迫之下深感痛苦,还要给我们其余所有人带来巨大的灾难吗?
§15.135αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς §15.136λείψει, ὃ δʼ ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον, §15.137μάρψει δʼ ἑξείης ὅς τʼ αἴτιος ὅς τε καὶ οὐκί.
因为他会立刻丢下高傲的特洛伊人和阿开亚人,来到奥林波斯,在我们之中制造混乱,并会接连抓住我们,无论是有罪的还是无辜的。
§15.138τώ σʼ αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος· §15.139ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνων §15.140ἢ πέφατʼ, ἢ καὶ ἔπειτα πεφήσεται· ἀργαλέον δὲ §15.141πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε.
因此我现在要求你平息因儿子而起的怒火;因为已经有许多在力量和武艺上强于他的人被杀,或者此后将被杀;要保全所有人类的血统和子孙是一件极其困难的事。
§15.142ὣς εἰποῦσʼ ἵδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα.
” 她这样说着,让暴躁的阿瑞斯坐在他的宝座上。
§15.143Ἥρη δʼ Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς §15.144Ἶρίν θʼ, ἥ τε θεοῖσι μετάγγελος ἀθανάτοισι, §15.145καί σφεας φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· §15.146Ζεὺς σφὼ εἰς Ἴδην κέλετʼ ἐλθέμεν ὅττι τάχιστα· §15.147αὐτὰρ ἐπὴν ἔλθητε, Διός τʼ εἰς ὦπα ἴδησθε, §15.148ἕρδειν ὅττί κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ.
赫拉则把阿波罗和伊里斯召唤到殿外,伊里斯是不死众神之间的使者,赫拉对他们说话,吐露了羽翼般的言辞: “宙斯命令你们两个尽快前往伊达山;但当你们抵达,并面见宙斯之后,凡是他督促和命令你们的事,你们都要照办。
§15.149ἣ μὲν ἄρʼ ὣς εἰποῦσα πάλιν κίε πότνια Ἥρη, §15.150ἕζετο δʼ εἰνὶ θρόνῳ· τὼ δʼ ἀΐξαντε πετέσθην.
” 尊贵的赫拉说完便转身走回,坐在自己的宝座上;那两个神便飞身离去。
§15.151Ἴδην δʼ ἵκανον πολυπίδακα μητέρα θηρῶν, §15.152εὗρον δʼ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ §15.153ἥμενον· ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο.
他们来到了多泉的、野兽之母伊达山,发现目光远大的克罗诺斯之子正坐在加尔加鲁斯的山顶上;他的周围环绕着一圈芬芳的云雾。
§15.154τὼ δὲ πάροιθʼ ἐλθόντε Διὸς νεφεληγερέταο §15.155στήτην· οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ, §15.156ὅττί οἱ ὦκʼ ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην.
他们两个来到了集云者宙斯的面前,并排站立;宙斯看见他们,心中并未动怒,因为他们迅速顺从了他亲爱妻子的命令。
§15.157Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα· §15.158βάσκʼ ἴθι Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτι §15.159πάντα τάδʼ ἀγγεῖλαι, μὴ δὲ ψευδάγγελος εἶναι.
他首先对伊里斯吐露了羽翼般的言辞: “去吧,快捷的伊里斯,向波塞冬主宰传达所有这些话,切莫做一个传递假信的使者。
§15.160παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο §15.161ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.
命令他停止战斗与战争,回到众神之列,或者回到神圣的大海之中。
§15.162εἰ δέ μοι οὐκ ἐπέεσσʼ ἐπιπείσεται, ἀλλʼ ἀλογήσει, §15.163φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν §15.164μή μʼ οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ §15.165μεῖναι, ἐπεί εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι §15.166καὶ γενεῇ πρότερος· τοῦ δʼ οὐκ ὄθεται φίλον ἦτορ §15.167ἶσον ἐμοὶ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.
但如果他不听从我的话,而是置之不理,那么让他在自己好生在心智和灵魂中考虑,即便他再强大,是否也不敢等待我并与我对峙,因为我声称自己在力量上远胜于他,在长幼上也长于他;而他那亲爱的心却毫不畏惧,竟敢自称与我等同,要知道连其他神明都畏惧我。
§15.168ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις, §15.169βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.
” 他这样说,捷足风行的伊里斯并未违抗,而是从伊达山脉下到神圣的伊利翁。
§15.170ὡς δʼ ὅτʼ ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα §15.171ψυχρὴ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο, §15.172ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις,
犹如冷雪或冰雹在晴空所生的北风猛吹之下,从云端飘落一般,快捷的伊里斯便如此迅速、满怀渴望地飞翔。
§15.173ἀγχοῦ δʼ ἱσταμένη προσέφη κλυτὸν ἐννοσίγαιον· §15.174ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα §15.175ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο.
她站在近旁,对名声显赫的震地神说道: “执掌大地者、黑发之神啊,我为你带来一个信儿,我是从执盾者宙斯那里来到这里的。
§15.176παυσάμενόν σʼ ἐκέλευσε μάχης ἠδὲ πτολέμοιο §15.177ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.
他命令你停止战斗与战争,回到众神之列,或者回到神圣的大海之中。
§15.178εἰ δέ οἱ οὐκ ἐπέεσσʼ ἐπιπείσεαι, ἀλλʼ ἀλογήσεις, §15.179ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων §15.180ἐνθάδʼ ἐλεύσεσθαι· σὲ δʼ ὑπεξαλέασθαι ἄνωγε §15.181χεῖρας, ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναι §15.182καὶ γενεῇ πρότερος· σὸν δʼ οὐκ ὄθεται φίλον ἦτορ §15.183ἶσόν οἱ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.
但如果你不听从他的话,而是置之不理,他威胁说自己也将亲自来到这里,与你直接对阵;他命令你避开他的双手,因为他声称自己在力量上远胜于你,在长幼上也长于你;而你那亲爱的心却毫不畏惧,竟敢自称与他等同,要知道连其他神明都畏惧他。
§15.184τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος· §15.185ὢ πόποι ἦ ῥʼ ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν
” 名声显赫的震地神听后大为震怒,对她说道: “天哪!
§15.186εἴ μʼ ὁμότιμον ἐόντα βίῃ ἀέκοντα καθέξει.
即使他很强大,也说出了过于狂妄的话,如果他要强行压制与他地位平等的我,违背我的意愿。
§15.187τρεῖς γάρ τʼ ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο Ῥέα §15.188Ζεὺς καὶ ἐγώ, τρίτατος δʼ Ἀΐδης ἐνέροισιν ἀνάσσων.
因为我们是克罗诺斯所生、瑞亚所产的三兄弟,宙斯、我,还有第三位统治冥界死者的哈德斯。
§15.189τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δʼ ἔμμορε τιμῆς· §15.190ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ §15.191παλλομένων, Ἀΐδης δʼ ἔλαχε ζόφον ἠερόεντα, §15.192Ζεὺς δʼ ἔλαχʼ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι· §15.193γαῖα δʼ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.
万物被分为三份,每个人都分得了自的名誉;确实,当摇签时,我分得了永远居住在白浪滔滔的海洋中,哈德斯分得了阴暗的冥界,宙斯分得了在以太和云雾中的辽阔天空;而大地和高耸的奥林波斯依然是所有人共有的。
§15.194τώ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλος §15.195καὶ κρατερός περ ἐὼν μενέτω τριτάτῃ ἐνὶ μοίρῃ.
因此,我绝不按照宙斯的意愿生活,让他安静地、哪怕他很强大,也留在属于他自己的三分之一的领地里。
§15.196χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω· §15.197θυγατέρεσσιν γάρ τε καὶ υἱάσι βέλτερον εἴη
他也休想用他的双手把我当成懦夫一样吓唬;因为这对于他自己的女儿和儿子来说会更好……”

词汇与语法注释

  1. §15.133ἂψ ἴμεν — 依赖于前一行(第132行)的动词 ἐθέλεις(想要)的补充不定式,与前一分句的分词共同构成反问:“难道你想要在自己遭受了许多灾难之后,再返回奥林波斯……?”
  2. §15.164μή μʼ οὐδὲ ... ταλάσσῃ — 由第163行的 φραζέσθω(仔细考虑)引导的表示担忧/戒备的从句,使用虚拟语气 ταλάσσῃ。双重否定 μὴ οὐδὲ 表达一种否定的担忧,意为“(应该戒备)即使他再强大,也不敢等待我并与我对峙”。
  3. §15.194βέομαι — 荷马史诗中特有的古老动词形式,通常具有将来时意义“我将生存”。在此处它表达了波塞冬强烈的独立意志:“我绝不按照宙斯的意愿生活。”

引用这一段

荷马, 伊利亚特 §15.133-15.197. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:15.133-15.197

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。