§14.447οὖτα κατὰ λαπάρην· ὃ δʼ ἀνετράπετʼ, ἀμφὶ δʼ ἄρʼ αὐτῷ §14.448Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.
刺中了他的胁腹;他随即向后倒下,而围着他,特洛伊人和达那奥斯人展开了激烈的乱战。
§14.449τῷ δʼ ἐπὶ Πουλυδάμας ἐγχέσπαλος ἦλθεν ἀμύντωρ §14.450Πανθοΐδης, βάλε δὲ Προθοήνορα δεξιὸν ὦμον §14.451υἱὸν Ἀρηϊλύκοιο, διʼ ὤμου δʼ ὄβριμον ἔγχος §14.452ἔσχεν, ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
此时,手执长枪的潘托斯之子普利达马斯前来保护他,他击中了普罗索埃诺耳的右肩,那是阿雷伊卢科斯之子,沉重的长枪穿透了他的肩膀;他跌倒在尘埃中,用手掌抓着土地。
§14.453Πουλυδάμας δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας· §14.454οὐ μὰν αὖτʼ ὀΐω μεγαθύμου Πανθοΐδαο §14.455χειρὸς ἄπο στιβαρῆς ἅλιον πηδῆσαι ἄκοντα, §14.456ἀλλά τις Ἀργείων κόμισε χροΐ, καί μιν ὀΐω §14.457αὐτῷ σκηπτόμενον κατίμεν δόμον Ἄϊδος εἴσω.
普利达马斯大声狂呼,极其狂妄地炫耀道: “我绝不相信,从心胸宽广的潘托斯之子这强健的双手中射出的投枪是白白飞出的,倒不如说,阿耳戈斯人中有人用身体迎受了它,我意料他定会扶着它当做拐杖,走向哈得斯的府邸。
§14.458ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο· §14.459Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε §14.460τῷ Τελαμωνιάδῃ· τοῦ γὰρ πέσεν ἄγχι μάλιστα.
” 他这样说,阿耳戈斯人因他的炫耀而感到悲痛;这也最强烈地激起了斗志昂扬的大埃阿斯、即忒拉蒙之子的怒火,因为死者正是倒在离他最近的地方。
§14.461καρπαλίμως δʼ ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ.
大埃阿斯随即朝着正在退却的普利达马斯投出了闪亮的枪。
§14.462Πουλυδάμας δʼ αὐτὸς μὲν ἀλεύατο κῆρα μέλαιναν §14.463λικριφὶς ἀΐξας, κόμισεν δʼ Ἀντήνορος υἱὸς §14.464Ἀρχέλοχος· τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον.
普利达马斯本人侧身一闪,躲过了漆黑的死神;但安特诺耳之子阿耳克洛科斯承受了这一击,因为神明已为他注定了毁灭。
§14.465τόν ῥʼ ἔβαλεν κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ, §14.466νείατον ἀστράγαλον, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε· §14.467τοῦ δὲ πολὺ προτέρη κεφαλὴ στόμα τε ῥῖνές τε §14.468οὔδεϊ πλῆντʼ ἤ περ κνῆμαι καὶ γοῦνα πεσόντος.
大埃阿斯击中了他头部与颈部相接的地方,即最上方的脊椎骨,切断了双侧的肌腱;他倒下时,他的头、口、鼻碰触地面的时间远比他的小腿和双膝要早。
§14.469Αἴας δʼ αὖτʼ ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι· §14.470φράζεο Πουλυδάμα καί μοι νημερτὲς ἐνίσπες §14.471ἦ ῥʼ οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαι §14.472ἄξιος;
埃阿斯于是朝着完美的普利达马斯高声喊道: “想一想,普利达马斯,并对我说句真话:难道这个男人不值得被杀,来抵偿普罗索埃诺耳的命吗?
οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ, §14.473ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιο §14.474ἢ πάϊς· αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει.
在我看来,他既不懦弱,也不是懦夫的后代,他大概是驯马者安特诺耳的兄弟,或者是他的儿子;因为他的长相与那人最为相似。
§14.475ἦ ῥʼ εὖ γιγνώσκων, Τρῶας δʼ ἄχος ἔλλαβε θυμόν.
” 他其实心知肚明才这样说,而特洛伊人的心中却充满了悲痛。
§14.476ἔνθʼ Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρὶ §14.477ἀμφὶ κασιγνήτῳ βεβαώς· ὃ δʼ ὕφελκε ποδοῖιν.
此时,阿卡马斯刺中了波伊奥提亚人普罗马科斯,当时他正守护在兄弟的遗体旁,而普罗马科斯正拖着那遗体的双脚。
阿卡马斯对着他大声呐喊,极其狂妄地炫耀道: “阿耳戈斯人,只懂射箭的家伙,贪得无厌地发出威胁的懦夫!
§14.480οὔ θην οἴοισίν γε πόνος τʼ ἔσεται καὶ ὀϊζὺς §14.481ἡμῖν, ἀλλά ποθʼ ὧδε κατακτενέεσθε καὶ ὔμμες.
劳苦和灾难绝非唯独由我们承受,你们也迟早会像这样被屠杀。
§14.482φράζεσθʼ ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει §14.483ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ §14.484δηρὸν ἄτιτος ἔῃ· τὼ καί κέ τις εὔχεται ἀνὴρ §14.485γνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι.
看看你们的普罗马科斯,他正被我的长枪征服而长眠,免得我兄弟的血债长期没有得到偿还;因此人人人祈求在自家的府邸里留下血亲,作为抵御灾祸的卫士。
§14.486ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο· §14.487Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·
” 他这样说,阿耳戈斯人因他的炫耀而感到悲痛;这也最强烈地激起了斗志昂扬的佩内勒奥斯的怒火。
§14.488ὁρμήθη δʼ Ἀκάμαντος· ὃ δʼ οὐχ ὑπέμεινεν ἐρωὴν §14.489Πηνελέωο ἄνακτος· ὃ δʼ οὔτασεν Ἰλιονῆα §14.490υἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλιστα §14.491Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε· §14.492τῷ δʼ ἄρʼ ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα.
他向阿卡马斯冲去;但阿卡马斯未能抵挡住王者佩内勒奥斯的冲锋;于是佩内勒奥斯刺中了伊利奥纽斯,他是拥有众多羊群的珀耳巴斯之子,在特洛伊人中,赫耳墨斯最钟爱珀耳巴斯,并赐予他财富;而他的母亲只为珀耳巴斯生下了独子伊利奥纽斯。
§14.493τὸν τόθʼ ὑπʼ ὀφρύος οὖτα κατʼ ὀφθαλμοῖο θέμεθλα, §14.494ἐκ δʼ ὦσε γλήνην· δόρυ δʼ ὀφθαλμοῖο διὰ πρὸ §14.495καὶ διὰ ἰνίου ἦλθεν, ὃ δʼ ἕζετο χεῖρε πετάσσας §14.496ἄμφω· Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ §14.497αὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμᾶζε §14.498αὐτῇ σὺν πήληκι κάρη· ἔτι δʼ ὄβριμον ἔγχος §14.499ἦεν ἐν ὀφθαλμῷ· ὃ δὲ φὴ κώδειαν ἀνασχὼν §14.500πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα· §14.501εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος §14.502πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν· §14.503οὐδὲ γὰρ ἣ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο §14.504ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται, ὁππότε κεν δὴ §14.505ἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι Ἀχαιῶν.
当时,佩内勒奥斯刺中了他眉毛下方眼球的根部,挤出了他的眼珠;长枪直接穿透了眼眶,并穿过了后脑勺,他摊开双手,委顿地坐了下去;佩内勒奥斯拔出锐利的宝剑,砍在脖子正中,连同头盔一起,把头颅削落在地;沉重的长枪依然插在眼眶中;他像举着一个罂粟头一样把它挑起,向特洛伊人展示,并得意地夸口道: “特洛伊人啊,替我向高贵的伊利奥纽斯那亲爱的父亲和母亲转告,让他们在府邸中哀悼吧;因为阿勒革诺耳之子普罗马科斯的妻子同样无法在亲爱的丈夫归来时欢欣鼓舞,当有一天我们阿开亚人的青年,乘着战船从特洛伊回归之时。
§14.506ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα, §14.507πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.
” 他这样说,颤抖随即袭遍了他们所有人的肢体,每个人都向四周张望,企图寻找逃脱这毁灭性死亡的退路。
§14.508ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι §14.509ὅς τις δὴ πρῶτος βροτόεντʼ ἀνδράγριʼ Ἀχαιῶν §14.510ἤρατʼ, ἐπεί ῥʼ ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος.
居住在奥林波斯高堂的缪斯女神们啊,现在请告诉我,在著名的震地神改变了战局之后,阿开亚人中是谁最先夺取了染血的敌军战利品。
§14.511Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα §14.512Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων· §14.513Φάλκην δʼ Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε· §14.514Μηριόνης δὲ Μόρυν τε καὶ Ἱπποτίωνα κατέκτα, §14.515Τεῦκρος δὲ Προθόωνά τʼ ἐνήρατο καὶ Περιφήτην· §14.516Ἀτρεΐδης δʼ ἄρʼ ἔπειθʼ Ὑπερήνορα ποιμένα λαῶν §14.517οὖτα κατὰ λαπάρην, διὰ δʼ ἔντερα χαλκὸς ἄφυσσε §14.518δῃώσας· ψυχὴ δὲ κατʼ οὐταμένην ὠτειλὴν §14.519ἔσσυτʼ ἐπειγομένη, τὸν δὲ σκότος ὄσσε κάλυψε.
忒拉蒙之子大埃阿斯最先刺中了许尔提奥斯,他是居尔提阿斯之子,强悍的缪西亚人的领袖;安提洛科斯剥去了法尔克斯和墨耳墨罗斯的武具;梅里奥内斯杀死了莫律斯和希波提翁;特克罗斯杀死了普罗索翁和佩里斐特斯;随后,阿特柔斯之子刺中了人民的牧者许珀勒诺耳的胁腹,青铜武器残忍地切断并带出了他的内脏;灵魂从那受创的伤口急促地逸出,黑暗笼罩了他的双眼。