Humanitext Reader

ホメロス · イリアス §14.375-14.446

大アイアスの投石によるヘクトルの負傷

127 / 226 箇所 · ギリシア語

要旨

ポセイドンがギリシア軍を先導し、両軍の間で激しい戦闘が始まる。大アイアスが投げた石がヘクトルに直撃し、ヘクトルは重傷を負って戦場から運び出され、ギリシア軍が勢いづく。

§14.375Ἕκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα.
プリアモスの息子ヘクトルが、いかに熱望していようとも、持ち堪えることはもはやできまい。
§14.376ὃς δέ κʼ ἀνὴρ μενέχαρμος, ἔχει δʼ ὀλίγον σάκος ὤμῳ, §14.377χείρονι φωτὶ δότω, ὃ δʼ ἐν ἀσπίδι μείζονι δύτω.
」「戦いに踏みとどまる男で、肩に小さな盾を持つ者は、それをより劣る男に与え、自身はより大きな盾に入るがよい。
§14.378ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·
」こうして彼は語り、彼らは彼の言うことをよく聞き、それに従った。
§14.379τοὺς δʼ αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ §14.380Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων·
傷を負っていたにもかかわらず、王たち自身、すなわちテュデウスの子、オデュッセウス、アトレウスの子アガメムノンが彼らを整列させた。
§14.381οἰχόμενοι δʼ ἐπὶ πάντας ἀρήϊα τεύχεʼ ἄμειβον·
彼らは全員のところを巡って、武具を交換させた。
§14.382ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε, χέρεια δὲ χείρονι δόσκεν.
優れた者は優れた武具を身につけ、劣る武具をより劣る者に与えた。
§14.383αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκὸν §14.384βάν ῥʼ ἴμεν·
そして彼らがきらめく青銅を身にまとうと、進み始めた。
ἦρχε δʼ ἄρά σφι Ποσειδάων ἐνοσίχθων
地を揺るがすポセイドンが彼らを先導した。
§14.385δεινὸν ἄορ τανύηκες ἔχων ἐν χειρὶ παχείῃ §14.386εἴκελον ἀστεροπῇ·
たくましい手に、恐ろしく長い刃の剣を持ち、それは稲妻のようであった。
τῷ δʼ οὐ θέμις ἐστὶ μιγῆναι §14.387ἐν δαῒ λευγαλέῃ, ἀλλὰ δέος ἰσχάνει ἄνδρας.
悲惨な戦いにおいてそれと刃を交えることは許されず、ただ恐怖が男たちを引き止める。
§14.388Τρῶας δʼ αὖθʼ ἑτέρωθεν ἐκόσμει φαίδιμος Ἕκτωρ.
一方、反対側では輝かしいヘクトルがトロイア人を整列させた。
§14.389δή ῥα τότʼ αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσαν §14.390κυανοχαῖτα Ποσειδάων καὶ φαίδιμος Ἕκτωρ,
その時まさに、戦いの最も恐ろしい不和の糸を、黒髪のポセイドンと輝かしいヘクトルが引き伸ばした。
§14.391ἤτοι ὃ μὲν Τρώεσσιν, ὃ δʼ Ἀργείοισιν ἀρήγων.
一方はトロイア人を、他方はアルゴス人を助けつつ。
§14.392ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τε §14.393Ἀργείων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.
海はアルゴス人の小屋や船に向かって打ち寄せ、彼らは大いなる鬨の声とともに激突した。
§14.394οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσον §14.395ποντόθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ·
海の波も、これほど大きな音を立てて陸地に打ち寄せることはない、冷酷なボレアスの息吹によって沖から巻き起こされるときでさえ。
§14.396οὔτε πυρὸς τόσσός γε ποτὶ βρόμος αἰθομένοιο §14.397οὔρεος ἐν βήσσῃς, ὅτε τʼ ὤρετο καιέμεν ὕλην·
これほど激しい燃え盛る火の轟音もない、山林を焼き払おうと燃え上がるときの、山の谷間における。
§14.398οὔτʼ ἄνεμος τόσσόν γε περὶ δρυσὶν ὑψικόμοισι §14.399ἠπύει, ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων, §14.400ὅσση ἄρα Τρώων καὶ Ἀχαιῶν ἔπλετο φωνὴ §14.401δεινὸν ἀϋσάντων, ὅτʼ ἐπʼ ἀλλήλοισιν ὄρουσαν.
風も、これほど大きくこんもりとした樫の木々の周りでうなりはしない、怒り狂って最も激しく咆え猛るときでさえ、それほどに、トロイア人とアカイア人の声は大きかった、彼らが互いに襲いかかったとき、恐ろしく叫んだその声は。
§14.402Αἴαντος δὲ πρῶτος ἀκόντισε φαίδιμος Ἕκτωρ
最初に、輝かしいヘクトルがアイアスに向けて槍を投げた。
§14.403ἔγχει, ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ, οὐδʼ ἀφάμαρτε,
アイアスが彼に真っ直ぐ向いていたからである。
§14.404τῇ ῥα δύω τελαμῶνε περὶ στήθεσσι τετάσθην,
そして外さなかった、胸の周りに二本の吊り紐が張られていた、まさにその場所を。
§14.405ἤτοι ὃ μὲν σάκεος, ὃ δὲ φασγάνου ἀργυροήλου·
一方は盾の、他方は銀の鋲を打った剣のものであった。
§14.406τώ οἱ ῥυσάσθην τέρενα χρόα.
この二つが彼の柔らかな肌を守った。
χώσατο δʼ Ἕκτωρ, §14.407ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,
ヘクトルは激怒した、彼の放った素早い武器が、手から虚しく去って行ったことに。
§14.408ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.
そして死を避けるために、戦友たちの群れの中へと退いた。
§14.409τὸν μὲν ἔπειτʼ ἀπιόντα μέγας Τελαμώνιος Αἴας §14.410χερμαδίῳ, τά ῥα πολλὰ θοάων ἔχματα νηῶν §14.411πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο, τῶν ἓν ἀείρας §14.412στῆθος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δειρῆς,
退き行く彼に、テラモンの子大アイアスが、石で(それらは素早い船を支える輪止めとして、多くが戦う者たちの足元に転がっていたのだが)、その中の一つを持ち上げ、盾の縁の上、首の近くの胸を打った。
§14.413στρόμβον δʼ ὣς ἔσσευε βαλών, περὶ δʼ ἔδραμε πάντῃ.
それを投げつけると、独楽のように彼を回転させ、彼はあちこちを回り転げた。
§14.414ὡς δʼ ὅθʼ ὑπὸ πληγῆς πατρὸς Διὸς ἐξερίπῃ δρῦς §14.415πρόρριζος, δεινὴ δὲ θεείου γίγνεται ὀδμὴ §14.416ἐξ αὐτῆς, τὸν δʼ οὔ περ ἔχει θράσος ὅς κεν ἴδηται §14.417ἐγγὺς ἐών, χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνός,
父なるゼウスの打撃によって、樫の木が根こそぎ倒れ、それから恐ろしい硫黄の臭いが立ち上り、近くにいてそれを見る者には、もはや勇気は残らない、偉大なるゼウスの雷は恐るべきものだからである。
§14.418ὣς ἔπεσʼ Ἕκτορος ὦκα χαμαὶ μένος ἐν κονίῃσι·
そのように、ヘクトルの力はたちまち塵の中に倒れ伏した。
§14.419χειρὸς δʼ ἔκβαλεν ἔγχος, ἐπʼ αὐτῷ δʼ ἀσπὶς ἑάφθη §14.420καὶ κόρυς, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
手から槍を落とし、彼の上に盾が重なり、兜も落ち、彼の周りで青銅をあしらった精巧な武具が音を立てた。
§14.421οἳ δὲ μέγα ἰάχοντες ἐπέδραμον υἷες Ἀχαιῶν §14.422ἐλπόμενοι ἐρύεσθαι, ἀκόντιζον δὲ θαμειὰς §14.423αἰχμάς·
アカイア人の息子たちは大声を上げて駆け寄り、彼を引きずり込もうと望み、密集した槍を投げかけた。
ἀλλʼ οὔ τις ἐδυνήσατο ποιμένα λαῶν §14.424οὐτάσαι οὐδὲ βαλεῖν·
しかし、誰も民の牧者を傷つけることも、射当てることもできなかった。
πρὶν γὰρ περίβησαν ἄριστοι §14.425Πουλυδάμας τε καὶ Αἰνείας καὶ δῖος Ἀγήνωρ §14.426Σαρπηδών τʼ ἀρχὸς Λυκίων καὶ Γλαῦκος ἀμύμων.
その前に、最も優れた勇士たちが彼を囲んだからである、プーリュダマス、アイネイアス、神のごときアゲノール、リュキア人の指導者サルペドン、そして非のうちどころのないグラウコスが。
§14.427τῶν δʼ ἄλλων οὔ τίς εὑ ἀκήδεσεν, ἀλλὰ πάροιθεν §14.428ἀσπίδας εὐκύκλους σχέθον αὐτοῦ.
他のは誰も彼をないがしろにせず、彼の前に円い盾をかざした。
τὸν δʼ ἄρʼ ἑταῖροι §14.429χερσὶν ἀείραντες φέρον ἐκ πόνου, ὄφρʼ ἵκεθʼ ἵππους
戦友たちは彼を両手で抱え上げ、戦いの労苦から運び出し、ついに快速の馬たちのところへ着いた。
§14.430ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο §14.431ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλʼ ἔχοντες·
それらの馬は、御者と精巧な戦車を伴って、戦いと戦争の背後に控えていた。
§14.432οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα.
彼らは彼を、重いため息をつく彼を、市街の方へと運んで行った。
§14.433ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο §14.434Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς, §14.435ἔνθά μιν ἐξ ἵππων πέλασαν χθονί, κὰδ δέ οἱ ὕδωρ §14.436χεῦαν·
しかし、彼らが美しく流れる川、不滅のゼウスがもうけた、渦巻くクサンドス川の渡し場に着いたとき、彼らは彼を戦車から下ろして地面に横たえ、彼に水を注いだ。
ὃ δʼ ἀμπνύνθη καὶ ἀνέδρακεν ὀφθαλμοῖσιν, §14.437ἑζόμενος δʼ ἐπὶ γοῦνα κελαινεφὲς αἷμʼ ἀπέμεσσεν·
彼は息を吹き返し、目を見開いて見上げ、膝をついて座り、黒い血を吐き出した。
§14.438αὖτις δʼ ἐξοπίσω πλῆτο χθονί, τὼ δέ οἱ ὄσσε §14.439νὺξ ἐκάλυψε μέλαινα·
そして再び後ろへと地に倒れ伏し、彼の両目を黒い夜が覆った。
βέλος δʼ ἔτι θυμὸν ἐδάμνα.
打撃がなおも彼の心を圧倒していた。
§14.440Ἀργεῖοι δʼ ὡς οὖν ἴδον Ἕκτορα νόσφι κιόντα §14.441μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.
アルゴス人たちは、ヘクトルが遠ざかって行くのを見ると、いっそう激しくトロイア人に襲いかかり、戦いの喜びを思い起こした。
§14.442ἔνθα πολὺ πρώτιστος Ὀϊλῆος ταχὺς Αἴας §14.443Σάτνιον οὔτασε δουρὶ μετάλμενος ὀξυόεντι
そこで、オイレウスの子快速アイアスが、誰よりも真っ先に、飛びかかって、鋭い槍でサトニオスを突き刺した。
§14.444Ἠνοπίδην, ὃν ἄρα νύμφη τέκε νηῒς ἀμύμων
ヘノプスの子を。
§14.445Ἤνοπι βουκολέοντι παρʼ ὄχθας Σατνιόεντος.
彼を、非のうちどころのない川の精が、サトニオエイス川の岸辺で牛を追っていたヘノプスに産んだのであった。
§14.446τὸν μὲν Ὀϊλιάδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν
彼のもとへ、オイレウスの子、槍で名高きアイアスが近づき、

語釈・文法注

  1. 14.375Ἕκτορα... μενέειν — 14.374行の「οὐδʼ ἔτι φημὶ」(そして私は思わない)に導かれる対格不定詞構文。文法上の主語「Ἕκτορα」を修飾する分詞「μεμαῶτα」も、主格ではなく対格をとって一致している。「ヘクトルが強く望んでいるとはいえ持ち堪えられるとは私は思わない」という意味を表す。
  2. 14.386τῷ δʼ οὐ θέμις ἐστὶ μιγῆναι — 不定詞「μιγῆναι」(μείγνυμι のアオリスト受動不定詞)は、ここでは「戦いで刃を交える」「接近して接触する」という意味。ポセイドンが手にする稲妻のような神の剣に対して、人間が物理的に対抗することは世界の掟・天理(θέμις)に反しており、不可能であることを示している。
  3. 14.413στρόμβον δʼ ὣς ἔσσευε — 動詞「ἔσσευε」(σεύω の過去形、「急激に動かす」「スピンさせる」)の直接目的語はヘクトル(直前の文脈)。投げつけられた重い石の衝撃により、彼が「独楽(στρόμβον)のように」激しく回転させられたことを示す。続く「περί δʼ ἔδραμε」は、彼自身がその場で回転しながら崩れ落ちる様を描写している。

この箇所を引用する

ホメロス, イリアス §14.375-14.446. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:14.375-14.446

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。