Humanitext Reader

荷马 · 伊利亚特 §13.281-13.349

伊多墨纽斯等赴左翼参战与激战

第 114 段,共 226 段 · 希腊语

内容简介

伊多墨纽斯与梅里奥内斯讨论了勇士与懦夫的区别后,从营帐取来武器前往战场的左翼。当他们抵达时,一场激烈的白兵战随即爆发,而幕后则是意图相反的宙斯与波塞冬在对峙。

§13.281ἀλλὰ μετοκλάζει καὶ ἐπʼ ἀμφοτέρους πόδας ἵζει, §13.282ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει §13.283κῆρας ὀϊομένῳ, πάταγος δέ τε γίγνετʼ ὀδόντων· §13.284τοῦ δʼ ἀγαθοῦ οὔτʼ ἂρ τρέπεται χρὼς οὔτέ τι λίην §13.285ταρβεῖ, ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν, §13.286ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ· §13.287οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο.
相反地,他双腿发软,蹲在两脚之上,在他胸膛中,心脏猛烈地跳动着,因为他预感到了死亡的命运,他的牙齿也开始打颤;然而,勇敢之人的肤色既不会改变,他也不会感到过分惧怕,只要他刚一开始进入男人们的伏击圈,他只祈求能尽早加入那惨烈的战斗;在那里,甚至没有一个人能贬低你的斗志和双手。
§13.288εἴ περ γάρ κε βλεῖο πονεύμενος ἠὲ τυπείης §13.289οὐκ ἂν ἐν αὐχένʼ ὄπισθε πέσοι βέλος οὐδʼ ἐνὶ νώτῳ, §13.290ἀλλά κεν ἢ στέρνων ἢ νηδύος ἀντιάσειε §13.291πρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν.
因为即使你在战斗的劳顿中被射中或被刺伤,飞兵绝不会从后面落在你的脖颈上,也不会落在你的背部,而是会迎面击中你的胸膛或小腹,伴随着你向着最前线勇士们的交锋奋勇冲杀。
§13.292ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς §13.293ἑσταότες, μή πού τις ὑπερφιάλως νεμεσήσῃ· §13.294ἀλλὰ σύ γε κλισίην δὲ κιὼν ἕλευ ὄβριμον ἔγχος.
但是,来吧,我们不要再像小孩子一样站着说这些话,免得有人对我们产生极大的愤慨;而你,且去营帐取一柄强有力的长枪。
§13.295ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ §13.296καρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχος, §13.297βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.
他这样说,而那与迅捷的阿瑞斯不相上下的梅里奥内斯,急忙从营帐中取了一支青铜长枪,并跟随在伊多墨纽斯身后,心中极度渴望着战斗。
§13.298οἷος δὲ βροτολοιγὸς Ἄρης πόλεμον δὲ μέτεισι, §13.299τῷ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς §13.300ἕσπετο, ὅς τʼ ἐφόβησε ταλάφρονά περ πολεμιστήν· §13.301τὼ μὲν ἄρʼ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον, §13.302ἠὲ μετὰ Φλεγύας μεγαλήτορας· οὐδʼ ἄρα τώ γε §13.303ἔκλυον ἀμφοτέρων, ἑτέροισι δὲ κῦδος ἔδωκαν· §13.304τοῖοι Μηριόνης τε καὶ Ἰδομενεὺς ἀγοὶ ἀνδρῶν §13.305ἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ.
正如毁灭人类的阿瑞斯走向战场,而与他同行的还有他那既强悍又无畏的爱子福波斯,跟随在侧,他甚至能让意志坚强的战士惊恐逃窜;他们两人从色雷斯全副武装,去往埃普罗伊人那里,或是去往心胸宽广的普勒古亚斯人那里;而他们不听从双方的祈求,而是将荣耀赐予其中一方;正是以这般姿态,男人们的领袖梅里奥内斯和伊多墨纽斯,身披闪亮的青铜铠甲,向着战场走去。
§13.306τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε· §13.307Δευκαλίδη πῇ τὰρ μέμονας καταδῦναι ὅμιλον;
而梅里奥内斯首先对他开口说道: “德乌卡利翁之子啊,你究竟想突入敌群的哪个地方?
§13.308ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ, ἦ ἀνὰ μέσσους, §13.309ἦ ἐπʼ ἀριστερόφιν;
是在全军的右翼,还是在中央,或者是在左翼?
ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτω §13.310δεύεσθαι πολέμοιο κάρη κομόωντας Ἀχαιούς.
因为我认为在其他任何地方,长发阿开亚人都不至于如此缺少战力。
§13.311τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· §13.312νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι §13.313Αἴαντές τε δύω Τεῦκρός θʼ, ὃς ἄριστος Ἀχαιῶν §13.314τοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ· §13.315οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο §13.316Ἕκτορα Πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν.
” 对此,克里特人的领袖伊多墨纽斯回答说: “为了防守中央的船只,确实还有其他人,两位埃阿斯和托克罗斯,他是阿开亚人中最杰出的弓箭手,在白兵战中也同样出色;即使他非常强悍,他们也会让他尝够苦头,那急欲加入战斗的普里阿摩斯之子赫克托尔。
§13.317αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι §13.318κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους §13.319νῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε Κρονίων §13.320ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν.
即使他极度渴望战斗,想要战胜他们的力量和无可匹敌的双臂,这也是极艰难的,进而火烧战船,除非克罗诺斯之子亲自将燃烧的火把投向那些疾驰的战船。
§13.321ἀνδρὶ δέ κʼ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας, §13.322ὃς θνητός τʼ εἴη καὶ ἔδοι Δημήτερος ἀκτὴν §13.323χαλκῷ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν.
伟大的特拉蒙之子埃阿斯不会向任何男人让步,只要那人是凡人、吃着德墨忒尔的谷物,且能被青铜和巨石所伤。
§13.324οὐδʼ ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειεν §13.325ἔν γʼ αὐτοσταδίῃ· ποσὶ δʼ οὔ πως ἔστιν ἐρίζειν.
即使是对着冲锋陷阵的阿喀琉斯,他也不会让步,至少在白兵战中是如此;但若论足下神速,则绝无法与之抗衡。
§13.326νῶϊν δʼ ὧδʼ ἐπʼ ἀριστέρʼ ἔχε στρατοῦ, ὄφρα τάχιστα §13.327εἴδομεν ἠέ τῳ εὖχος ὀρέξομεν, ἦέ τις ἡμῖν.
所以,我们两人就这样朝着全军的左翼前进,以便能尽早看清是我们把荣耀让给别人,还是别人把荣耀带给我们。
§13.328ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ §13.329ἦρχʼ ἴμεν, ὄφρʼ ἀφίκοντο κατὰ στρατὸν ᾗ μιν ἀνώγει,
” 他这样说,而那与迅捷的阿瑞斯不相上下的梅里奥内斯,便一马当先,直到他们到达了伊多墨纽斯所指示的军阵。
§13.330οἳ δʼ ὡς Ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκὴν §13.331αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι, §13.332κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν· §13.333τῶν δʼ ὁμὸν ἵστατο νεῖκος ἐπὶ πρυμνῇσι νέεσσιν.
当他们看到伊多墨纽斯,其英勇犹如烈火,他自己和身穿精美铠甲的随从,他们便在人群中互相呼喊,一齐向他冲去;于是,在战船的艉部,一场共同的激战在他们之间爆发了。
§13.334ὡς δʼ ὅθʼ ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι §13.335ἤματι τῷ ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους, §13.336οἵ τʼ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην, §13.337ὣς ἄρα τῶν ὁμόσʼ ἦλθε μάχη, μέμασαν δʼ ἐνὶ θυμῷ §13.338ἀλλήλους καθʼ ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ.
正如当狂风在尖啸的劲风下奔袭,在那条道路上尘土最厚重的日子里,它们一同扬起一阵巨大的尘雾,他们的战斗也这样猛烈相撞,他们心中极其渴望着在敌群中用锋利的青铜将彼此斩杀。
§13.339ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι §13.340μακρῇς, ἃς εἶχον ταμεσίχροας· ὄσσε δʼ ἄμερδεν §13.341αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων §13.342θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν §13.343ἐρχομένων ἄμυδις· μάλα κεν θρασυκάρδιος εἴη §13.344ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδʼ ἀκάχοιτο.
这毁灭人类的战局因他们手中所握割肉的长枪而令人胆寒;那从闪耀的头盔上散发出的青铜光芒夺人眼目,以及新近擦亮的胸甲和一同涌来的耀眼盾牌;那他真是胆大包天了,如果有人在目睹这番惨烈的苦难后能感到欣喜而不伤痛。
§13.345τὼ δʼ ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιὼ §13.346ἀνδράσιν ἡρώεσσιν ἐτεύχετον ἄλγεα λυγρά.
就这样,两位意见不合的克罗诺斯之子,正为英雄般的凡人们制造着悲惨的痛苦。
§13.347Ζεὺς μέν ῥα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκην §13.348κυδαίνων Ἀχιλῆα πόδας ταχύν· οὐδέ τι πάμπαν §13.349ἤθελε λαὸν ὀλέσθαι Ἀχαιϊκὸν Ἰλιόθι πρό,
宙斯确实希望把胜利赐予特洛伊人和赫克托尔,以荣耀足下神速的阿喀琉斯;但他绝非希望阿开亚人的军队在伊利翁城前彻底覆灭,

词汇与语法注释

  1. 13.287ὄνοιτο — 带有 κεν 的选择语气(Optative)表示潜在的可能性(“无人能贬低……”)。主语是不定主语,在否定词 οὐδέ 的影响下默认为“任何人”。
  2. 13.315ἅδην ἐλόωσι — 动词 ἐλόωσι(源自 ἐλάω,“驱逐、逼迫”)与副词 ἅδην(“饱、足够地”)和宾格代词 μιν(指赫克托尔)连用,意为“他们将彻底地阻击他”或“他们将逼得他尝够苦头”,尽管他极其渴望战斗。
  3. 13.322εἴη καὶ ἔδοι — 关系从句(ὃς...)中的选择语气(εἴη 和 ἔδοι)表示假设或普遍条件(“凡是……的任何人”)。这种条件语气强调了只要对方同样是吃五谷的凡人,埃阿斯就绝不会向其让步。
  4. 13.343εἴη... γηθήσειεν — 主句中的潜在选择语气 κεν εἴη 与关系从句中的选择语气(γηθήσειεν ἀκάχοιτο)相呼应,描绘了一个假设的形象:“如果有人在目睹这番苦难后竟能感到欣喜而不伤痛,那他真是胆大包天了。”

引用这一段

荷马, 伊利亚特 §13.281-13.349. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:13.281-13.349

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。