§13.350ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον.
相反地,他是在荣耀忒提斯和她那强心壮志的儿子。
§13.351Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθὼν §13.352λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός· ἤχθετο γάρ ῥα §13.353Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.
另一方面,波塞冬前往阿耳戈斯人中激起他们的斗志,悄悄从灰白的海洋中浮现而出;因为他确实为他们被特洛伊人征服而感到悲伤,并对宙斯感到极其愤怒。
§13.354ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδʼ ἴα πάτρη, §13.355ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη.
确实,他们两人同属一个家族,源于同一祖国,但宙斯出生在先,且知晓得更多。
§13.356τώ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε, §13.357λάθρῃ δʼ αἰὲν ἔγειρε κατὰ στρατὸν ἀνδρὶ ἐοικώς.
因此,他避免公开地援助他们,而是始终悄悄地化作人形,在军中激起众人的斗志。
§13.358τοὶ δʼ ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο §13.359πεῖραρ ἐπαλλάξαντες ἐπʼ ἀμφοτέροισι τάνυσσαν §13.360ἄρρηκτόν τʼ ἄλυτόν τε, τὸ πολλῶν γούνατʼ ἔλυσεν.
他们两人将那剧烈争执与残酷战争的纽带,交错拉紧在双方阵营之上,使其无法破开也无法解脱,这夺去了许多人的膝力。
§13.361ἔνθα μεσαιπόλιός περ ἐὼν Δαναοῖσι κελεύσας §13.362Ἰδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε.
在那里,伊多墨纽斯虽已半白头发,仍向达奈人呼喊,冲入特洛伊人中,在他们中间激起恐慌。
§13.363πέφνε γὰρ Ὀθρυονῆα Καβησόθεν ἔνδον ἐόντα, §13.364ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει, §13.365ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην §13.366Κασσάνδρην ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον, §13.367ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν.
因为他杀死了那从卡贝索斯来到此处的奥特律奥内斯,他正是最近听到战争的传闻而来的,并求娶普里阿摩斯诸女中最美丽的卡珊德拉,不用聘礼,并允诺立下大功,即违背意愿地将阿开亚人的儿子们从特洛伊驱逐出去。
§13.368τῷ δʼ ὁ γέρων Πρίαμος ὑπό τʼ ἔσχετο καὶ κατένευσε §13.369δωσέμεναι· ὃ δὲ μάρναθʼ ὑποσχεσίῃσι πιθήσας.
老王普里阿摩斯对他作了允诺,并点头同意给予;而他便依仗着这些诺言奋战。
§13.370Ἰδομενεὺς δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ, §13.371καὶ βάλεν ὕψι βιβάντα τυχών· οὐδʼ ἤρκεσε θώρηξ §13.372χάλκεος, ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξε.
伊多墨纽斯用闪亮的长枪瞄准他,击中了那大步走来的他;他所佩戴的青铜胸甲未能保护他,长枪插在了他的小腹正中。
§13.373δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο φώνησέν τε· §13.374Ὀθρυονεῦ περὶ δή σε βροτῶν αἰνίζομʼ ἁπάντων §13.375εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσʼ ὑπέστης §13.376Δαρδανίδῃ Πριάμῳ· ὃ δʼ ὑπέσχετο θυγατέρα ἥν.
他倒下发出重响;伊多墨纽斯对他夸口并大声说: “奥特律奥内斯啊,在所有凡人中我确实最赞赏你,如果你真的能实现你对达耳达诺斯之子普里阿摩斯许下的所有诺言;而他也曾许诺将自己的女儿给你。
§13.377καί κέ τοι ἡμεῖς ταῦτά γʼ ὑποσχόμενοι τελέσαιμεν, §13.378δοῖμεν δʼ Ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστην §13.379Ἄργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν §13.380Ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον.
我们也可以对你做出这般许诺并予以实现,我们将把阿特柔斯之子最美丽的女儿从阿耳戈斯带来与你成婚,只要你与我们一同攻陷伊利翁那居民众多的城池。
§13.381ἀλλʼ ἕπεʼ, ὄφρʼ ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν §13.382ἀμφὶ γάμῳ, ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν.
来吧,跟着我,好让我们在航海的战船旁商议婚事,因为我们流非苛刻的聘礼给予者。
§13.383ὣς εἰπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην §13.384ἥρως Ἰδομενεύς· τῷ δʼ Ἄσιος ἦλθʼ ἐπαμύντωρ §13.385πεζὸς πρόσθʼ ἵππων· τὼ δὲ πνείοντε κατʼ ὤμων §13.386αἰὲν ἔχʼ ἡνίοχος θεράπων· ὃ δὲ ἵετο θυμῷ §13.387Ἰδομενῆα βαλεῖν· ὃ δέ μιν φθάμενος βάλε δουρὶ §13.388λαιμὸν ὑπʼ ἀνθερεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.
” 这样说着,英雄伊多墨纽斯揪着他的脚,拖向激烈的战场;而阿西奥斯作为他的救援者前来,徒步在战马前;而他的侍从驭手始终驾驭着它们;而阿西奥斯心中极度渴望击中伊多墨纽斯;但伊多墨纽斯先发制人,用长枪刺中了他颌下的咽喉,青铜利刃直透而过。
§13.389ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς §13.390ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες §13.391ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι· §13.392ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς §13.393βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.
他倒下了,正如一棵橡树倒下,或一棵白杨,或是高耸的松树,山中的工匠们用新磨的斧头将其砍倒,用作船材;他就这样在马匹和战车前平伸横卧,呻吟着,用手抓着血染的尘土。
§13.394ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εἶχεν, §13.395οὐδʼ ὅ γʼ ἐτόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξας §13.396ἂψ ἵππους στρέψαι, τὸν δʼ Ἀντίλοχος μενεχάρμης §13.397δουρὶ μέσον περόνησε τυχών· οὐδʼ ἤρκεσε θώρηξ §13.398χάλκεος ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξεν.
这使他的驭手失去了以往拥有的理智,他甚至不敢设法逃离敌人的手掌,将战马调头回去;而那在战场上坚毅不屈的安提洛科斯用长枪刺中了他的腹部正中;他所佩戴的青铜胸甲未能保护他,长枪插在了他的小腹正中。
§13.399αὐτὰρ ὃ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου, §13.400ἵππους δʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς §13.401ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
他气喘吁吁地从精制的战车上跌落,而大心胸的内斯托尔之子安提洛科斯,将战马从特洛伊人那里驱赶到了佩戴精美护胫的阿开亚人军中。
德伊福玻斯为阿西奥斯感到极度悲伤,走到离伊多墨纽斯极近的地方,投掷出闪亮的长枪。
§13.404ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος §13.405Ἰδομενεύς· κρύφθη γὰρ ὑπʼ ἀσπίδι πάντοσʼ ἐΐσῃ, §13.406τὴν ἄρʼ ὅ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ §13.407δινωτὴν φορέεσκε, δύω κανόνεσσʼ ἀραρυῖαν· §13.408τῇ ὕπο πᾶς ἐάλη, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος, §13.409καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν §13.410ἔγχεος· οὐδʼ ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν, §13.411ἀλλʼ ἔβαλʼ Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶν §13.412ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσε.
但伊多墨纽斯迎面看着,避开了那青铜长枪;因为他躲在了那面四面均匀的盾牌之下,他携带着它,那是由牛皮和闪亮青铜制成的圆盾,并装配有两条把手;在这盾牌下他蜷缩起全身,而青铜长枪从他上方飞过,当长枪擦过时,他的盾牌发出了干燥的声响;然而,他并没有让那沉重的手白白掷出长枪,而是击中了希帕索斯之子、人称人民牧者的许普塞诺尔,刺中了横膈膜下方的肝脏,顿时夺去了他的膝力。