Humanitext Reader

ホメロス · イリアス §13.281-13.349

イドメネウスらの左翼出陣と激戦

114 / 226 箇所 · ギリシア語

要旨

イドメネウスとメリオネスは、勇敢な者と臆病な者の違いを語り合った後、小屋から武器を携えて戦場の左翼へと向かう。二人が戦場に到着すると激しい白兵戦が勃発し、その背後ではゼウスとポセイドンが相反する意図をもって対立していた。

§13.281ἀλλὰ μετοκλάζει καὶ ἐπʼ ἀμφοτέρους πόδας ἵζει, §13.282ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει
むしろ彼は、足をもぞもぞさせてしゃがみ込み、両足の上に座り込み、その胸の中では、心臓が大きく激しく鼓動する、死の運命を予感して。
§13.283κῆρας ὀϊομένῳ, πάταγος δέ τε γίγνετʼ ὀδόντων·
そして彼の歯はガチガチと音を立てる。
§13.284τοῦ δʼ ἀγαθοῦ οὔτʼ ἂρ τρέπεται χρὼς οὔτέ τι λίην §13.285ταρβεῖ, ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν, §13.286ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ·
しかし、勇敢な男は肌の色が変わることもなく、また過度に恐れることもない、彼が最初に男たちの伏兵の列に入るや否や、ただひたすら悲惨な戦闘に一刻も早く加わることを祈るばかりだ。
§13.287οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο.
そこでは、お前の闘志と両腕を誰もそしることはできないだろう。
§13.288εἴ περ γάρ κε βλεῖο πονεύμενος ἠὲ τυπείης §13.289οὐκ ἂν ἐν αὐχένʼ ὄπισθε πέσοι βέλος οὐδʼ ἐνὶ νώτῳ,
なぜなら、もしお前が戦いの中で傷を負い、あるいは撃たれたとしても、お前のうなじの後ろや背中に武器が当たることはないだろうからだ。
§13.290ἀλλά κεν ἢ στέρνων ἢ νηδύος ἀντιάσειε §13.291πρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν.
むしろ、それはお前の胸か腹のいずれかに当たるだろう、最前線の戦士たちの交わりを求めて前へと突き進むお前のな。
§13.292ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς §13.293ἑσταότες, μή πού τις ὑπερφιάλως νεμεσήσῃ·
だが、さあ、我々は子供のようにこのように立ち止まって、これ以上語り合うのはよそう、誰かがひどく憤慨するといけないから。
§13.294ἀλλὰ σύ γε κλισίην δὲ κιὼν ἕλευ ὄβριμον ἔγχος.
むしろ、お前は小屋に行って、力強い槍を取ってくるがよい。
§13.295ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
こう彼は言った。
§13.296καρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχος, §13.297βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.
すると、素早いアレスに劣らぬメリオネスは、素早く小屋から青銅の槍を手に取り、大いなる戦闘を心に描きつつ、イドメネウスの後を追った。
§13.298οἷος δὲ βροτολοιγὸς Ἄρης πόλεμον δὲ μέτεισι, §13.299τῷ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς
人間を滅ぼすアレスが戦争へと赴く時のように、そして、彼とともに愛する息子である強く恐れを知らぬフォボスが従う時のように。
§13.300ἕσπετο, ὅς τʼ ἐφόβησε ταλάφρονά περ πολεμιστήν·
彼は手強い戦士をも恐怖で敗走させる。
§13.301τὼ μὲν ἄρʼ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον, §13.302ἠὲ μετὰ Φλεγύας μεγαλήτορας· οὐδʼ ἄρα τώ γε §13.303ἔκλυον ἀμφοτέρων, ἑτέροισι δὲ κῦδος ἔδωκαν·
この二柱の神がトラキアからエピュロイたち、あるいは偉大な心を持つプレギュアスたちの戦いへ向かい、どちらか一方に耳を傾けることなく、他方に栄光を与える時のように。
§13.304τοῖοι Μηριόνης τε καὶ Ἰδομενεὺς ἀγοὶ ἀνδρῶν §13.305ἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ.
このような姿で、男たちの指導者メリオネスとイドメネウスは、輝く青銅に身を固めて、戦いへと進んで行った。
§13.306τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε·
そして、メリオネスが先に言葉をかけて彼に言った。
§13.307Δευκαλίδη πῇ τὰρ μέμονας καταδῦναι ὅμιλον;
「デウカリオンの息子よ、お前は軍勢のどこに突入しようと考えているのか。
§13.308ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ, ἦ ἀνὰ μέσσους, §13.309ἦ ἐπʼ ἀριστερόφιν;
全軍の右翼か、あるいは中央か、それとも左翼か。
ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτω §13.310δεύεσθαι πολέμοιο κάρη κομόωντας Ἀχαιούς.
というのも、私は他のどこにおいても、これほど頭髪の長いアカイア人が戦闘で窮しているとは思わないからだ。
§13.311τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
」これに対し、クレタ人の指導者イドメネウスが答えて言った。
§13.312νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι §13.313Αἴαντές τε δύω Τεῦκρός θʼ, ὃς ἄριστος Ἀχαιῶν §13.314τοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ·
「中央の船のあたりで防ぎ止めるためには、他にもいる、二人のアイアスや、アカイア人の中で弓術に最も優れ、白兵戦の闘いにおいても優れたテウクロスが。
§13.315οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο §13.316Ἕκτορα Πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν.
彼らが、たとい彼が非常に強くとも、戦いへ突進するプリアモスの子ヘクトルを十分に防ぎきるだろう。
§13.317αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι §13.318κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους §13.319νῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε Κρονίων §13.320ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν.
彼がいくら戦いを熱望していようとも、彼らに打ち勝ち、彼らの力と手に負えない両腕を圧倒して、船に火を放つのは非常に困難であろう、クロノスの子自身が燃える松明を素早い船に投げ込まない限りは。
§13.321ἀνδρὶ δέ κʼ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας, §13.322ὃς θνητός τʼ εἴη καὶ ἔδοι Δημήτερος ἀκτὴν §13.323χαλκῷ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν.
大いなるテラモンの子アイアスは、いかなる男にも屈しないだろう、彼が死すべき者であり、デメテルの実りを食べ、青銅や大きな石によって傷つけられうる者である限りは。
§13.324οὐδʼ ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειεν §13.325ἔν γʼ αὐτοσταδίῃ·
彼は、陣を破るアキレウスにさえ、道を譲ることはないだろう、少なくとも白兵戦においては。
ποσὶ δʼ οὔ πως ἔστιν ἐρίζειν.
だが、足の速さにおいては競いようがない。
§13.326νῶϊν δʼ ὧδʼ ἐπʼ ἀριστέρʼ ἔχε στρατοῦ, ὄφρα τάχιστα
ゆえに、我ら二人は軍勢のこのように左翼へと向かおう。
§13.327εἴδομεν ἠέ τῳ εὖχος ὀρέξομεν, ἦέ τις ἡμῖν.
一刻も早く我らが誰かに栄光を与えることになるか、それとも誰かが我らに与えることになるかを見届けるために。
§13.328ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
」こう彼は言った。
§13.329ἦρχʼ ἴμεν, ὄφρʼ ἀφίκοντο κατὰ στρατὸν ᾗ μιν ἀνώγει,
そして、素早いアレスに劣らぬメリオネスが、先頭に立って進み、彼が命じた軍の場所にたどり着いた。
§13.330οἳ δʼ ὡς Ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκὴν §13.331αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι, §13.332κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν·
彼らはイドメネウスの炎のような武勇を目にし、彼自身と、精巧に作られた武具をまとったその従者を見た時、軍勢の中で互いに声を掛け合い、一斉に彼に襲いかかった。
§13.333τῶν δʼ ὁμὸν ἵστατο νεῖκος ἐπὶ πρυμνῇσι νέεσσιν.
そして、彼らの間で激しい争いが船の艫のあたりで巻き起こった。
§13.334ὡς δʼ ὅθʼ ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι §13.335ἤματι τῷ ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους, §13.336οἵ τʼ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην, §13.337ὣς ἄρα τῶν ὁμόσʼ ἦλθε μάχη, μέμασαν δʼ ἐνὶ θυμῷ §13.338ἀλλήλους καθʼ ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ.
甲高い風によって嵐が激しく吹き荒れる時のように、道沿いに最も多くの塵が舞い上がるその日に、風が一度に塵の大きな霧を立ち昇らせるように、そのように、彼らの戦いは一堂に会し、彼らは心の中で軍勢の中で互いに鋭い青銅で討ち取ろうと熱望していた。
§13.339ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι §13.340μακρῇς, ἃς εἶχον ταμεσίχροας·
そして、人を滅ぼす戦闘は、彼らが手にする皮膚を切り裂く長い槍によって身震いするようであった。
ὄσσε δʼ ἄμερδεν §13.341αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων §13.342θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν §13.343ἐρχομένων ἄμυδις·
そして、目を眩ませたのは、輝く兜から放たれる青銅のきらめき、新しく磨かれた胸当て、そして、一堂に押し寄せる輝く盾のきらめきであった。
μάλα κεν θρασυκάρδιος εἴη §13.344ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδʼ ἀκάχοιτο.
実に、勇敢な心の持ち主であろう、その時、この苦難を見て喜び、悲しまない者は。
§13.345τὼ δʼ ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιὼ §13.346ἀνδράσιν ἡρώεσσιν ἐτεύχετον ἄλγεα λυγρά.
このように、相反する考えを持つ二人の力強いクロノスの子は、英雄たる人間たちに、悲惨な苦痛をもたらしていた。
§13.347Ζεὺς μέν ῥα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκην §13.348κυδαίνων Ἀχιλῆα πόδας ταχύν·
ゼウスは、トロイア人とヘクトルに勝利を与えることを望んでおり、足の速いアキレウスを称えようとしていた。
οὐδέ τι πάμπαν §13.349ἤθελε λαὸν ὀλέσθαι Ἀχαιϊκὸν Ἰλιόθι πρό,
しかし、彼はアカイアの民がイリオスの前で完全に滅び去ることは望んでいなかった。

語釈・文法注

  1. 13.287ὄνοιτο — 希求法過去形(潜在を意味する κεν とともに用いられる)であり、「誰も(伏兵の場所で)お前の勇気と手をけなす(過小評価する)ことはできないだろう」という意味になる。主語は不特定の一般の人(τις の省略)または誰も〜ないという οὐδέ に含まれる否定的な主語。
  2. 13.315ἅδην ἐλόωσι — ἐλόωσι は ἐλάω(駆り立てる、追う)の未来形または現在形(ホメロス形)。μιν(彼、すなわちヘクトル)が直接目的格、ἅδην は「十分に、飽くほど」の副詞。全体で「彼らが(ヘクトルを)十分に防ぎきる(満足するほど追い詰める)だろう」を意味する。
  3. 13.322εἴη καὶ ἔδοι — 関係節(ὃς...)の中の希求法(εἴη, ἔδοι)は、一般的条件または仮想的な仮定を表す。アイアスの勇敢さの前提として、「死すべき者であり、大地(デメテル)の実りを食べる者であるならば(=人間であるならば)、いかなる男にも屈しない」という意味になる。
  4. 13.343εἴη... γηθήσειεν — 主節の κεν εἴη(潜在希求法「〜であろう」)と、関係節(ὃς...)内の希求法(γηθήσειεν, ἀκάχοιτο)が呼応し、仮想的な人物像を叙述している。「もしその時にこの惨状を見て喜び、心痛めないような者がいるとすれば、その者は極めて大胆な心の持ち主であろう」というニュアンスになる。

この箇所を引用する

ホメロス, イリアス §13.281-13.349. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:13.281-13.349

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。