§13.213τὸν μὲν ἑταῖροι ἔνεικαν, ὃ δʼ ἰητροῖς ἐπιτείλας §13.214ἤϊεν ἐς κλισίην· ἔτι γὰρ πολέμοιο μενοίνα
同伴们将他抬走,而他吩咐了医生之后,便朝营帐走去;因为他仍渴望着前去迎击战斗。
§13.215ἀντιάαν· τὸν δὲ προσέφη κρείων ἐνοσίχθων §13.216εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντι §13.217ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι §13.218Αἰτωλοῖσιν ἄνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ· §13.219Ἰδομενεῦ Κρητῶν βουληφόρε ποῦ τοι ἀπειλαὶ
这时,统治者、震地之神向他说话,他化身为安德赖蒙之子托阿斯的声音,此人统治着整个普琉隆和险峻的卡吕冬的埃托利亚人,并在民众中像神一样受到尊崇: “伊多墨纽斯啊,克里特人的策士,你的那些威胁都到哪里去了?
§13.220οἴχονται, τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν;
那些阿开亚子弟此前曾对特洛伊人发出的威胁。
§13.221τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· §13.222ὦ Θόαν οὔ τις ἀνὴρ νῦν γʼ αἴτιος, ὅσσον ἔγωγε
” 对此,克里特人的领袖伊多墨纽斯回答说: “托阿斯啊,现在看来没有任何人该受责备,至少就我所知。
§13.223γιγνώσκω· πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν.
因为我们大家都懂得如何战斗。
既没有任何人因懦弱的恐惧而退缩,也没有任何人因迟疑而避开这惨烈的战争。
ἀλλά που οὕτω §13.226μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι §13.227νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς.
但是,看来这终究是威力无边的克罗诺斯之子的心愿,要让阿开亚人在这远离阿尔戈斯的地方无名地毁灭。
§13.228ἀλλὰ Θόαν, καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα, §13.229ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι· §13.230τὼ νῦν μήτʼ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ.
但是托阿斯,你以前在战斗中本是个坚守不退的勇士,当你看到有任何人懈怠时,你也会去激励他人;因此,现在你不仅自己不要懈怠,还要去督促每一个男子。
§13.231τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων· §13.232Ἰδομενεῦ μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν §13.233ἐκ Τροίης, ἀλλʼ αὖθι κυνῶν μέλπηθρα γένοιτο, §13.234ὅς τις ἐπʼ ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι.
” 对此,震地之神波塞冬回答说: “伊多墨纽斯啊,愿那个在今天这个日子里蓄意懈怠而不愿战斗的人,永远无法从特洛伊归国,而是留在这里成为狗群的玩物。
§13.235ἀλλʼ ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι· ταῦτα δʼ ἅμα χρὴ §13.236σπεύδειν, αἴ κʼ ὄφελός τι γενώμεθα καὶ δύʼ ἐόντε.
来吧,带上你的铠甲到这里来,我们必须共同努力,哪怕只有我们两个人,也许还能有所裨益。
§13.237συμφερτὴ δʼ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν, §13.238νῶϊ δὲ καί κʼ ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι.
哪怕是极其软弱的人,若能联手也会产生勇武,而我们两人,本就懂得如何去与勇士们战斗。
§13.239ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν·
” 说罢,这位神祇又回到了人们繁重的战斗中。
§13.240Ἰδομενεὺς δʼ ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε §13.241δύσετο τεύχεα καλὰ περὶ χροΐ, γέντο δὲ δοῦρε, §13.242βῆ δʼ ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων §13.243χειρὶ λαβὼν ἐτίναξεν ἀπʼ αἰγλήεντος Ὀλύμπου §13.244δεικνὺς σῆμα βροτοῖσιν·
伊多墨纽斯回到他那建造得完好的营帐,将精美的铠甲穿在身上,手中紧握双枪,大步走了出来,犹如克罗诺斯之子用手抓起、自闪耀的奥林匹斯山上扔下以向凡人示警的闪电一般,其光芒无比夺目。
ἀρίζηλοι δέ οἱ αὐγαί· §13.245ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.
正如他奔跑时,胸前的青铜铠甲也随之闪闪发光。
§13.246Μηριόνης δʼ ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησεν §13.247ἐγγὺς ἔτι κλισίης· μετὰ γὰρ δόρυ χάλκεον ᾔει §13.248οἰσόμενος·
这时,他那优秀的侍从梅里奥内斯迎面遇到了他,就在离营帐不远处;因为他是为了去取一支青铜长枪而来的。
τὸν δὲ προσέφη σθένος Ἰδομενῆος· §13.249Μηριόνη Μόλου υἱὲ πόδας ταχὺ φίλταθʼ ἑταίρων §13.250τίπτʼ ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα;
伊多墨纽斯的威力对他说道: “默洛斯之子梅里奥内斯啊,步履神速、最亲爱的战友,你为何离开战场和厮杀来到这里?
是你受了伤,飞箭的锋尖折磨着你,还是你带着什么消息来找我?
οὐδέ τοι αὐτὸς §13.253ἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι, ἀλλὰ μάχεσθαι.
我自己绝不愿在营帐中闲坐,而只想去战斗。
§13.254τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα· §13.255Ἰδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων, §13.256ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται §13.257οἰσόμενος·
” 对此,智睿的梅里奥内斯回答说: “身着青铜甲的克里特人的策士伊多墨纽斯啊,如果你的营帐中还留有任何长枪,我来此是为了取走它。
τό νυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον §13.258ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος.
因为我们刚才把此前我拿着的那支在击中高傲的得伊皮罗斯的盾牌时折断了。
§13.259τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· §13.260δούρατα δʼ αἴ κʼ ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις §13.261ἑσταότʼ ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα §13.262Τρώϊα, τὰ κταμένων ἀποαίνυμαι·
” 对此,克里特人的领袖伊多墨纽斯回答说: “如果你想要长枪,你会在营帐中发现二十一支,它们整齐地靠在闪亮的墙壁旁,这些都是特洛伊人的长枪,是我从被杀者身上夺来的。
οὐ γὰρ ὀΐω §13.263ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν.
因为我不认为自己在战斗时应当远离敌方的男子。
§13.264τώ μοι δούρατά τʼ ἔστι καὶ ἀσπίδες ὀμφαλόεσσαι §13.265καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες.
因此,我不仅有长枪,还有带圆心的盾牌、头盔以及闪闪发光的胸甲。
§13.266τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα· §13.267καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ §13.268πόλλʼ ἔναρα Τρώων· ἀλλʼ οὐ σχεδόν ἐστιν ἑλέσθαι.
” 对此,智睿的梅里奥内斯回答说: “在我的营帐旁和黑船旁,也同样有很多特洛伊人的战利品;但它们不在近处可取。
§13.269οὐδὲ γὰρ οὐδʼ ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς, §13.270ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν §13.271ἵσταμαι, ὁππότε νεῖκος ὀρώρηται πολέμοιο.
因为我绝不认为自己已经忘却了勇武,而是当战争的冲突爆发时,我总是立在最前列,加入那场给男子带来荣耀的战斗。
在身着青铜甲的阿开亚人中,或许有其他人注意不到我在战斗,但我认为你自己是清楚的。
” 对此,克里特人的领袖伊多墨纽斯回答说: “我知道你的勇武是怎样的。
τί σε χρὴ ταῦτα λέγεσθαι;
你何必说这些话呢?