§13.142ἰσόπεδον, τότε δʼ οὔ τι κυλίνδεται ἐσσύμενός περ·
(直到它到达)平坦的地面,但到那时,尽管它势头汹涌,却再也无法滚动了。
§13.143ὣς Ἕκτωρ εἷος μὲν ἀπείλει μέχρι θαλάσσης §13.144ῥέα διελεύσεσθαι κλισίας καὶ νῆας Ἀχαιῶν §13.145κτείνων· ἀλλʼ ὅτε δὴ πυκινῇς ἐνέκυρσε φάλαγξι §13.146στῆ ῥα μάλʼ ἐγχριμφθείς·
正如赫克托尔,他一度威胁要一直推进到海边,轻而易举地杀穿阿开亚人的营帐和船只,一路杀戮;但当他遇到密集的方阵时,他便猛地逼近后站住了。
οἳ δʼ ἀντίοι υἷες Ἀχαιῶν §13.147νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν §13.148ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.
而迎面抗击的阿开亚人的子弟们用短剑和双刃长枪刺杀,将他从身边推开;他便退却并摇晃不稳。
§13.149ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς· §13.150Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ §13.151παρμένετʼ·
他向特洛伊人高声呼喊,声音响彻战场: “特洛伊人、吕基亚人和擅长近战的达尔达尼亚人啊,坚持住!
οὔ τοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοὶ §13.152καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες, §13.153ἀλλʼ ὀΐω χάσσονται ὑπʼ ἔγχεος, εἰ ἐτεόν με §13.154ὦρσε θεῶν ὤριστος, ἐρίγδουπος πόσις Ἥρης.
阿开亚人无法阻挡我太久,尽管他们把自己整顿得犹如高耸的城墙一般,但我想他们终将在我的长枪前退缩,如果真的是那众神中最伟大者、赫拉那雷声轰鸣的丈夫激发起我。
§13.155ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
” 他这样说着,激发起每个人的力量和斗志。
§13.156Δηΐφοβος δʼ ἐν τοῖσι μέγα φρονέων ἐβεβήκει §13.157Πριαμίδης, πρόσθεν δʼ ἔχεν ἀσπίδα πάντοσʼ ἐΐσην §13.158κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων.
此时,普里阿摩斯之子得伊皮罗斯在众人中高傲地迈步走来,他在身前举着四面均等的圆盾,双脚轻快地向前迈进,并在盾牌的掩护下试探着挪动脚步。
§13.159Μηριόνης δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ §13.160καὶ βάλεν, οὐδʼ ἀφάμαρτε, κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην §13.161ταυρείην· τῆς δʼ οὔ τι διήλασεν, ἀλλὰ πολὺ πρὶν §13.162ἐν καυλῷ ἐάγη δολιχὸν δόρυ·
梅里奥内斯用他那闪亮的长枪瞄准了他,投掷出去,并未落空,击中了那面四面均等的牛皮盾牌;但他未能将其穿透,在此之前很远,那支长枪就在柄部折断了。
Δηΐφοβος δὲ §13.163ἀσπίδα ταυρείην σχέθʼ ἀπὸ ἕο, δεῖσε δὲ θυμῷ §13.164ἔγχος Μηριόναο δαΐφρονος· αὐτὰρ ὅ γʼ ἥρως §13.165ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο, χώσατο δʼ αἰνῶς §13.166ἀμφότερον, νίκης τε καὶ ἔγχεος ὃ ξυνέαξε.
而得伊皮罗斯将牛皮盾牌推离身体,心中十分害怕英勇的梅里奥内斯的长枪;而那位英雄却退回到战友的人群中,心中无比愤怒,既是为了失去的胜利,也是为了那支被他折断的长枪。
§13.167βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν §13.168οἰσόμενος δόρυ μακρόν, ὅ οἱ κλισίηφι λέλειπτο.
他便朝着阿开亚人的营帐和船只走去,去取留在他营帐里的长枪。
§13.169οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.
其余的人继续战斗,震天的呐喊声经久不息。
§13.170Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα §13.171Ἴμβριον αἰχμητὴν πολυΐππου Μέντορος υἱόν· §13.172ναῖε δὲ Πήδαιον πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν, §13.173κούρην δὲ Πριάμοιο νόθην ἔχε, Μηδεσικάστην·
特拉蒙之子特夫克罗斯最先杀死了一名敌将,即多马的门托尔之子、长枪手因布里奥斯;在阿开亚人的子弟到来之前,他住在培代翁,娶了普里阿摩斯的私生女美代西卡斯特为妻。
§13.174αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι, §13.175ἂψ ἐς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι, §13.176ναῖε δὲ πὰρ Πριάμῳ· ὃ δέ μιν τίεν ἶσα τέκεσσι.
但当达那奥斯人的双舷弯曲的船只到来时,他回到了伊利翁,在特洛伊人中表现出众,并在普里阿摩斯身边居住;普里阿摩斯器重他,视同己出。
§13.177τόν ῥʼ υἱὸς Τελαμῶνος ὑπʼ οὔατος ἔγχεϊ μακρῷ §13.178νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ αὖτʼ ἔπεσεν μελίη ὣς §13.179ἥ τʼ ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο §13.180χαλκῷ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ· §13.181ὣς πέσεν, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
特拉蒙之子用他的长枪刺中了这名男子的耳下,随后拔出长枪;他便像一棵梣树般倒下,那是在一座远远望见的群山之巅,被青铜斧砍断,将娇嫩的树叶撒落在地上;他就这样倒下了,身上那青铜铸造、工艺复杂的铠甲在他周围当当作响。
特夫克罗斯飞奔上前,急于剥下他的铠甲;赫克托尔见他冲来,便用闪亮的长枪朝他投去。
§13.184ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος §13.185τυτθόν· ὃ δʼ Ἀμφίμαχον Κτεάτου υἷʼ Ἀκτορίωνος §13.186νισόμενον πόλεμον δὲ κατὰ στῆθος βάλε δουρί· §13.187δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
然而,他直视着飞来的长枪,避开了那支青铜枪,只差一点;但那长枪却击中了阿克托尔之子克特阿托斯的儿子阿姆皮马科斯,正在他走向战场时,长枪刺中了他的胸膛;他轰然倒地,铠甲在他身上发出撞击声。
§13.188Ἕκτωρ δʼ ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν §13.189κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο· §13.190Αἴας δʼ ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ §13.191Ἕκτορος· ἀλλʼ οὔ πῃ χροὸς εἴσατο, πᾶς δʼ ἄρα χαλκῷ §13.192σμερδαλέῳ κεκάλυφθʼ· ὃ δʼ ἄρʼ ἀσπίδος ὀμφαλὸν οὖτα, §13.193ὦσε δέ μιν σθένεϊ μεγάλῳ· ὃ δὲ χάσσατʼ ὀπίσσω §13.194νεκρῶν ἀμφοτέρων, τοὺς δʼ ἐξείρυσσαν Ἀχαιοί.
赫克托尔随之冲上前去,想要将那顶贴合太阳穴的头盔从大勇的阿姆皮马科斯头上夺走;埃阿斯则用闪亮的长枪刺向冲过来的赫克托尔;然而并未刺中他的肌肤,因为他全身都包裹在可怕的青铜甲中;但埃阿斯刺中了他的盾牌圆心突起,凭着巨大的力量将他推开;他便向后退去,离开了这两具尸体,随后阿开亚人将他们拉了回去。
§13.195Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεὺς §13.196ἀρχοὶ Ἀθηναίων κόμισαν μετὰ λαὸν Ἀχαιῶν· §13.197Ἴμβριον αὖτʼ Αἴαντε μεμαότε θούριδος ἀλκῆς §13.198ὥς τε δύʼ αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντων §13.199ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνὰ §13.200ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε, §13.201ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύω Αἴαντε κορυστὰ §13.202τεύχεα συλήτην· κεφαλὴν δʼ ἁπαλῆς ἀπὸ δειρῆς §13.203κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο, §13.204ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος διʼ ὁμίλου· §13.205Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσι.
随后,阿提卡人的领袖斯提基奥斯和高贵的梅涅斯修斯将阿姆皮马科斯抬回了阿开亚人的军阵中;而因布里奥斯则被两位对战斗充满渴望的埃阿斯夺去,宛如两头雄狮,从利齿恶犬的口中夺走一只山羊,将其叼穿茂密的灌木丛,用双颚紧紧咬住,高高抬离地面;正是这样,两位武装的埃阿斯高高抬起他,剥下了他的铠甲;而因布里奥斯的头颅,从他娇嫩的颈项上被奥伊琉斯之子砍下,因阿姆皮马科斯之死而愤怒的他,将其如球般旋转着扔向人群深处;最终落在赫克托尔脚前的尘土中。