“若蒙奥林匹斯的闪电之主宙斯赐予我们击退敌军并将其驱逐回城的胜利(那就太好了)。
§12.277ὣς τώ γε προβοῶντε μάχην ὄτρυνον Ἀχαιῶν.
” 二人就这样大声呼喊,鼓舞着阿开亚人的战斗。
§12.278τῶν δʼ, ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶ §12.279ἤματι χειμερίῳ, ὅτε τʼ ὤρετο μητίετα Ζεὺς §12.280νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα· §12.281κοιμήσας δʼ ἀνέμους χέει ἔμπεδον, ὄφρα καλύψῃ §12.282ὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρους §12.283καὶ πεδία λωτοῦντα καὶ ἀνδρῶν πίονα ἔργα, §12.284καί τʼ ἐφʼ ἁλὸς πολιῆς κέχυται λιμέσιν τε καὶ ἀκταῖς, §12.285κῦμα δέ μιν προσπλάζον ἐρύκεται· ἄλλά τε πάντα §12.286εἴλυται καθύπερθʼ, ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος·
而他们的投石,就像密密麻麻的雪花飘落,在冬日里,当睿智的宙斯兴起,要在凡人面前展示他的箭矢而降下大雪;他平息了风,不停地洒下大雪,直到遮盖了高山的峰峦和突出的岬角,以及长满三叶草的平原和凡人肥沃的田野;大雪也洒在灰白色的海上、港口和海岸,唯有拍击它的波浪能抵挡它;而其他一切事物都被裹挟在上方,当宙斯的暴雨猛烈压下时。
§12.287ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί, §12.288αἱ μὲν ἄρʼ ἐς Τρῶας, αἱ δʼ ἐκ Τρώων ἐς Ἀχαιούς, §12.289βαλλομένων· τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει.
就像这样,两边掷出的石块如雨般密集飞舞,有的投向特洛伊人,有的从特洛伊人投向阿开亚人,在互相投掷中;整个防壁上空响起了震耳欲聋的喧嚣。
§12.290οὐδʼ ἄν πω τότε γε Τρῶες καὶ φαίδιμος Ἕκτωρ §12.291τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα, §12.292εἰ μὴ ἄρʼ υἱὸν ἑὸν Σαρπηδόνα μητίετα Ζεὺς §12.293ὦρσεν ἐπʼ Ἀργείοισι λέονθʼ ὣς βουσὶν ἕλιξιν.
然而,即使在那个时候,特洛伊人和辉煌的赫克托尔也无法破开防壁的大门和长长的门闩,若非睿智的宙斯驱使他自己的儿子萨尔佩冬,去攻击阿耳戈斯人,犹如狮子扑向弯角公牛一般。
§12.294αὐτίκα δʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην §12.295καλὴν χαλκείην ἐξήλατον, ἣν ἄρα χαλκεὺς §12.296ἤλασεν, ἔντοσθεν δὲ βοείας ῥάψε θαμειὰς §12.297χρυσείῃς ῥάβδοισι διηνεκέσιν περὶ κύκλον.
他当即在身前举起那面四面均衡的圆盾,美丽而坚固的锻铁青铜盾,那是工匠捶打而成,里面缝了多层厚厚的牛皮,用金线沿着圆周贯穿缝合。
§12.298τὴν ἄρʼ ὅ γε πρόσθε σχόμενος δύο δοῦρε τινάσσων §12.299βῆ ῥʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος, ὅς τʼ ἐπιδευὴς §12.300δηρὸν ἔῃ κρειῶν, κέλεται δέ ἑ θυμὸς ἀγήνωρ §12.301μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν· §12.302εἴ περ γάρ χʼ εὕρῃσι παρʼ αὐτόφι βώτορας ἄνδρας §12.303σὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περὶ μῆλα, §12.304οὔ ῥά τʼ ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι, §12.305ἀλλʼ ὅ γʼ ἄρʼ ἢ ἥρπαξε μετάλμενος, ἠὲ καὶ αὐτὸς §12.306ἔβλητʼ ἐν πρώτοισι θοῆς ἀπὸ χειρὸς ἄκοντι· §12.307ὥς ῥα τότʼ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε §12.308τεῖχος ἐπαΐξαι διά τε ῥήξασθαι ἐπάλξεις.
他将这面盾牌挡在身前,挥舞着两支长枪,如同一只在山中长大的雄狮,它久已缺少肉食,它高傲的心驱使着它去密不透风的羊圈里尝试捕捉羊群;因为即使他发现牧人们守在那里,带着猎犬和长枪在羊群周围戒备,他也不愿未经尝试就被赶出羊圈,而是要么跃入其中夺走猎物,要么他自己在最前列被敏捷之手掷出的标枪击中;就像这样,那时神一般的萨尔佩冬被其雄心所鼓舞,去冲向防壁,并突破那胸墙。
§12.309αὐτίκα δὲ Γλαῦκον προσέφη παῖδʼ Ἱππολόχοιο· §12.310Γλαῦκε τί ἢ δὴ νῶϊ τετιμήμεσθα μάλιστα §12.311ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσιν §12.312ἐν Λυκίῃ, πάντες δὲ θεοὺς ὣς εἰσορόωσι,
他当即对希波洛科斯之子格劳科斯说道: “格劳科斯,为什么我们在吕基亚最受尊崇,享有上座、美肉和满盈的杯盏,所有人都像看待神明一样瞻仰我们?
而且我们在克桑托斯河畔拥有一片广阔的领地,那是有着果园和麦浪起伏的美丽沃土?
§12.315τὼ νῦν χρὴ Λυκίοισι μέτα πρώτοισιν ἐόντας §12.316ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι, §12.317ὄφρά τις ὧδʼ εἴπῃ Λυκίων πύκα θωρηκτάων· §12.318οὐ μὰν ἀκλεέες Λυκίην κάτα κοιρανέουσιν §12.319ἡμέτεροι βασιλῆες, ἔδουσί τε πίονα μῆλα §12.320οἶνόν τʼ ἔξαιτον μελιηδέα· ἀλλʼ ἄρα καὶ ἲς §12.321ἐσθλή, ἐπεὶ Λυκίοισι μέτα πρώτοισι μάχονται.
因此,现在我们必须站在吕基亚人的最前列,去迎战炽热的战斗,以便那些身着坚固铠甲的吕基亚人会这样说: ‘确实,我们的君王在吕基亚并非无名之辈,他们享用着肥美的羊肉和精选的甜如蜜的美酒;但他们的力量同样也是卓越的,因为他们在吕基亚人的最前列战斗。
§12.322ὦ πέπον εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε §12.323αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τʼ ἀθανάτω τε §12.324ἔσσεσθʼ, οὔτέ κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην §12.325οὔτέ κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν· §12.326νῦν δʼ ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο §12.327μυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδʼ ὑπαλύξαι, §12.328ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν.
’ 啊,朋友,如果我们逃避了这场战争,就能永远不老不死,那么我自己既不会在最前列战斗,也不会送你到给男子带来荣耀的战场上;但现在——既然无数的死亡命运无论如何都盘旋在我们头顶,那是凡人无法逃避也无法躲闪的—— 让我们前进吧,我们要么把荣耀让给别人,要么别人把荣耀让给我们。
§12.329ὣς ἔφατʼ, οὐδὲ Γλαῦκος ἀπετράπετʼ οὐδʼ ἀπίθησε· §12.330τὼ δʼ ἰθὺς βήτην Λυκίων μέγα ἔθνος ἄγοντε.
” 他这样说,格劳科斯既没有转过脸去,也没有违抗;两人率领着庞大的吕基亚军队,径直向前迈进。
§12.331τοὺς δὲ ἰδὼν ῥίγησʼ υἱὸς Πετεῶο Μενεσθεύς· §12.332τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες.
佩特奥斯之子梅内斯修斯看到他们,不禁浑身战栗;因为他们正朝着他的塔楼逼近,带来了毁灭。
§12.333πάπτηνεν δʼ ἀνὰ πύργον Ἀχαιῶν εἴ τινʼ ἴδοιτο §12.334ἡγεμόνων, ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι· §12.335ἐς δʼ ἐνόησʼ Αἴαντε δύω πολέμου ἀκορήτω §12.336ἑσταότας, Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα §12.337ἐγγύθεν· ἀλλʼ οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν· §12.338τόσσος γὰρ κτύπος ἦεν, ἀϋτὴ δʼ οὐρανὸν ἷκε, §12.339βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν
他在阿开亚人的塔楼上张望,希望能看到哪位将领,能帮他和他的战友们抵御这场灾难;这时他看见了两位对战争永不满足的埃阿斯正站在那里,还有刚刚从营帐里出来的特夫克罗斯就在近旁;但他无论如何大声呼喊也无法让声音传到;因为喧嚣声如此之大,呐喊声直冲云霄,那是被击打着的盾牌和马鬃盔发出的巨大轰鸣。