Humanitext Reader

ホメロス · イリアス §12.275-12.339

サルペードンの死生観とグラウコスとの突撃

107 / 226 箇所 · ギリシア語

要旨

アカイア人の防壁を挟んで両軍の激しい投石戦が展開される中、ゼウスに促されたサルペードンが盾を掲げてライオンの如く進み出る。彼はグラウコスに指導者としての名誉と責任、そして避けることのできない死の運命を語りかけ、共に先頭に立って敵の防壁へ突撃を開始する。

§12.275αἴ κε Ζεὺς δώῃσιν Ὀλύμπιος ἀστεροπητὴς §12.276νεῖκος ἀπωσαμένους δηΐους προτὶ ἄστυ δίεσθαι.
「オリンポスの稲妻を放つゼウスが、我々が敵を撃退して都市へと追い立てていく勝利を与えてくださるならば(それに越したことはない)。
§12.277ὣς τώ γε προβοῶντε μάχην ὄτρυνον Ἀχαιῶν.
」そのように二人は大声を上げて叫び、アカイア人の戦闘を鼓舞した。
§12.278τῶν δʼ, ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶ §12.279ἤματι χειμερίῳ, ὅτε τʼ ὤρετο μητίετα Ζεὺς §12.280νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα· §12.281κοιμήσας δʼ ἀνέμους χέει ἔμπεδον, ὄφρα καλύψῃ §12.282ὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρους §12.283καὶ πεδία λωτοῦντα καὶ ἀνδρῶν πίονα ἔργα,
そして彼らの投げた石は、あたかも雪の破片が激しく降るかのようであった、冬の日に、知謀のゼウスが起き上がり、人々に自らの矢を示して、雪を降らせようとするとき、彼は風を静まらせて、絶え間なく雪を降らせる、覆うために、高い山の頂や、突き出た岬、そして蓮の茂る平野や、人々の肥沃な耕作地を。
§12.284καί τʼ ἐφʼ ἁλὸς πολιῆς κέχυται λιμέσιν τε καὶ ἀκταῖς, §12.285κῦμα δέ μιν προσπλάζον ἐρύκεται·
それはまた灰色に泡立つ海や、港や海岸にも降り注ぎ、打ち寄せる波だけがそれを防ぐ。
ἄλλά τε πάντα §12.286εἴλυται καθύπερθʼ, ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος·
しかし他のすべてのものは、ゼウスの嵐が激しく降り注ぐとき、上から包み込まれる。
§12.287ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί,
そのように、彼らの双方から石が激しく飛び交った。
§12.288αἱ μὲν ἄρʼ ἐς Τρῶας, αἱ δʼ ἐκ Τρώων ἐς Ἀχαιούς, §12.289βαλλομένων·
あるものはトロイア人へ、またあるものはトロイア人からアカイア人へと、投げ合われるうちに。
τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει.
そして防壁全体の上に轟音が沸き起こった。
§12.290οὐδʼ ἄν πω τότε γε Τρῶες καὶ φαίδιμος Ἕκτωρ §12.291τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα, §12.292εἰ μὴ ἄρʼ υἱὸν ἑὸν Σαρπηδόνα μητίετα Ζεὺς §12.293ὦρσεν ἐπʼ Ἀργείοισι λέονθʼ ὣς βουσὶν ἕλιξιν.
それでもなお、トロイア人たちと輝かしいヘクトルは、防壁の門と長い閂を突破することはできなかったであろう、もし知謀のゼウスが、自らの子サルペードンをアカイア人に立ち向かわせるべく、角の曲がった牛に対するライオンのように、奮い立たせなかったならば。
§12.294αὐτίκα δʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην
彼はすぐに、あらゆる方向に均整の取れた盾を前に掲げた。
§12.295καλὴν χαλκείην ἐξήλατον, ἣν ἄρα χαλκεὺς §12.296ἤλασεν, ἔντοσθεν δὲ βοείας ῥάψε θαμειὰς §12.297χρυσείῃς ῥάβδοισι διηνεκέσιν περὶ κύκλον.
それは、鍛冶師が叩いて引き伸ばして作った、美しい青銅製のものであり、内側には何重もの牛皮を、金のリベットを円周に沿って貫通させて縫い合わせたものであった。
§12.298τὴν ἄρʼ ὅ γε πρόσθε σχόμενος δύο δοῦρε τινάσσων §12.299βῆ ῥʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος, ὅς τʼ ἐπιδευὴς
この盾を前に掲げ、二本の槍を揺らしながら、彼は、山育ちのライオンのように進み出た。
§12.300δηρὸν ἔῃ κρειῶν, κέλεται δέ ἑ θυμὸς ἀγήνωρ §12.301μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·
そのライオンは、長い間肉に飢えており、その誇り高い心が、羊を狙って頑丈な囲いの中にまで侵入させる。
§12.302εἴ περ γάρ χʼ εὕρῃσι παρʼ αὐτόφι βώτορας ἄνδρας §12.303σὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περὶ μῆλα, §12.304οὔ ῥά τʼ ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι,
たとえそこに、犬や槍を手にして羊の周りで見張りをしている牧人たちを見つけるとしても、彼は試みもせずに囲いから追い払われることを好まない。
§12.305ἀλλʼ ὅ γʼ ἄρʼ ἢ ἥρπαξε μετάλμενος, ἠὲ καὶ αὐτὸς §12.306ἔβλητʼ ἐν πρώτοισι θοῆς ἀπὸ χειρὸς ἄκοντι·
むしろ飛びかかって獲物を奪い去るか、さもなければ自らも俊敏な手から投げられた槍に真っ先に突かれる。
§12.307ὥς ῥα τότʼ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε §12.308τεῖχος ἐπαΐξαι διά τε ῥήξασθαι ἐπάλξεις.
そのように、まさにその時、神のようなサルペードンをその闘志が促した、防壁に襲いかかり、胸壁を突破しようと。
§12.309αὐτίκα δὲ Γλαῦκον προσέφη παῖδʼ Ἱππολόχοιο·
そして彼はすぐにヒッポロコスの息子グラウコスに言った。
§12.310Γλαῦκε τί ἢ δὴ νῶϊ τετιμήμεσθα μάλιστα §12.311ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσιν §12.312ἐν Λυκίῃ, πάντες δὲ θεοὺς ὣς εἰσορόωσι,
「グラウコスよ、なぜ我々二人は、リュキアにおいて上座と、肉と、なみなみと注がれた杯によって最も敬われ、誰もが神々のように我々を仰ぎ見るのだろうか。
§12.313καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρʼ ὄχθας §12.314καλὸν φυταλιῆς καὶ ἀρούρης πυροφόροιο;
そしてまた、クセントス川のほとりに、果樹園と小麦の実る美しい広い領地を分け与えられているのだろうか。
§12.315τὼ νῦν χρὴ Λυκίοισι μέτα πρώτοισιν ἐόντας §12.316ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι,
それゆえに今、我々はリュキア人の先頭に立って踏みとどまり、激しい戦闘に立ち向かわねばならぬ。
§12.317ὄφρά τις ὧδʼ εἴπῃ Λυκίων πύκα θωρηκτάων·
そうすれば、堅固な鎧を身につけたリュキア人の誰かがこう言うだろう。
§12.318οὐ μὰν ἀκλεέες Λυκίην κάτα κοιρανέουσιν
『いやはや、我らの王たちは、リュキアにおいて名声なく支配しているのではない。
§12.319ἡμέτεροι βασιλῆες, ἔδουσί τε πίονα μῆλα §12.320οἶνόν τʼ ἔξαιτον μελιηδέα· ἀλλʼ ἄρα καὶ ἲς
彼らは肥えた羊を食べ、蜜のように甘い極上のワインを飲んでいるが、彼らには優れた力もあるのだ。
§12.321ἐσθλή, ἐπεὶ Λυκίοισι μέτα πρώτοισι μάχονται.
なぜなら、彼らはリュキア人の先頭に立って戦っているのだから。
§12.322ὦ πέπον εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε §12.323αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τʼ ἀθανάτω τε §12.324ἔσσεσθʼ, οὔτέ κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην §12.325οὔτέ κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν·
』友よ、もし我々がこの戦いを逃れることで、いつまでも老いることなく、不死でいられるならば、私自身も先頭で戦いはしないだろうし、お前を男に誉れを与える戦闘へと送り出しはしないだろう。
§12.326νῦν δʼ ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο §12.327μυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδʼ ὑπαλύξαι, §12.328ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν.
しかし、現実は、数限りない死の運命が我々の身に迫っており、死すべき人間はそれを逃れることも避けることもできないのだから、進もうではないか、我々が誰かに栄光を譲るか、あるいは誰かが我々にそれを譲るか。
§12.329ὣς ἔφατʼ, οὐδὲ Γλαῦκος ἀπετράπετʼ οὐδʼ ἀπίθησε·
」そのように彼は語り、グラウコスは顔を背けることもなく、従わないこともなかった。
§12.330τὼ δʼ ἰθὺς βήτην Λυκίων μέγα ἔθνος ἄγοντε.
二人はリュキア人の大いなる軍勢を率いて、まっすぐに進んだ。
§12.331τοὺς δὲ ἰδὼν ῥίγησʼ υἱὸς Πετεῶο Μενεσθεύς·
ペテオースの息子メネステウスは彼らを見て身震いした。
§12.332τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες.
なぜなら彼らはまさに彼の塔に向かって災厄を携えて進んできたからである。
§12.333πάπτηνεν δʼ ἀνὰ πύργον Ἀχαιῶν εἴ τινʼ ἴδοιτο §12.334ἡγεμόνων, ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι·
彼はアカイア人の将帥たちの中に、自分と戦友たちから破滅を追い払ってくれる者がいないかと、塔の上を見渡した。
§12.335ἐς δʼ ἐνόησʼ Αἴαντε δύω πολέμου ἀκορήτω §12.336ἑσταότας, Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα §12.337ἐγγύθεν·
すると彼は、戦いに飽くことなき二人のアイアースが立っているのと、近くの小屋からやって来たばかりのテウクロスが近くにいるのを目にした。
ἀλλʼ οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν·
しかし叫んで声を届かせることはどうしてもできなかった。
§12.338τόσσος γὰρ κτύπος ἦεν, ἀϋτὴ δʼ οὐρανὸν ἷκε, §12.339βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν
なぜなら、盾や馬毛の生い茂る兜が打たれ合う凄まじい轟音が響き渡り、叫び声が天にまで届いていたからである。

語釈・文法注

  1. §12.275αἴ κε Ζεὺς δώῃσιν — 接続法(δώῃσιν)を伴う「αἴ κε」は、ここでは主節(「〜であってほしい」または「〜するであろう」)が文脈上省略された、期待や希望を示す独立文として機能している。アカイア人の指揮官たちの呼びかけの最後を締めくくる表現である。
  2. §12.290οὐδʼ ἄν πω τότε γε... εἰ μὴ ἄρʼ — 過去の事実に反する条件文(反実仮想)。帰結節(§12.290-291)には ἄν + 直説法過去(ἐρρήξαντο)、条件節(§12.292-293)には εἰ μή + 直説法過去(ὦρσεν)が用いられ、「もしゼウスがサルペードンを奮い立たせなかったならば、ヘクトルらは門を突破できなかったであろう」という構造を示す。
  3. §12.322εἰ μὲν γὰρ... μέλλομεν... οὔτέ κεν... μαχοίμην — 条件節(εἰ... μέλλομεν)に直説法(未来を表す μέλλω + 不定詞)を、帰結節(οὔτέ κεν... μαχοίμην)に ἄν/κεν + 希求法を置く不規則な条件文。話し手が「もし逃れることが確実にできるのなら(現実には不可能であるが)」という前提をより鮮明にしつつ、それに対する望まない帰結(戦わないこと)を潜在的な可能性(〜しないだろうに)として表現している。

この箇所を引用する

ホメロス, イリアス §12.275-12.339. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:12.275-12.339

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。