§12.340καὶ πυλέων·
还有大门的击打声。
πᾶσαι γὰρ ἐπώχατο, τοὶ δὲ κατʼ αὐτὰς
因为它们全部关闭着,而敌人正迎着大门挺立,企图以武力击碎并闯入。
§12.341ἱστάμενοι πειρῶντο βίῃ ῥήξαντες ἐσελθεῖν.
他们伫立在那里,企图用武力突破并闯入。
§12.342αἶψα δʼ ἐπʼ Αἴαντα προΐει κήρυκα Θοώτην· §12.343ἔρχεο δῖε Θοῶτα, θέων Αἴαντα κάλεσσον, §12.344ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κʼ ὄχʼ ἄριστον ἁπάντων §12.345εἴη, ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος.
梅内斯修斯立刻派传令官托奥特斯前往埃阿斯那里: “去吧,高贵的托奥特斯,奔跑着去召唤埃阿斯,最好是他们两位;因为那将是所有人中最好的选择,既然很快在这里,惨烈毁灭就将降临。
§12.346ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ §12.347ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.
因为吕基亚人的领袖们已经在此发起猛攻,他们从前在强烈的战斗中,就始终是狂暴之人。
§12.348εἰ δέ σφιν καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν, §12.349ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας, §12.350καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.
但如果他们那里也已经发生了苦战和争斗,那么至少让强勇的忒拉蒙之子埃阿斯独自前来,并让精通弓箭的特夫克罗斯与他同行。
§12.351ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας, §12.352βῆ δὲ θέειν παρὰ τεῖχος Ἀχαιῶν χαλκοχιτώνων, §12.353στῆ δὲ παρʼ Αἰάντεσσι κιών, εἶθαρ δὲ προσηύδα· §12.354Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνων §12.355ἠνώγει Πετεῶο διοτρεφέος φίλος υἱὸς §12.356κεῖσʼ ἴμεν, ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητον §12.357ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κʼ ὄχʼ ἄριστον ἁπάντων §12.358εἴη, ἐπεὶ τάχα κεῖθι τετεύξεται αἰπὺς ὄλεθρος·
” 他这样说,传令官听后没有不顺从,沿着披甲青铜的阿开亚人的防壁奔跑,来到两位埃阿斯身旁停下,随即对他们说道: “两位埃阿斯,披甲青铜的阿耳戈斯人的领袖,宙斯所抚育的、佩特奥斯的爱子命令你们,前往那里,以便你们能应对哪怕片刻的苦战,最好是他们两位;因为那将是所有人中最好的选择,既然很快在那里,惨烈毁灭就将降临。
§12.359ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ §12.360ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.
因为在那里,吕基亚人的领袖们已经发起猛攻,他们从前在强烈的战斗中,就始终是狂暴之人。
§12.361εἰ δὲ καὶ ἐνθάδε περ πόλεμος καὶ νεῖκος ὄρωρεν, §12.362ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας, §12.363καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.
但如果这里也确实发生了战争和争斗,那么至少让强勇的忒拉蒙之子埃阿斯独自前往,并让精通弓箭的特夫克罗斯与他同行。
§12.364ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε μέγας Τελαμώνιος Αἴας.
” 他这样说,伟大的忒拉蒙之子埃阿斯没有不顺从。
§12.365αὐτίκʼ Ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα· §12.366Αἶαν σφῶϊ μὲν αὖθι, σὺ καὶ κρατερὸς Λυκομήδης, §12.367ἑσταότες Δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι· §12.368αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο· §12.369αἶψα δʼ ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπαμύνω.
他立刻对俄伊琉斯之子说出羽翼之言: “埃阿斯,你们两个留在原地,你和强勇的吕科墨得斯,站在这里,鼓舞达那奥斯人奋力战斗;而我将前往那里迎战,当我充分援助他们之后,我会很快回来。
§12.370ὣς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας, §12.371καί οἱ Τεῦκρος ἅμʼ ᾖε κασίγνητος καὶ ὄπατρος· §12.372τοῖς δʼ ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα.
” 忒拉蒙之子埃阿斯说完便离去,他的同父异母兄弟特夫克罗斯也与他一同前往;潘迪翁同他们在一起,帮特夫克罗斯拿着弯弓。
§12.373εὖτε Μενεσθῆος μεγαθύμου πύργον ἵκοντο §12.374τείχεος ἐντὸς ἰόντες, ἐπειγομένοισι δʼ ἵκοντο, §12.375οἳ δʼ ἐπʼ ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοι
当他们来到宽宏的梅内斯修斯的塔楼,进入防壁内部,并赶到那些陷入苦战的人们身旁时,强勇的吕基亚领袖和统治者们正像黑色的暴风雨一样登上胸墙。
§12.376ἴφθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες·
强勇的吕基亚领袖和统治者们。
§12.377σὺν δʼ ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δʼ ἀϋτή.
他们相互冲突进行正面交锋,战斗的呐喊声随之响起。
忒拉蒙之子埃阿斯最先斩杀一人,萨尔佩冬的战友、宽宏的埃皮克勒斯。
§12.380μαρμάρῳ ὀκριόεντι βαλών, ὅ ῥα τείχεος ἐντὸς §12.381κεῖτο μέγας παρʼ ἔπαλξιν ὑπέρτατος· οὐδέ κέ μιν ῥέα §12.382χείρεσσʼ ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδὲ μάλʼ ἡβῶν, §12.383οἷοι νῦν βροτοί εἰσʼ·
他用一块有棱角的大理石击中他,那块大理石在防壁内部胸墙的最上方,是一块巨大的石头;即使一个正值青春的男子,也很难用双手拿住它,像当今的凡人一样的人。
ὃ δʼ ἄρʼ ὑψόθεν ἔμβαλʼ ἀείρας, §12.384θλάσσε δὲ τετράφαλον κυνέην, σὺν δʼ ὀστέʼ ἄραξε §12.385πάντʼ ἄμυδις κεφαλῆς· ὃ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς §12.386κάππεσʼ ἀφʼ ὑψηλοῦ πύργου, λίπε δʼ ὀστέα θυμός.
但他将其高高举起并扔下,砸碎了有四个突起物的头盔,将他头部的骨头一举全部粉碎;他像一个潜水员一样,从高高的塔楼上坠下,灵魂离开了骨骼。
§12.387Τεῦκρος δὲ Γλαῦκον κρατερὸν παῖδʼ Ἱππολόχοιο §12.388ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο, §12.389ᾗ ῥʼ ἴδε γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης.
特夫克罗斯射中了希波洛科斯强勇之子格劳科斯,当他冲上高高的防壁时,用一发利箭,射在他看到裸露出来的手臂上,制止了他战斗。
§12.390ἂψ δʼ ἀπὸ τείχεος ἆλτο λαθών, ἵνα μή τις Ἀχαιῶν §12.391βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτʼ ἐπέεσσι.
格劳科斯暗地里从防壁上跳回,免得任何阿开亚人看到他受伤而用语言嘲讽夸耀。
§12.392Σαρπήδοντι δʼ ἄχος γένετο Γλαύκου ἀπιόντος §12.393αὐτίκʼ ἐπεί τʼ ἐνόησεν· ὅμως δʼ οὐ λήθετο χάρμης, §12.394ἀλλʼ ὅ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας §12.395νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ ἑσπόμενος πέσε δουρὶ §12.396πρηνής, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ,
当格劳科斯离去时,萨尔佩冬感到一阵悲痛,在他立刻察觉之后;然而他并没有忘记战斗,而是用长枪瞄准忒斯托尔之子阿尔克迈翁,刺中并拔出了长枪;阿尔克迈翁跟随着长枪,俯卧着倒下,他周围缀有青铜的精美铠甲铿锵作响。
§12.397Σαρπηδὼν δʼ ἄρʼ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν §12.398ἕλχʼ, ἣ δʼ ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε §12.399τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον.
萨尔佩冬用粗壮的双手抓住胸墙,拉扯着,整面墙便完全随之倒塌,而在其上方防壁被剥露出来,为众人开辟了一条道路。
§12.400τὸν δʼ Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθʼ ὃ μὲν ἰῷ
埃阿斯和特夫克罗斯同时向他发起攻击。