Humanitext Reader

荷马 · 伊利亚特 §12.207-12.274

赫克托尔驳斥凶兆与阿开亚防壁攻防战

第 106 段,共 226 段 · 希腊语

内容简介

波吕达马斯因出现凶兆而谏言退兵,但赫克托尔坚称“保家卫国才是最好的神启”并强行推进,特洛伊军开始拆毁防壁。阿开亚军顽强抵抗,两位埃阿斯四处奔走鼓舞士气以死守防线。

§12.207αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο.
雄鹰自身则发出一声长鸣,乘着风势飞逝而去。
§12.208Τρῶες δʼ ἐρρίγησαν ὅπως ἴδον αἰόλον ὄφιν §12.209κείμενον ἐν μέσσοισι Διὸς τέρας αἰγιόχοιο.
特洛伊人见那条斑驳的毒蛇横卧在他们中央,无不战栗,这是携盾主神宙斯降下的神启。
§12.210δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς· §12.211Ἕκτορ ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις ἀγορῇσιν
就在那时,波吕达马斯走到勇猛的赫克托尔身旁,说道: “赫克托尔,每当我在集会中提出好的建言,你总会以某种方式责备我。
§12.212ἐσθλὰ φραζομένῳ, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικε §12.213δῆμον ἐόντα παρὲξ ἀγορευέμεν, οὔτʼ ἐνὶ βουλῇ §12.214οὔτέ ποτʼ ἐν πολέμῳ, σὸν δὲ κράτος αἰὲν ἀέξειν·
因为在人们看来,一个普通人去说出违反你意愿的话是不妥的,无论是在议事会还是在战场上,而应当永远维护你的权威。
§12.215νῦν αὖτʼ ἐξερέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
然而,现在我还是要说出我认为最妥当的建议。
§12.216μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν.
我们不要去和达那俄斯人为了战船而战。
§12.217ὧδε γὰρ ἐκτελέεσθαι ὀΐομαι, εἰ ἐτεόν γε §12.218Τρωσὶν ὅδʼ ὄρνις ἦλθε περησέμεναι μεμαῶσιν §12.219αἰετὸς ὑψιπέτης ἐπʼ ἀριστερὰ λαὸν ἐέργων §12.220φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον §12.221ζωόν· ἄφαρ δʼ ἀφέηκε πάρος φίλα οἰκίʼ ἱκέσθαι, §12.222οὐδʼ ἐτέλεσσε φέρων δόμεναι τεκέεσσιν ἑοῖσιν.
因为我认为结果会是这样,如果确实在特洛伊人极度渴望跨越时,出现了这只飞鸟—— 那只高飞的雄鹰,在军阵的左侧翱翔,爪子里抓着一条巨大的、血红色的毒蛇,它虽然还活着,却在回到自己的巢穴前被立刻放开,雄鹰未能将其带回并喂养自己的幼雏。
§12.223ὣς ἡμεῖς, εἴ πέρ τε πύλας καὶ τεῖχος Ἀχαιῶν §12.224ῥηξόμεθα σθένεϊ μεγάλῳ, εἴξωσι δʼ Ἀχαιοί, §12.225οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθʼ αὐτὰ κέλευθα· §12.226πολλοὺς γὰρ Τρώων καταλείψομεν, οὕς κεν Ἀχαιοὶ §12.227χαλκῷ δῃώσωσιν ἀμυνόμενοι περὶ νηῶν.
我们也是一样,即使我们能以强大的力量突破阿开亚人的大门和防壁,且阿开亚人被迫退却,我们也将无法沿着同样的道路秩序井然地从船旁撤回;因为我们将留下许多特洛伊战友的尸体,他们将在阿开亚人为了保卫战船而用青铜武器进行的反击中被杀。
§12.228ὧδέ χʼ ὑποκρίναιτο θεοπρόπος, ὃς σάφα θυμῷ §12.229εἰδείη τεράων καί οἱ πειθοίατο λαοί.
任何一位明达神意、深知神启且深得民众信赖的预言家,都会做出这样的解释。
§12.230τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ· §12.231Πουλυδάμα, σὺ μὲν οὐκ ἔτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις·
” 这时,盔羽闪烁的赫克托尔恶狠狠地瞪着他说道: “波吕达马斯,你这些话再也无法取悦于我。
§12.232οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.
你应该能想出比这更好的说辞。
§12.233εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις, §12.234ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί,
如果你真的是严肃地在说这些话,那么,毫无疑问是神明们亲自夺去了你的心智。
§12.235ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι §12.236βουλέων, ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε·
你竟然要求我忘记那雷霆震怒的宙斯亲自向我承诺并点头应允的旨意?
§12.237τύνη δʼ οἰωνοῖσι τανυπτερύγεσσι κελεύεις
你却要求我去顺从那些展翅飞翔的鸟类?
§12.238πείθεσθαι, τῶν οὔ τι μετατρέπομʼ οὐδʼ ἀλεγίζω §12.239εἴτʼ ἐπὶ δεξίʼ ἴωσι πρὸς ἠῶ τʼ ἠέλιόν τε, §12.240εἴτʼ ἐπʼ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα.
我根本不在乎它们,也不予理会,无论它们是飞向日出与曙光的右方,还是飞向迷雾朦胧的黑暗左方。
§12.241ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ, §12.242ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
我们应当顺从伟大宙斯的旨意,他统治着所有的凡人和不朽的神明。
§12.243εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης.
唯一最好的神启就是:为祖国而战。
§12.244τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα;
你为什么如此害怕战争与杀戮?
§12.245εἴ περ γάρ τʼ ἄλλοι γε περὶ κτεινώμεθα πάντες §12.246νηυσὶν ἐπʼ Ἀργείων, σοὶ δʼ οὐ δέος ἔστʼ ἀπολέσθαι· §12.247οὐ γάρ τοι κραδίη μενεδήϊος οὐδὲ μαχήμων.
即使我们其他人都在阿耳戈斯人的船旁全部战死,你也不必担心丧命;因为你的心在战场上既不坚韧也不英勇。
§12.248εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι, ἠέ τινʼ ἄλλον §12.249παρφάμενος ἐπέεσσιν ἀποτρέψεις πολέμοιο, §12.250αὐτίκʼ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσεις.
但如果你敢逃避战斗,或者用言语诱骗其他人退缩而离开战场,你当即就会死在我的枪下。
§12.251ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο §12.252ἠχῇ θεσπεσίῃ·
” 说完这话,他便一马当先,众人伴随着震天的呐喊声紧随其后。
ἐπὶ δὲ Ζεὺς τερπικέραυνος §12.253ὦρσεν ἀπʼ Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν, §12.254ἥ ῥʼ ἰθὺς νηῶν κονίην φέρεν·
而那喜好雷电的宙斯自伊达的山峦间唤起了一阵狂风,将沙尘直接卷向战船。
αὐτὰρ Ἀχαιῶν §12.255θέλγε νόον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε.
他迷惑了阿开亚人的心智,却将荣耀赐予特洛伊人和赫克托尔。
§12.256τοῦ περ δὴ τεράεσσι πεποιθότες ἠδὲ βίηφι §12.257ῥήγνυσθαι μέγα τεῖχος Ἀχαιῶν πειρήτιζον.
他们正是凭借着这神启和他们自身的力气,试图突破阿开亚人的宏伟防壁。
§12.258κρόσσας μὲν πύργων ἔρυον, καὶ ἔρειπον ἐπάλξεις, §12.259στήλας τε προβλῆτας ἐμόχλεον, ἃς ἄρʼ Ἀχαιοὶ §12.260πρώτας ἐν γαίῃ θέσαν ἔμμεναι ἔχματα πύργων.
他们拉倒了塔楼的齿墙,推毁了胸墙,用杠杆撬动了突出的控柱,那是阿开亚人首先埋入土中,用以支撑塔楼的基石。
§12.261τὰς οἵ γʼ αὐέρυον, ἔλποντο δὲ τεῖχος Ἀχαιῶν §12.262ῥήξειν·
他们把这些拔了出来,指望着能将阿开亚人的防壁击碎。
οὐδέ νύ πω Δαναοὶ χάζοντο κελεύθου, §12.263ἀλλʼ οἵ γε ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις §12.264βάλλον ἀπʼ αὐτάων δηΐους ὑπὸ τεῖχος ἰόντας.
但达那俄斯人仍未退让,他们用牛皮遮挡住胸墙,并从其上向在防壁下行进的敌人投掷石块与武器。
§12.265ἀμφοτέρω δʼ Αἴαντε κελευτιόωντʼ ἐπὶ πύργων §12.266πάντοσε φοιτήτην μένος ὀτρύνοντες Ἀχαιῶν.
两位埃阿斯在塔楼上大声下达命令,四处奔走,鼓舞着阿开亚人的士气。
§12.267ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι §12.268νείκεον, ὅν τινα πάγχυ μάχης μεθιέντα ἴδοιεν· §12.269ὦ φίλοι Ἀργείων ὅς τʼ ἔξοχος ὅς τε μεσήεις §12.270ὅς τε χερειότερος, ἐπεὶ οὔ πω πάντες ὁμοῖοι §12.271ἀνέρες ἐν πολέμῳ, νῦν ἔπλετο ἔργον ἅπασι·
他们有时用温和的言辞,有时用严厉的训诫去责备那些被他们发现完全在战斗中懈怠的人: “阿耳戈斯的朋友们,无论你是出类拔萃的、平庸的,还是能力低微的——因为在战争中并非所有人都是同等强大的——现在所有人都有工作要做。
§12.272καὶ δʼ αὐτοὶ τόδε που γιγνώσκετε.
你们自己想必也知道这一点。
μή τις ὀπίσσω §12.273τετράφθω ποτὶ νῆας ὁμοκλητῆρος ἀκούσας, §12.274ἀλλὰ πρόσω ἵεσθε καὶ ἀλλήλοισι κέλεσθε,
任何人听到敌人的叫嚣后,都不准向战船方向退却,而是要奋勇向前,并互相勉励。 ”

词汇与语法注释

  1. 12.212δῆμον ἐόντα — 带有宾格分词 `ἐόντα`(ὤν 的荷马方言形式)的 `δῆμον`(平民、普通百姓)作为由无人称动词 `ἔοικε` 引导的不定式 `ἀγορευέμεν` 的逻辑主语。这表达了一种带有反讽意味的谦逊或社会规范:“作为平民之人,说出违背你意愿的话是不妥的。”
  2. 12.243ἀμύνεσθαι περὶ πάτρης — 不定式 `ἀμύνεσθαι` 属于说明性(epexegetical)不定式,用以修饰形容词 `ἄριστος`。整个短语的意思是“唯一且最好的神启就是:为祖国而战”。

引用这一段

荷马, 伊利亚特 §12.207-12.274. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:12.207-12.274

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。