§11.781ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμʼ ἅμʼ ἕπεσθαι· §11.782σφὼ δὲ μάλʼ ἠθέλετον, τὼ δʼ ἄμφω πόλλʼ ἐπέτελλον.
我先开口说话,劝你们一同随我们前去;你们两个非常愿意,而他们两位父亲也给予了许多嘱托。
§11.783Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλʼ Ἀχιλῆϊ §11.784αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων· §11.785σοὶ δʼ αὖθʼ ὧδʼ ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός· §11.786τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς, §11.787πρεσβύτερος δὲ σύ ἐσσι· βίῃ δʼ ὅ γε πολλὸν ἀμείνων.
老人佩琉斯曾嘱咐他的儿子阿基琉斯,要始终出类拔萃,并超越所有人;而阿克托尔之子墨诺提俄斯则对你如此嘱托: “我的孩子,论出身阿基琉斯确实更高贵,但你年长于他;而论力量他则远胜于你。
§11.788ἀλλʼ εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδʼ ὑποθέσθαι §11.789καί οἱ σημαίνειν· ὃ δὲ πείσεται εἰς ἀγαθόν περ.
可是,你当用贤明的话语好好规劝他,并给予建议,且引导他;为了他自己的益处,他会听从你的。
§11.790ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦν §11.791ταῦτʼ εἴποις Ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται.
” 那位老人曾如此嘱托,你却忘记了;但即便到了现在,你仍可对智勇的阿基琉斯诉说这些,或许他会听从。
§11.792τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις
谁知道呢,在神明的帮助下,你若好言相劝,或许能打动他的心?
§11.793παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.
朋友的劝说毕竟是极好的。
§11.794εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει §11.795καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ, §11.796ἀλλὰ σέ περ προέτω, ἅμα δʼ ἄλλος λαὸς ἑπέσθω §11.797Μυρμιδόνων, αἴ κέν τι φόως Δαναοῖσι γένηαι· §11.798καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι, §11.799αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο §11.800Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν §11.801τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.
但若他在心中回避着某种神示,且他那受人尊敬的母亲已从宙斯那里将此告知了他,那么至少让他派你出战,并让其余的密耳弥冬人队伍随你同往,或许你能成为达那俄斯人得救的光明;让他把精美的盔甲交给你带入战场,或许特洛伊人会因把你当成他而退出战斗,疲惫不堪的、好战的阿开亚子弟也能借此得以喘息;在战争中喘息的机会哪怕短暂也是宝贵的。
你们这些精力充沛的人,定能轻易用战吼将疲惫的敌人从战船和营帐前推回到城里去。
§11.804ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε, §11.805βῆ δὲ θέειν παρὰ νῆας ἐπʼ Αἰακίδην Ἀχιλῆα.
他这样说着,打动了帕特罗克洛斯胸中的心,帕特罗克洛斯便动身,沿着战船朝埃阿科斯之孙阿基琉斯那里奔去。
§11.806ἀλλʼ ὅτε δὴ κατὰ νῆας Ὀδυσσῆος θείοιο §11.807ἷξε θέων Πάτροκλος, ἵνά σφʼ ἀγορή τε θέμις τε §11.808ἤην, τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί, §11.809ἔνθά οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησε §11.810διογενὴς Εὐαιμονίδης κατὰ μηρὸν ὀϊστῷ §11.811σκάζων ἐκ πολέμου· κατὰ δὲ νότιος ῥέεν ἱδρὼς §11.812ὤμων καὶ κεφαλῆς, ἀπὸ δʼ ἕλκεος ἀργαλέοιο §11.813αἷμα μέλαν κελάρυζε· νόος γε μὲν ἔμπεδος ἦεν.
但当帕特罗克洛斯奔跑着来到高贵的奥德修斯的战船旁,那里是他们的集会所与法庭所在,且也是他们为众神筑起祭坛的地方,在那里他遇到了受伤的欧律皮洛斯,埃瓦埃蒙之子、神圣血统的欧律皮洛斯大腿中箭,正一瘸一拐地走下战场;潮湿的汗水正沿着他的双肩和头部流下,而从痛苦的伤口中,黑色的鲜血正汩汩流出;然而他的神志依然清醒。
§11.814τὸν δὲ ἰδὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός, §11.815καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα· §11.816ἆ δειλοὶ Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες §11.817ὣς ἄρʼ ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης §11.818ἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ.
墨诺提俄斯勇敢的孩子见此情景,十分怜悯他,叹息着对他吐露了羽翼般的话语: “啊,不幸的达那俄斯人的领袖和统治者们,你们竟然注定要在远离朋友和祖国土地的特洛伊,用你们白色的脂油去喂饱那矫捷的恶犬吗?
§11.819ἀλλʼ ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλʼ ἥρως, §11.820ἤ ῥʼ ἔτι που σχήσουσι πελώριον Ἕκτορʼ Ἀχαιοί, §11.821ἦ ἤδη φθίσονται ὑπʼ αὐτοῦ δουρὶ δαμέντες;
可是来吧,请告诉我,宙斯养育的英雄欧律皮洛斯,阿开亚人是否还能在什么地方抵挡住庞大的赫克托尔,还是说他们现在就要被他的长枪击败而灭亡?
§11.822τὸν δʼ αὖτʼ Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα· §11.823οὐκέτι διογενὲς Πατρόκλεες ἄλκαρ Ἀχαιῶν §11.824ἔσσεται, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέονται.
” 受伤的欧律皮洛斯再次回答他道: “神圣血统的帕特罗克洛斯啊,阿开亚人将不再有任何防线,他们会在黑色的战船中倒下。
§11.825οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι, §11.826ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε §11.827χερσὶν ὕπο Τρώων· τῶν δὲ σθένος ὄρνυται αἰέν.
因为所有先前最优秀的勇士们,现在都因特洛伊人的手,中箭或负伤,躺在战船旁;而敌人的力量正在不断高涨。
§11.828ἀλλʼ ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν, §11.829μηροῦ δʼ ἔκταμʼ ὀϊστόν, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν §11.830νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δʼ ἤπια φάρμακα πάσσε §11.831ἐσθλά, τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι, §11.832ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων.
但请你救救我,带我回到我黑色的战船上,帮我把大腿上的箭切出来,并用温水洗去大腿上的黑血,再敷上温和的有效良药,人们说这是你从阿基琉斯那里学到的,而教导阿基琉斯的则是喀戎,半人马中最公正的人。
§11.833ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων §11.834τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα §11.835χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος §11.836κεῖσθαι· ὃ δʼ ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα.
至于那两位医生波达莱里俄斯和马卡翁,我想其中一人自己受了伤躺在营帐里,也需要一位优秀的医生,而另一人则在平原上迎击特洛伊人猛烈的攻势。
” 墨诺提俄斯勇敢的孩子再次对他说: “这事该如何是好?
τί ῥέξομεν Εὐρύπυλʼ ἥρως;
我们该做什么,英雄欧律皮洛斯?
§11.839ἔρχομαι ὄφρʼ Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω §11.840ὃν Νέστωρ ἐπέτελλε Γερήνιος οὖρος Ἀχαιῶν· §11.841ἀλλʼ οὐδʼ ὧς περ σεῖο μεθήσω τειρομένοιο.
我本要前去向智勇的阿基琉斯传达阿开亚人的守护者格雷尼亚人内斯托尔嘱托我的话;但即使如此,我也决不会抛下备受痛苦的你不管。
§11.842ἦ, καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν §11.843ἐς κλισίην· θεράπων δὲ ἰδὼν ὑπέχευε βοείας.
” 他说着,从胸口下方托住这位民众的牧者,带他走向营帐;他的随从见状,便铺上了牛皮。
§11.844ἔνθά μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ §11.845ὀξὺ βέλος περιπευκές, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν §11.846νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν §11.847χερσὶ διατρίψας ὀδυνήφατον, ἥ οἱ ἁπάσας §11.848ἔσχʼ ὀδύνας· τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα.
帕特罗克洛斯让他在那里平躺,用小刀从他的大腿上挖出那锐利而带有倒钩的箭,并用温水洗去流出的黑血,接着将一根止痛的苦根用手揉碎敷在伤口上,这根草药止住了他所有的疼痛;伤口变干了,流血也停止了。