Humanitext Reader

荷马 · 伊利亚特 §11.709-11.780

内斯托尔的胜利与对帕特罗克洛斯的劝告

第 101 段,共 226 段 · 希腊语

内容简介

内斯托尔叙述了自己年轻时的辉煌战绩,当时他虽徒步作战,但在雅典娜的指引下对埃培俄斯人立下赫赫战功。随后他让帕特罗克洛斯重温其父墨诺提俄斯出征前的教诲,敦促其去说服阿基琉斯拯救阿开亚军队。

§11.709πανσυδίῃ·
一并出发。
μετὰ δέ σφι Μολίονε θωρήσσοντο §11.710παῖδʼ ἔτʼ ἐόντʼ, οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς.
在他们中间,莫里奥内的两个儿子也武装起来,他们当时还是孩子,尚未深知猛烈战斗的力量。
§11.711ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνη §11.712τηλοῦ ἐπʼ Ἀλφειῷ, νεάτη Πύλου ἠμαθόεντος· §11.713τὴν ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες.
有一座陡峭丘陵之城,名叫斯律奥埃萨,坐落在遥远的阿尔斐俄斯河畔,是多沙的皮洛斯的边境之城;他们包围了这座城,渴望将其摧毁。
§11.714ἀλλʼ ὅτε πᾶν πεδίον μετεκίαθον, ἄμμι δʼ Ἀθήνη §11.715ἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαι §11.716ἔννυχος, οὐδʼ ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρεν §11.717ἀλλὰ μάλʼ ἐσσυμένους πολεμίζειν.
但当他们穿过整个平原时,雅典娜作为使者连夜从奥林波斯奔来,通知我们武装起来,她并未在皮洛斯召集不情愿的民众,而是召集了极度渴望战斗的人。
οὐδέ με Νηλεὺς §11.718εἴα θωρήσσεσθαι, ἀπέκρυψεν δέ μοι ἵππους· §11.719οὐ γάρ πώ τί μʼ ἔφη ἴδμεν πολεμήϊα ἔργα.
然而内琉斯却不允许我武装,并将我的战马藏了起来;因为他说我还一点不懂战争的事务。
§11.720ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισι §11.721καὶ πεζός περ ἐών, ἐπεὶ ὧς ἄγε νεῖκος Ἀθήνη.
但即使如此,我在我们的骑兵中依然出类拔萃,尽管我徒步作战,因为雅典娜就是这样引导这场争端。
§11.722ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων §11.723ἐγγύθεν Ἀρήνης, ὅθι μείναμεν Ἠῶ δῖαν §11.724ἱππῆες Πυλίων, τὰ δʼ ἐπέρρεον ἔθνεα πεζῶν.
有一条名叫弥纽埃俄斯的河流流入大海,就在阿雷涅附近,我们在那里等待着神圣的黎明,我们皮洛斯的骑兵们,而步兵的队伍也不断汇聚。
§11.725ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες §11.726ἔνδιοι ἱκόμεσθʼ ἱερὸν ῥόον Ἀλφειοῖο.
从那里,我们全体带上武器全副武装,在中午时分抵达了阿尔斐俄斯河的神圣溪流。
§11.727ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά, §11.728ταῦρον δʼ Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι, §11.729αὐτὰρ Ἀθηναίη γλαυκώπιδι βοῦν ἀγελαίην, §11.730δόρπον ἔπειθʼ ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι, §11.731καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος §11.732ἀμφὶ ῥοὰς ποταμοῖο.
在那里,我们向大能的宙斯奉献了美好的祭品,向阿尔斐俄斯河献上一头公牛,向波塞冬献上一头公牛,向闪亮眼睛的雅典娜献上一头牛群中的母牛,随后我们在军中按队伍享用了晚餐,我们每个人都穿着盔甲入睡,就在河水之畔。
ἀτὰρ μεγάθυμοι Ἐπειοὶ §11.733ἀμφέσταν δὴ ἄστυ διαρραῖσαι μεμαῶτες· §11.734ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος·
然而,气宇轩昂的埃培俄斯人已经包围了城池,渴望将其摧毁;但在他们面前,展现出了阿雷斯的巨大战争伟业。
§11.735εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης, §11.736συμφερόμεσθα μάχῃ Διί τʼ εὐχόμενοι καὶ Ἀθήνῃ.
当闪耀的太阳升起在地球之上,我们祈求宙斯和雅典娜,投入了交战。
§11.737ἀλλʼ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος, §11.738πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους, §11.739Μούλιον αἰχμητήν· γαμβρὸς δʼ ἦν Αὐγείαο, §11.740πρεσβυτάτην δὲ θύγατρʼ εἶχε ξανθὴν Ἀγαμήδην, §11.741ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών.
当皮洛斯人和埃培俄斯人的战火燃起,我第一个杀死了敌人,并夺取了他的独蹄战马,那是矛手穆利俄斯;他是奥革阿斯的女婿,娶了其长女,即金发的阿伽墨德为妻,她知晓辽阔大地所养育的所有草药。
§11.742τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί, §11.743ἤριπε δʼ ἐν κονίῃσιν· ἐγὼ δʼ ἐς δίφρον ὀρούσας §11.744στῆν ῥα μετὰ προμάχοισιν·
在他向我冲来时,我用装有青铜枪头的长枪刺中了他,他倒在尘土中;而我跳上他的战车,站在最前列的战士之中。
ἀτὰρ μεγάθυμοι Ἐπειοὶ §11.745ἔτρεσαν ἄλλυδις ἄλλος, ἐπεὶ ἴδον ἄνδρα πεσόντα §11.746ἡγεμόνʼ ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι.
气宇轩昂的埃培俄斯人见此人倒下,便纷纷四散逃窜,他是骑兵的领袖,也是战斗中最杰出的勇士。
§11.747αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος, §11.748πεντήκοντα δʼ ἕλον δίφρους, δύο δʼ ἀμφὶς ἕκαστον §11.749φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες.
而我像黑色狂风一样冲向他们,夺取了五十辆战车,在每辆战车周围都有两个男子在我的长枪下被击败,口咬泥土倒地。
§11.750καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδʼ ἀλάπαξα, §11.751εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθων §11.752ἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλῇ.
此时我本可除掉阿克托尔的儿子,即莫里奥内的两个孩子,要不是他们的父亲,那广阔领地的震地之神用浓雾将他们笼罩,把他们从战场上救出。
§11.753ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε· §11.754τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ σπιδέος πεδίοιο §11.755κτείνοντές τʼ αὐτοὺς ἀνά τʼ ἔντεα καλὰ λέγοντες, §11.756ὄφρʼ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους §11.757πέτρης τʼ Ὠλενίης, καὶ Ἀλησίου ἔνθα κολώνη §11.758κέκληται· ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη.
在那里,宙斯将伟大的胜利赐予了皮洛斯人;因为我们一路在宽阔的平原上追击他们,斩杀他们并收集他们精美的盔甲,直到我们将战马赶到了盛产小麦的布普拉西翁,以及俄勒诺斯之岩,还有那被称为阿莱西翁的小丘;在那里,雅典娜让军队折返。
§11.759ἔνθʼ ἄνδρα κτείνας πύματον λίπον· αὐτὰρ Ἀχαιοὶ §11.760ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδʼ ἔχον ὠκέας ἵππους, §11.761πάντες δʼ εὐχετόωντο θεῶν Διὶ Νέστορί τʼ ἀνδρῶν.
在那里杀死了最后一个人后,我留下了他;而阿开亚人将他们飞快的战马从布普拉西翁赶回了皮洛斯,所有人都在众神中赞美宙斯,在凡人中赞美内斯托尔。
§11.762ὣς ἔον, εἴ ποτʼ ἔον γε, μετʼ ἀνδράσιν.
在英雄好汉中,我曾是那样的人,如果那段时光真的存在过。
αὐτὰρ Ἀχιλλεὺς §11.763οἶος τῆς ἀρετῆς ἀπονήσεται· ἦ τέ μιν οἴω §11.764πολλὰ μετακλαύσεσθαι ἐπεί κʼ ἀπὸ λαὸς ὄληται.
然而阿基琉斯却只想独自享有他的勇武;但我认为他在军队覆灭之后,定会痛哭流涕。
§11.765ὦ πέπον ἦ μὲν σοί γε Μενοίτιος ὧδʼ ἐπέτελλεν §11.766ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε, §11.767νῶϊ δέ τʼ ἔνδον ἐόντες ἐγὼ καὶ δῖος Ὀδυσσεὺς §11.768πάντα μάλʼ ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε.
亲爱的朋友啊,墨诺提俄斯确实曾这样嘱托你,在他把你从普提亚送往阿伽门农那里的那一天,当时我和高贵的奥德修斯在屋里,在大厅中听得真切,他是如何嘱托你的。
§11.769Πηλῆος δʼ ἱκόμεσθα δόμους εὖ ναιετάοντας §11.770λαὸν ἀγείροντες κατʼ Ἀχαιΐδα πουλυβότειραν.
因为我们曾来到佩琉斯那建得很好的宅邸,在富饶的阿开亚各地召集军队。
§11.771ἔνθα δʼ ἔπειθʼ ἥρωα Μενοίτιον εὕρομεν ἔνδον §11.772ἠδὲ σέ, πὰρ δʼ Ἀχιλῆα· γέρων δʼ ἱππηλάτα Πηλεὺς §11.773πίονα μηρία καῖε βοὸς Διὶ τερπικεραύνῳ §11.774αὐλῆς ἐν χόρτῳ· ἔχε δὲ χρύσειον ἄλεισον §11.775σπένδων αἴθοπα οἶνον ἐπʼ αἰθομένοις ἱεροῖσι.
在那里,我们找到了在屋内的英雄墨诺提俄斯,还有你,以及在你身旁的阿基琉斯;年迈的驭马者佩琉斯向喜爱雷电的宙斯焚烧牡牛肥美的股骨,就在中庭的围栏内;他手持金杯,并在燃烧的祭品上浇灌闪光的红酒。
§11.776σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα, νῶϊ δʼ ἔπειτα §11.777στῆμεν ἐνὶ προθύροισι· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεύς, §11.778ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε, §11.779ξείνιά τʼ εὖ παρέθηκεν, ἅ τε ξείνοις θέμις ἐστίν.
你们两个正忙于料理牛肉,而我们随后站在了门口;阿基琉斯惊讶地跳了起来,拉着我们的手引我们进来,请我们坐下,丰盛地款待我们,摆上了属于客人的款待之礼。
§11.780αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος,
当当我们享用完食物和饮料,心满意足之后,

词汇与语法注释

  1. §11.710παῖδʼ ἔτʼ ἐόντʼ — 伴有元音省略的双数主格形式 παῖδε ἔτι ἐόντε。它作为动词 θωρήσσοντο 的双数主语“莫里奥内兄弟”(Μολίονε)的述语性同位语,具有让步意味(“尽管当时还是孩子”)。
  2. §11.750καί νύ κεν... ἀλάπαξα, εἰ μή... ἐσάωσε — 表示与过去事实相反的虚拟条件句。主句由语气小词 κεν(相当于 ἄν)配合直陈式过去时(ἀλάπαξα)构成,条件从句由 εἰ μή 配合直陈式过去时(ἐσάωσε)构成,表示过去未曾实现的事实(“若不是……救了他们,我早已除掉了……”)。
  3. §11.761θεῶν Διὶ Νέστορί τʼ ἀνδρῶν — 具有交错呼应特征的格位对应结构。复数属格 θεῶν(众神之)修饰与格 Διί(给宙斯),复数属格 ἀνδρῶν(凡人之)修饰与格 Νέστορι(给内斯托尔),构成清晰的对比性部分属格关系(“在众神中归于宙斯,在凡人中归于内斯托尔”)。

引用这一段

荷马, 伊利亚特 §11.709-11.780. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:11.709-11.780

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。