Humanitext Reader

ホメロス · イリアス §11.781-11.848

ネストルの進言と負傷したエウリュピュロスの手当て

102 / 226 箇所 · ギリシア語

要旨

ネストルは、パトロクロスに父メノイティオスの遺訓を思い起こさせ、アキレウスを説得するか、あるいは自身がアキレウスの武具を借りて出陣するよう促す。パトロクロスはアキレウスのもとへ急ぐ途中、負傷したエウリュピュロスに出会い、彼の懇願を受けて応急手当を施す。

§11.781ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμʼ ἅμʼ ἕπεσθαι·
私が言葉を始め、お前たちに一緒について来るよう勧めた。
§11.782σφὼ δὲ μάλʼ ἠθέλετον, τὼ δʼ ἄμφω πόλλʼ ἐπέτελλον.
お前たち二人は大いにそれを望み、彼ら二人の父親も多くを命じた。
§11.783Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλʼ Ἀχιλῆϊ §11.784αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων·
老いたペレウスは、自らの子アキレウスに命じた、常に抜群に優れ、他者より抜きん出ているようにと。
§11.785σοὶ δʼ αὖθʼ ὧδʼ ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός· §11.786τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς, §11.787πρεσβύτερος δὲ σύ ἐσσι·
一方、お前にはアクトルの子メノイティオスがこのように命じた、「我が子よ、生まれにおいてはアキレウスの方が上であるが、年長なのはお前の方だ。
βίῃ δʼ ὅ γε πολλὸν ἀμείνων.
だが力においては彼の方がはるかに優れている。
§11.788ἀλλʼ εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδʼ ὑποθέσθαι §11.789καί οἱ σημαίνειν·
しかし、彼に賢明な言葉をよく語り、助言を与え、彼を導くがよい。
ὃ δὲ πείσεται εἰς ἀγαθόν περ.
彼は良いことのために従うであろう」と。
§11.790ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι·
そのようにあの老人は命じたが、お前は忘れている。
ἀλλʼ ἔτι καὶ νῦν §11.791ταῦτʼ εἴποις Ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται.
しかし今からでも心勇猛なアキレウスにこれらを語るがよい、彼が聞き入れるかもしれないから。
§11.792τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις
神の助けを得て、お前が説得することで彼の心を動かせるかどうか、誰が知ろうか。
§11.793παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.
友の説得は良いものだからだ。
§11.794εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει §11.795καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ, §11.796ἀλλὰ σέ περ προέτω, ἅμα δʼ ἄλλος λαὸς ἑπέσθω §11.797Μυρμιδόνων, αἴ κέν τι φόως Δαναοῖσι γένηαι·
だが、もし彼がその心の中で何らかの神託を避けており、敬うべき母がゼウスのもとからの神託を彼に告げたのであれば、せめてお前を送り出し、他のミュルミドン人の軍勢もお前に従わせるがよい、ダナオス人に何らかの救いの光となるように。
§11.798καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι, §11.799αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο §11.800Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν
そして彼に、自らの美しき武具を戦いへと身につけていくようお前に与えさせよ、トロイア人たちがお前を彼と見間違えて戦いから手を引き、疲れ果てたアカイア人の戦闘的な息子たちが一息つけるかもしれないから。
§11.801τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.
戦いにおいて一息つけるのはわずかなことでも有難い。
§11.802ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ §11.803ὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
疲れを知らぬお前たちなら、疲れ果てた男たちを、ときの声とともに船や小屋から離れて町へと容易に押し返せるだろう。
§11.804ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,
彼はそう語り、彼の胸の中の心を動かした。
§11.805βῆ δὲ θέειν παρὰ νῆας ἐπʼ Αἰακίδην Ἀχιλῆα.
そして彼は、船の傍らをアイアコスの孫アキレウスのもとへと走り去った。
§11.806ἀλλʼ ὅτε δὴ κατὰ νῆας Ὀδυσσῆος θείοιο §11.807ἷξε θέων Πάτροκλος, ἵνά σφʼ ἀγορή τε θέμις τε §11.808ἤην, τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί, §11.809ἔνθά οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησε §11.810διογενὴς Εὐαιμονίδης κατὰ μηρὸν ὀϊστῷ §11.811σκάζων ἐκ πολέμου·
しかし、パトロクロスが走って、気高きオデュッセウスの船のあたり、彼らの集会所や法廷があり、また神々の祭壇が築かれている場所に達したとき、そこで彼のもとに、太ももを矢で射られて傷ついた、エウアイモンの子で神聖な血を引くエウリュピュロスが、戦場から足を引きずりながらやって来て行き逢った。
κατὰ δὲ νότιος ῥέεν ἱδρὼς §11.812ὤμων καὶ κεφαλῆς, ἀπὸ δʼ ἕλκεος ἀργαλέοιο §11.813αἷμα μέλαν κελάρυζε·
湿った汗が彼の肩や頭から流れ落ち、辛い傷口からは黒い血が湧き出ていた。
νόος γε μὲν ἔμπεδος ἦεν.
だが彼の意識はしっかりしていた。
§11.814τὸν δὲ ἰδὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός, §11.815καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
彼を見て、メノイティオスの勇敢な息子は哀れに思い、嘆き悲しみながら、翼ある言葉をかけた。
§11.816ἆ δειλοὶ Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες §11.817ὣς ἄρʼ ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης §11.818ἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ.
「ああ、ダナオス人の憐れな指導者、支配者たちよ、お前たちはこのように、愛する人々や祖国の土地から遠く離れたトロイアで、その白い脂身で、素早い犬たちを飽かせる運命にあったのか。
§11.819ἀλλʼ ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλʼ ἥρως, §11.820ἤ ῥʼ ἔτι που σχήσουσι πελώριον Ἕκτορʼ Ἀχαιοί, §11.821ἦ ἤδη φθίσονται ὑπʼ αὐτοῦ δουρὶ δαμέντες;
だが、さあ、ゼウスに育まれた英雄エウリュピュロスよ、私にこれを語ってくれ、アカイア人たちは巨大なヘクトルをまだどこかで食い止めることができるのか、それとも、すでに彼の槍に屈して滅びようとしているのか。
§11.822τὸν δʼ αὖτʼ Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα·
」傷ついたエウリュピュロスは、再び彼に向かって語った。
§11.823οὐκέτι διογενὲς Πατρόκλεες ἄλκαρ Ἀχαιῶν
「神聖な血を引くパトロクロスよ、もはやアカイア人の防壁は存在しない。
§11.824ἔσσεται, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέονται.
彼らは黒い船の中に倒れ込むだろう。
§11.825οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι, §11.826ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε §11.827χερσὶν ὕπο Τρώων·
かつて最も優れた者たちであったすべての者が、トロイア人たちの手にかかって、射られ、あるいは突かれて、船のところに横たわっている。
τῶν δὲ σθένος ὄρνυται αἰέν.
そして彼らの勢力は常に高まっている。
§11.828ἀλλʼ ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν, §11.829μηροῦ δʼ ἔκταμʼ ὀϊστόν, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν §11.830νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δʼ ἤπια φάρμακα πάσσε §11.831ἐσθλά, τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι,
だが、お前は私を黒い船へと導いて救い出してくれ、そして太ももから矢を切り出し、そこから流れる黒い血をぬるま湯で洗い流し、お前がアキレウスから学んだという効き目のある優しい薬を振りかけてくれ。
§11.832ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων.
アキレウスには、ケンタウロスたちの中で最も正しいケイロンが教えたのだ。
§11.833ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων §11.834τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα §11.835χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος
医師であるポダレイリオスとマカオンについて言えば、一方は、自分自身も傷を負って小屋の中で横たわり、優れた医師を必要としていると思う。
§11.836κεῖσθαι· ὃ δʼ ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα.
もう一方は、平原でトロイア人たちの鋭い戦いに立ち向かっている。
§11.837τὸν δʼ αὖτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός·
」メノイティオスの勇敢な息子は再び彼に語った。
§11.838πῶς τὰρ ἔοι τάδε ἔργα;
「では、この状況はどうなるのか。
τί ῥέξομεν Εὐρύπυλʼ ἥρως;
我々は何をなすべきか、英雄エウリュピュロスよ。
§11.839ἔρχομαι ὄφρʼ Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω §11.840ὃν Νέστωρ ἐπέτελλε Γερήνιος οὖρος Ἀχαιῶν·
私は、アカイア人の守護者であるゲレニアのネストルが授けた言葉を、心勇猛なアキレウスに伝えるために行くところだ。
§11.841ἀλλʼ οὐδʼ ὧς περ σεῖο μεθήσω τειρομένοιο.
だが、それでも苦しんでいるお前を見捨てることは決してしない。
§11.842ἦ, καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν
」彼はそう言い、民の牧者を胸の下で抱えて小屋へと連れて行った。
§11.843ἐς κλισίην· θεράπων δὲ ἰδὼν ὑπέχευε βοείας.
従者はそれを見て、牛の皮を敷いた。
§11.844ἔνθά μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ §11.845ὀξὺ βέλος περιπευκές, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν §11.846νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν §11.847χερσὶ διατρίψας ὀδυνήφατον, ἥ οἱ ἁπάσας
そこでパトロクロスは彼を横たわらせ、太ももから小刀で鋭く痛みを伴う矢を切り出し、そこから流れる黒い血をぬるま湯で洗い、手で揉み潰した痛みを和らげる苦い根をその上に当てた。
§11.848ἔσχʼ ὀδύνας·
それは彼のすべての痛みを止めた。
τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα.
傷口は乾き、血は止まった。

語釈・文法注

  1. 11.788φάσθαι, ὑποθέσθαι, σημαίνειν — 命令法に代わる不定詞(命令の不定詞)。主節の動詞なしで、直接話法の中の強い命令を表している。
  2. 11.817ἐμέλλετε ... ἄσειν — 動詞 μέλλω と未来不定詞 ἄσειν(飽かせる、満たす)の結合。過去の時点における予定・運命を表し、「お前たちは〜する運命にあったのか」という嘆きを表現する。
  3. 11.831δεδιδάχθαι — 動詞 διδάσκω(教える)の完了受動不定詞。元来「(人に:対格)を(内容:対格)について教える」という二重対格をとる。ここでは受動態となり、対格の主語 σε(お前が)に、教えられた内容を示す関係代名詞 τά が係っている。

この箇所を引用する

ホメロス, イリアス §11.781-11.848. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:11.781-11.848

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。