§12.1ὣς ὃ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱὸς §12.2ἰᾶτʼ Εὐρύπυλον βεβλημένον· οἳ δὲ μάχοντο §12.3Ἀργεῖοι καὶ Τρῶες ὁμιλαδόν· οὐδʼ ἄρʼ ἔμελλε §12.4τάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν §12.5εὐρύ, τὸ ποιήσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον §12.6ἤλασαν· οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας· §12.7ὄφρά σφιν νῆάς τε θοὰς καὶ ληΐδα πολλὴν §12.8ἐντὸς ἔχον ῥύοιτο· θεῶν δʼ ἀέκητι τέτυκτο §12.9ἀθανάτων· τὸ καὶ οὔ τι πολὺν χρόνον ἔμπεδον ἦεν.
就这样,墨诺提俄斯勇敢的孩子在营帐里治疗着受伤的欧律皮洛斯;而他们正在战斗,阿开亚人和特洛伊人成群地混战;而达那俄斯人的壕沟也无法再阻挡他们,其上方宽阔的防壁同样不能,这宽阔的防壁是他们为战船而筑,且围绕着壕沟他们将防壁拉起;可他们并未给众神献上名闻遐迩的百牛大祭,这本是为了将疾驰的战船和丰厚的战利品护于其内以保安全;可是,这防壁违背了不死众神的意志而建成,因此它无法长久地屹立不倒。
§12.10ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνιʼ Ἀχιλλεὺς §12.11καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν, §12.12τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν.
只要赫克托尔还活着,阿基琉斯还在怀愤怒火,且普里阿摩斯国王的城池尚未被攻破,阿开亚人的巨大防壁也同样巍然屹立。
§12.13αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι, §12.14πολλοὶ δʼ Ἀργείων οἳ μὲν δάμεν, οἳ δὲ λίποντο, §12.15πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ, §12.16Ἀργεῖοι δʼ ἐν νηυσὶ φίλην ἐς πατρίδʼ ἔβησαν, §12.17δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων §12.18τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες.
然而,及至特洛伊人中所有最杰出的勇士皆已战死,许多阿开亚人或被击败,或得以幸存,且普里阿摩斯的城池在第十年被洗劫一空,阿开亚人乘着战船返回了他们亲爱的祖国,就在那时,波塞冬与阿波罗开始谋划引入群河的力量,企图将那防壁冲毁。
§12.19ὅσσοι ἀπʼ Ἰδαίων ὀρέων ἅλα δὲ προρέουσι, §12.20Ῥῆσός θʼ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε §12.21Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος §12.22καὶ Σιμόεις, ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι §12.23κάππεσον ἐν κονίῃσι καὶ ἡμιθέων γένος ἀνδρῶν· §12.24τῶν πάντων ὁμόσε στόματʼ ἔτραπε Φοῖβος Ἀπόλλων, §12.25ἐννῆμαρ δʼ ἐς τεῖχος ἵει ῥόον· ὗε δʼ ἄρα Ζεὺς §12.26συνεχές, ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη.
那些从伊达山脉流入大海的所有河流:雷索斯、赫普塔波罗斯、卡雷索斯、罗迪奥斯,格雷尼科斯、艾塞浦斯,以及神圣的斯卡曼德罗斯,还有西摩伊斯——在那里曾有许多牛皮盾和头盔以及半神英雄的一代,纷纷陨落于尘土之中;福玻斯·阿波罗将所有这些河流的河口汇聚一处,连续九天将洪流引向防壁;而宙斯则不停地下着大雨,以便能更快地将防壁化为汪洋。
§12.27αὐτὸς δʼ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν §12.28ἡγεῖτʼ, ἐκ δʼ ἄρα πάντα θεμείλια κύμασι πέμπε §12.29φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί, §12.30λεῖα δʼ ἐποίησεν παρʼ ἀγάρροον Ἑλλήσποντον, §12.31αὖτις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψε §12.32τεῖχος ἀμαλδύνας· ποταμοὺς δʼ ἔτρεψε νέεσθαι §12.33κὰρ ῥόον, ᾗ περ πρόσθεν ἵεν καλλίρροον ὕδωρ.
震地神自己手持三叉戟在前引路,将阿开亚人辛勤奠定的所有由圆木和基石构成的地基悉数送入波涛之中,并沿着流急的赫勒斯滂将一切抹平,在冲毁防壁后,再次用沙土覆盖了广阔的沙滩;至于那些河流,他则令其回归原道,正如它们先前奔流着秀美泉水那般。
§12.34ὣς ἄρʼ ἔμελλον ὄπισθε Ποσειδάων καὶ Ἀπόλλων §12.35θησέμεναι· τότε δʼ ἀμφὶ μάχη ἐνοπή τε δεδήει §12.36τεῖχος ἐΰδμητον, κανάχιζε δὲ δούρατα πύργων §12.37βαλλόμενʼ· Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντες §12.38νηυσὶν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο §12.39Ἕκτορα δειδιότες, κρατερὸν μήστωρα φόβοιο· §12.40αὐτὰρ ὅ γʼ ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ·
确实,波塞冬与阿波罗在日后便打算如此行事;可在当时,围绕着那修筑稳固的防壁,战斗与呐喊正在炽烈燃烧,被击中的城楼木梁发出格格的响声,而阿开亚人由于屈服于宙斯的皮鞭之下,被困在他们中空的战船旁,难以动弹,因为他们惧怕赫克托尔——那位制造恐慌的强悍主谋;而他则如先前一样,像暴风风般狂乱搏杀。
§12.41ὡς δʼ ὅτʼ ἂν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσι §12.42κάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων· §12.43οἳ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες §12.44ἀντίον ἵστανται καὶ ἀκοντίζουσι θαμειὰς §12.45αἰχμὰς ἐκ χειρῶν· τοῦ δʼ οὔ ποτε κυδάλιμον κῆρ §12.46ταρβεῖ οὐδὲ φοβεῖται, ἀγηνορίη δέ μιν ἔκτα· §12.47ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων· §12.48ὅππῃ τʼ ἰθύσῃ τῇ εἴκουσι στίχες ἀνδρῶν· §12.49ὣς Ἕκτωρ ἀνʼ ὅμιλον ἰὼν ἐλλίσσεθʼ ἑταίρους §12.50τάφρον ἐποτρύνων διαβαινέμεν·
恰似在猎犬和猎人当中,一只野猪或狮子转过身来,在力量中怒目圆睁;而人们则排成如城墙般的队列,挺身对抗,并从手中频频掷出密集的标枪;但它那高傲的心灵却绝不畏惧也不胆怯,而它的英勇终使其丧命;它屡屡转身,企图冲破人群的战线,而在它冲锋之处,人们的队列便纷纷溃退—— 赫克托尔就是这样穿行于人群中,恳求着战友们,催促他们渡过壕沟。
οὐδέ οἱ ἵπποι §12.51τόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπʼ ἄκρῳ §12.52χείλει ἐφεσταότες· ἀπὸ γὰρ δειδίσσετο τάφρος §12.53εὐρεῖʼ, οὔτʼ ἄρʼ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι §12.54ῥηϊδίη· κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν §12.55ἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δὲ σκολόπεσσιν §12.56ὀξέσιν ἠρήρει, τοὺς ἵστασαν υἷες Ἀχαιῶν §12.57πυκνοὺς καὶ μεγάλους δηΐων ἀνδρῶν ἀλεωρήν.
然而,他那些健步如飞的骏马却不敢越雷池一步,只是站在沟壁的边缘频频嘶鸣;因为那宽阔的壕沟吓阻了它们,想要从近旁一跃而过并不容易,想要穿行过去也绝非易事;因为悬崖峭壁在壕沟两边环绕耸立,而在壕沟上方,则密布着尖锐的木桩,这些是由阿开亚人的子弟为了御敌而密集且高大地树立起来的防卫设施。
在那里,拉着转动良好的战车的骏马很难进入其中,然而步兵们却热切地思索着是否能完成这一壮举。
§12.60δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς· §12.61Ἕκτορ τʼ ἠδʼ ἄλλοι Τρώων ἀγοὶ ἠδʼ ἐπικούρων §12.62ἀφραδέως διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππους· §12.63ἣ δὲ μάλʼ ἀργαλέη περάαν· σκόλοπες γὰρ ἐν αὐτῇ §12.64ὀξέες ἑστᾶσιν, ποτὶ δʼ αὐτοὺς τεῖχος Ἀχαιῶν, §12.65ἔνθʼ οὔ πως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι §12.66ἱππεῦσι· στεῖνος γάρ, ὅθι τρώσεσθαι ὀΐω.
就在那时,普里达马斯走到勇敢的赫克托尔身旁,对他说道: “赫克托尔,以及特洛伊人与盟军的其他领袖们,我们愚蠢地驱使着骏马穿过这道壕沟;可要渡过它实在是困难至极;因为在壕沟里密布着锋利的木桩,而在它们后面就是阿开亚人的防壁,在那儿,骑兵根本无法下马并进行战斗;因为那是狭窄之地,我想我们会在那里受伤。