Humanitext Reader

荷马 · 伊利亚特 §11.492-11.563

马卡昂负伤与埃阿斯的顽强撤退

第 98 段,共 226 段 · 希腊语

内容简介

正当埃阿斯压制特洛伊军队时,帕里斯击伤了医生马卡昂,引发阿开亚人的恐慌。随后,宙斯在埃阿斯心中唤起恐惧,迫使他极不情愿却又顽强地撤退,文中将其比作狮子和倔强的毛驴。

§11.492ὡς δʼ ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισι §11.493χειμάρρους κατʼ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ, §11.494πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας §11.495ἐσφέρεται, πολλὸν δέ τʼ ἀφυσγετὸν εἰς ἅλα βάλλει, §11.496ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας, §11.497δαΐζων ἵππους τε καὶ ἀνέρας· οὐδέ πω Ἕκτωρ §11.498πεύθετʼ, ἐπεί ῥα μάχης ἐπʼ ἀριστερὰ μάρνατο πάσης §11.499ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου, τῇ ῥα μάλιστα §11.500ἀνδρῶν πῖπτε κάρηνα, βοὴ δʼ ἄσβεστος ὀρώρει §11.501Νέστορά τʼ ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα.
正如满溢的江河,在宙斯暴雨的催促下,化作冬日的山洪奔流下山,涌入平原,冲走许多枯干的橡树和许多松树,并将许多泥沙抛入大海;同样,光荣的埃阿斯当时也在平原上横冲直撞,斩杀着战马和士卒;而赫克托尔当时还不知此事,因为他在整个战场的左翼,正在斯卡曼德罗斯河畔战斗,那里的战士头颅落得最多,而无法熄灭的呐喊声正腾空而起,围绕在伟大的内斯托尔和勇猛的伊多墨纽斯周围。
§11.502Ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων §11.503ἔγχεΐ θʼ ἱπποσύνῃ τε, νέων δʼ ἀλάπαζε φάλαγγας· §11.504οὐδʼ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοὶ §11.505εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο §11.506παῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν, §11.507ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὦμον.
赫克托尔在他们中间厮杀,建树着惊人的功绩,挥舞枪矛,驾驭战车,摧毁了年轻士兵的方阵;高贵的阿开亚人原本还不会在道路上退却,若不是美丽的白皙秀发海伦之夫亚历山德罗斯,止住了正在英勇战斗的民之牧者马卡昂,用一支三叉箭射中了他的右肩。
§11.508τῷ ῥα περίδεισαν μένεα πνείοντες Ἀχαιοὶ §11.509μή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν.
因此,斗志昂扬的阿开亚人们大为惊恐,担心随着战局的扭转,敌人会把他俘获。
§11.510αὐτίκα δʼ Ἰδομενεὺς προσεφώνεε Νέστορα δῖον· §11.511ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν §11.512ἄγρει σῶν ὀχέων ἐπιβήσεο, πὰρ δὲ Μαχάων §11.513βαινέτω, ἐς νῆας δὲ τάχιστʼ ἔχε μώνυχας ἵππους· §11.514ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων §11.515ἰούς τʼ ἐκτάμνειν ἐπί τʼ ἤπια φάρμακα πάσσειν.
伊多墨纽斯随即对高贵的内斯托尔说道: “内斯托尔啊,涅琉斯之子,阿开亚人的伟大荣耀,快登上你的战车,让马卡昂坐在你的身旁,以最快的速度驱赶独蹄战马驶向船只;因为一位医生抵得过许多其他的人,他能挖出箭头,并敷上舒缓的药膏。
§11.516ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.
” 他这样说,格勒尼亚的骑士内斯托尔没有不从。
§11.517αὐτίκα δʼ ὧν ὀχέων ἐπεβήσετο, πὰρ δὲ Μαχάων §11.518βαῖνʼ Ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰητῆρος· §11.519μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην §11.520νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ.
他立刻登上了自己的战车,马卡昂坐在他身旁,他是完美无瑕的医生阿斯克勒庇俄斯之子;内斯托尔扬鞭策马,两匹骏马毫不迟疑地飞奔起来,奔向空心的船只;因为前往那里正是它们心所向往。
§11.521Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν §11.522Ἕκτορι παρβεβαώς, καί μιν πρὸς μῦθον ἔειπεν· §11.523Ἕκτορ νῶϊ μὲν ἐνθάδʼ ὁμιλέομεν Δαναοῖσιν §11.524ἐσχατιῇ πολέμοιο δυσηχέος· οἳ δὲ δὴ ἄλλοι §11.525Τρῶες ὀρίνονται ἐπιμὶξ ἵπποι τε καὶ αὐτοί.
刻布里奥涅斯看到特洛伊人陷入混乱,他站在赫克托尔身旁,对他说道: “赫克托尔啊,我们两人在这里与达奈人厮杀,处于这嘈杂战斗的边缘;而其他的特洛伊人,无论是马是人,都挤在一起乱作一团。
§11.526Αἴας δὲ κλονέει Τελαμώνιος· εὖ δέ μιν ἔγνων· §11.527εὐρὺ γὰρ ἀμφʼ ὤμοισιν ἔχει σάκος·
泰拉蒙之子埃阿斯正在驱逐他们;我认得他,因为他肩上扛着宽阔的盾牌。
ἀλλὰ καὶ ἡμεῖς §11.528κεῖσʼ ἵππους τε καὶ ἅρμʼ ἰθύνομεν, ἔνθα μάλιστα §11.529ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντες §11.530ἀλλήλους ὀλέκουσι, βοὴ δʼ ἄσβεστος ὄρωρεν.
不过,我们也将马匹和战车驶向那里,那里的骑兵和步兵正在展开激烈的冲突,互相杀戮,无法熄灭的呐喊声正腾空而起。
§11.531ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους §11.532μάστιγι λιγυρῇ· τοὶ δὲ πληγῆς ἀΐοντες §11.533ῥίμφʼ ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς §11.534στείβοντες νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξων §11.535νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον, §11.536ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον §11.537αἵ τʼ ἀπʼ ἐπισσώτρων.
” 说话间,他扬起清脆的皮鞭,抽打着美丽的骏马;它们听到鞭声,迅速拉着飞快的战车在特洛伊人和阿开亚人之间奔驰,践踏着尸体和盾牌;车轴下部被鲜血染红,车厢周围的扶手也是如此,马蹄甩出的血滴,以及车轮轮缘甩出的血滴,都打在上面。
ὃ δὲ ἵετο δῦναι ὅμιλον §11.538ἀνδρόμεον ῥῆξαί τε μετάλμενος· ἐν δὲ κυδοιμὸν §11.539ἧκε κακὸν Δαναοῖσι, μίνυνθα δὲ χάζετο δουρός.
他渴望冲入人群,跃入其中打碎敌阵;他将可怕的混乱送入达奈人之中,而且几乎不曾避开枪矛。
§11.540αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν §11.541ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν, §11.542Αἴαντος δʼ ἀλέεινε μάχην Τελαμωνιάδαο.
尽管他巡视着其他战士的战列,挥舞枪矛、利剑和巨大的石块,却避开与泰拉蒙之子埃阿斯的战斗。
§11.544Ζεὺς δὲ πατὴρ Αἴανθʼ ὑψίζυγος ἐν φόβον ὦρσε· §11.545στῆ δὲ ταφών, ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον, §11.546τρέσσε δὲ παπτήνας ἐφʼ ὁμίλου θηρὶ ἐοικὼς §11.547ἐντροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων.
坐在高处的父神宙斯在埃阿斯心中唤起恐惧;他惊愕地站住,将七层牛皮盾负在身后,像野兽一样警惕地张望,在人群中退缩,不时转身,一步一步缓缓地移动着双膝退却。
§11.548ὡς δʼ αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιο §11.549ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται, §11.550οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι §11.551πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων §11.552ἰθύει, ἀλλʼ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες §11.553ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν §11.554καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ· §11.555ἠῶθεν δʼ ἀπὸ νόσφιν ἔβη τετιηότι θυμῷ· §11.556ὣς Αἴας τότʼ ἀπὸ Τρώων τετιημένος ἦτορ §11.557ἤϊε πόλλʼ ἀέκων· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν.
正如猎犬和农夫们,从牛群的围栏前,赶走一只凶猛的猛狮,他们通宵达旦地警戒,不让它夺走牛群的肥肉;狮子虽渴望血肉,极力冲锋,却毫无所得;因为密集的投枪从勇敢的手中飞向它,还有燃烧的火把,哪怕它再凶猛也只能退避;黎明时,它带着忧郁的心远远离去;同样,埃阿斯当时也带着忧郁的心,极不情愿地离开特洛伊人;因为他极为担心阿开亚人的船只。
§11.558ὡς δʼ ὅτʼ ὄνος παρʼ ἄρουραν ἰὼν ἐβιήσατο παῖδας §11.559νωθής, ᾧ δὴ πολλὰ περὶ ῥόπαλʼ ἀμφὶς ἐάγῃ, §11.560κείρει τʼ εἰσελθὼν βαθὺ λήϊον· οἳ δέ τε παῖδες §11.561τύπτουσιν ῥοπάλοισι· βίη δέ τε νηπίη αὐτῶν· §11.562σπουδῇ τʼ ἐξήλασσαν, ἐπεί τʼ ἐκορέσσατο φορβῆς· §11.563ὣς τότʼ ἔπειτʼ Αἴαντα μέγαν Τελαμώνιον υἱὸν
又如一头迟钝的毛驴在路过农田时,战胜了孩子们,它的背上已经折断了许多木棍,它闯入田间啃食丰茂的庄稼;孩子们用木棍敲打它,但他们的力量稚嫩无力;直到它吃饱了饲料,他们才费力地把它赶走;同样,当时特洛伊人也跟在伟大的泰拉蒙之子埃阿斯后面……”

词汇与语法注释

  1. 11.504οὐδʼ ἄν πω χάζοντο ... εἰ μὴ Ἀλέξανδρος ... παῦσεν — 过去的反实拟条件句。主句使用 ἄν 搭配未完成过去时直陈语气(χάζοντο),条件句使用 εἰ 搭配不定过去时直陈语气(παῦσεν),表示过去未曾实现的事实。
  2. 11.509μή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν — 由表示恐惧的动词 περίδεισαν(第508行)引导的从句(μή 搭配祈愿语气 ἕλοιεν.)。由于主句动词为过去时(历史时态),因而使用祈愿语气。πολέμοιο μετακλινθέντος 是属格独立结构,意为“当战局扭转时”。
  3. 11.514ἰούς τʼ ἐκτάμνειν ἐπί τʼ ἤπια φάρμακα πάσσειν — 解释性(说明性)不定式,修饰并限制形容词 ἀντάξιος(第514行,“值得,等值于”),界定了医生在哪些方面是有价值的。
  4. 11.559ᾧ δὴ πολλὰ περὶ ῥόπαλʼ ἀμφὶς ἐάγῃ — 关系代名词 ᾧ(与格,表示不利的影响)指代毛驴(ὄνος),意为“在它的周围折断了许多木棍”。动词 ἐάγῃ 是不定过去时被动语态虚拟语气,出现在由 ὡς δʼ ὅτʼ 引导的荷马式一般比较。

引用这一段

荷马, 伊利亚特 §11.492-11.563. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:11.492-11.563

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。