Humanitext Reader

ホメロス · イリアス §11.492-11.563

マカオンの負傷とアイアスの頑強な後退

98 / 226 箇所 · ギリシア語

要旨

アイアスがトロイア軍を圧倒する中、アレクサンドロスが医師マカオンを負傷させ、ギリシア軍に危機をもたらす。ゼウスによって恐怖を植え付けられたアイアスは、ライオンやロバに例えられる頑強さで不本意ながらも退却する。

§11.492ὡς δʼ ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισι §11.493χειμάρρους κατʼ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ, §11.494πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας §11.495ἐσφέρεται, πολλὸν δέ τʼ ἀφυσγετὸν εἰς ἅλα βάλλει, §11.496ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας, §11.497δαΐζων ἵππους τε καὶ ἀνέρας·
満ちあふれた川が、ゼウスの雨に促されて冬の濁流となり、山から平野へと下り、多くの枯れたオークの木や、多くの松の木を押し流し、多くの泥を海へと投げ入れる時のように、そのように、輝かしいアイアスは当時、平野を追い散らしながら進み、馬も男たちも切り倒していた。
οὐδέ πω Ἕκτωρ
ヘクトルはまだそのことを知らなかった。
§11.498πεύθετʼ, ἐπεί ῥα μάχης ἐπʼ ἀριστερὰ μάρνατο πάσης §11.499ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου, τῇ ῥα μάλιστα
彼は戦場全体の左翼、スカマンドロス川の岸辺の近くで戦っていたからである。
§11.500ἀνδρῶν πῖπτε κάρηνα, βοὴ δʼ ἄσβεστος ὀρώρει §11.501Νέστορά τʼ ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα.
そこは最も多く男たちの頭が倒れ、消えることのない叫び声が偉大なネストルとアレスのごときイドメネウスの周囲に沸き起こっていた。
§11.502Ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων §11.503ἔγχεΐ θʼ ἱπποσύνῃ τε, νέων δʼ ἀλάπαζε φάλαγγας·
ヘクトルは彼らの中で交じり合い、槍と馬術によって恐るべきわざを成し遂げ、若者たちの戦列を破っていた。
§11.504οὐδʼ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοὶ §11.505εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο §11.506παῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν, §11.507ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὦμον.
気高きアカイア人たちも、まだその道から退くことはなかったであろう、もし美しい髪のヘレネの夫アレクサンドロスが、武勲を立てていた民の牧者マカオンを、三枝矢で右肩を射ることによって制止しなかったなら。
§11.508τῷ ῥα περίδεισαν μένεα πνείοντες Ἀχαιοὶ §11.509μή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν.
そのため、闘志をみなぎらせるアカイア人たちは、戦況が逆転した時に、彼が敵に捕らえられはしないかとひどく恐れた。
§11.510αὐτίκα δʼ Ἰδομενεὺς προσεφώνεε Νέστορα δῖον·
そしてすぐにイドメネウスは、気高きネストルに呼びかけた。
§11.511ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν §11.512ἄγρει σῶν ὀχέων ἐπιβήσεο, πὰρ δὲ Μαχάων
「おお、ネレウスの子ネストルよ、アカイア人の大いなる栄誉よ、さあ、お前の戦車に乗り込め。
§11.513βαινέτω, ἐς νῆας δὲ τάχιστʼ ἔχε μώνυχας ἵππους·
そしてマカオンを隣に乗せ、一蹄の馬たちを大急ぎで船へと走らせよ。
§11.514ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων §11.515ἰούς τʼ ἐκτάμνειν ἐπί τʼ ἤπια φάρμακα πάσσειν.
医師たる男は、他の多くの者たちに匹敵する値打ちがあるのだ、矢を切り出し、穏やかな薬を振りかけることにおいて。
§11.516ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.
」こう語ると、ゲレニアの騎士ネストルは従わないわけではなかった。
§11.517αὐτίκα δʼ ὧν ὀχέων ἐπεβήσετο, πὰρ δὲ Μαχάων §11.518βαῖνʼ Ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰητῆρος·
すぐに彼は自分の戦車に乗り込み、彼の隣にマカオンが、非の打ちどころのない医師アスクレピオスの子が、乗り込んだ。
§11.519μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην §11.520νῆας ἔπι γλαφυράς·
彼は馬たちに鞭を当て、二頭の馬は嫌がることなく中ろみの深い船へと飛ぶように走った。
τῇ γὰρ φίλον ἔπλετο θυμῷ.
そこへ行くことが、彼らの心にとっても望ましいことであったからである。
§11.521Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν §11.522Ἕκτορι παρβεβαώς, καί μιν πρὸς μῦθον ἔειπεν·
ケブリオネスは、トロイア人たちが混乱しているのに気づき、ヘクトルの傍らに立って、彼に言葉をかけた。
§11.523Ἕκτορ νῶϊ μὲν ἐνθάδʼ ὁμιλέομεν Δαναοῖσιν §11.524ἐσχατιῇ πολέμοιο δυσηχέος·
「ヘクトルよ、我々はここでダナオス人たちと交じり合って戦っている、不吉な音の響く戦場の端で。
οἳ δὲ δὴ ἄλλοι §11.525Τρῶες ὀρίνονται ἐπιμὶξ ἵπποι τε καὶ αὐτοί.
しかし他のトロイア人たちは、馬も彼ら自身も入り乱れて混乱している。
§11.526Αἴας δὲ κλονέει Τελαμώνιος·
テラモンの子アイアスが彼らを追い散らしているのだ。
εὖ δέ μιν ἔγνων·
私は彼をよく知っている。
§11.527εὐρὺ γὰρ ἀμφʼ ὤμοισιν ἔχει σάκος·
彼の肩には広い盾があるからだ。
ἀλλὰ καὶ ἡμεῖς §11.528κεῖσʼ ἵππους τε καὶ ἅρμʼ ἰθύνομεν, ἔνθα μάλιστα
だが、我々もまたそこへと馬と戦車を向けよう。
§11.529ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντες §11.530ἀλλήλους ὀλέκουσι, βοὴ δʼ ἄσβεστος ὄρωρεν.
そこは最も多く、騎兵と歩兵が激しい争いを繰り広げて、互いを滅ぼし合っており、消えることのない叫び声が沸き起こっている。
§11.531ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους §11.532μάστιγι λιγυρῇ·
」こう語ると、彼は美しいたてがみの馬たちに鞭を当てた、鋭い音のする鞭で。
τοὶ δὲ πληγῆς ἀΐοντες §11.533ῥίμφʼ ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς §11.534στείβοντες νέκυάς τε καὶ ἀσπίδας·
馬たちはその打撃を感じて、トロイア人とアカイア人の間へと、速い戦車を素早く運んだ、死体と盾を踏みつけながら。
αἵματι δʼ ἄξων §11.535νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,
車軸は下側がすっかり血で汚れ、戦車の座席を囲む手すりも同様であった。
§11.536ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον §11.537αἵ τʼ ἀπʼ ἐπισσώτρων.
馬の蹄から飛び散る血の滴がそれらを打ち、また車輪の鉄輪からも飛び散ったからである。
ὃ δὲ ἵετο δῦναι ὅμιλον §11.538ἀνδρόμεον ῥῆξαί τε μετάλμενος·
そして彼は男たちの群れに飛び込もうとし、飛びかかってそれを打ち破ろうとした。
ἐν δὲ κυδοιμὸν §11.539ἧκε κακὸν Δαναοῖσι, μίνυνθα δὲ χάζετο δουρός.
彼はダナオス人に悪しき混乱をもたらし、槍から遠ざかることはほとんどなかった。
§11.540αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν §11.541ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,
しかし彼は他の男たちの戦列を巡っていた、槍と剣と大きな石を用いて。
§11.542Αἴαντος δʼ ἀλέεινε μάχην Τελαμωνιάδαο.
だが、テラモンの子アイアスとの戦いは避けていた。
§11.544Ζεὺς δὲ πατὴρ Αἴανθʼ ὑψίζυγος ἐν φόβον ὦρσε·
しかし、高きに座す父なるゼウスが、アイアスの心に恐怖を呼び起こした。
§11.545στῆ δὲ ταφών, ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον,
彼は驚愕して立ち尽くし、七重の牛革の盾を背後に回した。
§11.546τρέσσε δὲ παπτήνας ἐφʼ ὁμίλου θηρὶ ἐοικὼς §11.547ἐντροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων.
そして、群衆を見回しながら、野獣のように恐れ、振り返りながら、膝を少しずつ交互に動かして退却した。
§11.548ὡς δʼ αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιο §11.549ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται,
それはまるで、燃え立つようなライオンを、牛の囲いから、犬たちと農夫たちが追い払う時のようである。
§11.550οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι §11.551πάννυχοι ἐγρήσσοντες·
彼らはライオンが牛の肥えた肉を奪うのを許さず、一晩中見張っている。
ὃ δὲ κρειῶν ἐρατίζων §11.552ἰθύει, ἀλλʼ οὔ τι πρήσσει·
ライオンは肉を求めて突進するが、何も得られない。
θαμέες γὰρ ἄκοντες §11.553ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν §11.554καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ·
数多くの投げ槍が、大胆な手から放たれて彼に向かって飛び、燃え盛る松明が、彼がいくら突進しても彼を怯えさせるからである。
§11.555ἠῶθεν δʼ ἀπὸ νόσφιν ἔβη τετιηότι θυμῷ·
そして夜が明けると、彼は悲しむ心でそこから立ち去る。
§11.556ὣς Αἴας τότʼ ἀπὸ Τρώων τετιημένος ἦτορ §11.557ἤϊε πόλλʼ ἀέκων·
そのようにアイアスも当時、トロイア人から、悲しむ心で、大いに不本意ながら立ち去った。
περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν.
アカイア人の船をひどく心配していたからである。
§11.558ὡς δʼ ὅτʼ ὄνος παρʼ ἄρουραν ἰὼν ἐβιήσατο παῖδας §11.559νωθής, ᾧ δὴ πολλὰ περὶ ῥόπαλʼ ἀμφὶς ἐάγῃ,
また、畑の傍らを通るロバが子供たちを圧倒し、その鈍いロバの周りではすでに多くの棍棒が折れている時のようである。
§11.560κείρει τʼ εἰσελθὼν βαθὺ λήϊον· οἳ δέ τε παῖδες §11.561τύπτουσιν ῥοπάλοισι· βίη δέ τε νηπίη αὐτῶν·
ロバは畑に入って深い作物を食い荒らし、子供たちは棍棒でそれを叩くが、彼らの力は子供っぽく弱い。
§11.562σπουδῇ τʼ ἐξήλασσαν, ἐπεί τʼ ἐκορέσσατο φορβῆς·
それでもロバが十分食べ尽くした後に、ようやく彼らはそれを追い出す。
§11.563ὣς τότʼ ἔπειτʼ Αἴαντα μέγαν Τελαμώνιον υἱὸν
そのように、当時、偉大なテラモンの子アイアスを……

語釈・文法注

  1. 11.504οὐδʼ ἄν πω χάζοντο ... εἰ μὴ Ἀλέξανδρος ... παῦσεν — 過去の反実仮想文。帰結節は ἄν +直説法未完了過去(χάζοντο)、条件節は εἰ +直説法アオリスト(παῦσεν)。「もしアレクサンドロスが制止しなかったなら、退くことはなかったであろう」という、過去に実現しなかった事態を表す。
  2. 11.509μή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν — 恐怖を表す動詞 περίδεισαν(508行)に導かれる従属節(μή +希求法 ἕλοιεν)。主節の動詞が過去形(歴史時制)であるため、接続法ではなく希求法が用いられている。πολέμοιο μετακλινθέντος は属格独立構文で、「戦況が傾いた(逆転した)時に」の意。
  3. 11.514ἰούς τʼ ἐκτάμνειν ἐπί τʼ ἤπια φάρμακα πάσσειν — 形容詞 ἀντάξιος(514行、「値打ちがある」)を修飾・限定する説明的不定詞(epexegetic infinitive)。「(矢を)切り出し、(薬を)振りかけることにおいて価値がある」という意味を表す。
  4. 11.559ᾧ δὴ πολλὰ περὶ ῥόπαλʼ ἀμφὶς ἐάγῃ — 関係代名詞 ᾧ(与格)は影響の与格として、ロバ(ὄνος)を指す。「そのロバの周りで多くの棍棒が折れる」の意。動詞 ἐάγῃ は受動態接続法(ホメロス的)で、比喩表現(一般条件・反復)の中に置かれている。περί と ἀμφίς は副詞的に「周りで」の意。

この箇所を引用する

ホメロス, イリアス §11.492-11.563. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:11.492-11.563

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。