意气风发的特洛伊人和从多方集结的盟军,不断用长枪刺着他盾牌的中央,紧追不舍。
§11.566Αἴας δʼ ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς §11.567αὖτις ὑποστρεφθείς, καὶ ἐρητύσασκε φάλαγγας §11.568Τρώων ἱπποδάμων· ὁτὲ δὲ τρωπάσκετο φεύγειν.
埃阿斯有时会再次转身,记起他凶猛的勇武,阻挡驯马的特洛伊人的方阵;有时他又会转身撤退。
§11.569πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν, §11.570αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺ §11.571ἱστάμενος· τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν §11.572ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω, §11.573πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν, §11.574ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.
他阻拦所有人走向疾驰的战船,自己则立于特洛伊人和阿开亚人之间横冲直撞;而从大胆的手中投出的枪矛,有的向前飞奔,刺入他巨大的盾牌中,还有许多枪矛,在触及他白皙的肌肤之前,就半路插在地上,渴望着饱餐血肉。
§11.575τὸν δʼ ὡς οὖν ἐνόησʼ Εὐαίμονος ἀγλαὸς υἱὸς §11.576Εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι, §11.577στῆ ῥα παρʼ αὐτὸν ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ, §11.578καὶ βάλε Φαυσιάδην Ἀπισάονα ποιμένα λαῶν §11.579ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν· §11.580Εὐρύπυλος δʼ ἐπόρουσε καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων.
欧艾蒙之光荣的儿子欧律皮洛斯见他被密集的箭石所逼迫,便走上前站在他身旁,投出闪亮的枪矛,击中了法乌斯之子、民之牧者阿皮萨翁横隔膜下方的肝脏,立刻使他的双膝瘫软;欧律皮洛斯扑了过去,夺下他肩上的铠甲。
§11.581τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς §11.582τεύχεʼ ἀπαινύμενον Ἀπισάονος, αὐτίκα τόξον §11.583ἕλκετʼ ἐπʼ Εὐρυπύλῳ, καί μιν βάλε μηρὸν ὀϊστῷ §11.584δεξιόν· ἐκλάσθη δὲ δόναξ, ἐβάρυνε δὲ μηρόν.
神一样的亚历山德罗斯见他正在剥取阿皮萨翁的铠甲,立刻拉弓瞄准欧律皮洛斯,用箭射中了其右大腿;箭杆折断了,而大腿变得沉重。
§11.585ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων, §11.586ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς· §11.587ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες §11.588στῆτʼ ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρ §11.589Αἴανθʼ, ὃς βελέεσσι βιάζεται, οὐδέ ἕ φημι
他退回战友的人群中以躲避死亡,高声向达奈人发出尖锐的呼喊: “朋友们,阿耳戈斯人的领袖和首领们啊,转身站稳,从那被箭石逼迫的埃阿斯身上挡开无情的死期!
§11.590φεύξεσθʼ ἐκ πολέμοιο δυσηχέος· ἀλλὰ μάλʼ ἄντην §11.591ἵστασθʼ ἀμφʼ Αἴαντα μέγαν Τελαμώνιον υἱόν.
我觉得他无法从这嘈杂的战斗中逃脱;所以请在伟大的泰拉蒙之子埃阿斯周围,正面对敌站稳!
§11.592ὣς ἔφατʼ Εὐρύπυλος βεβλημένος· οἳ δὲ παρʼ αὐτὸν §11.593πλησίοι ἔστησαν σάκεʼ ὤμοισι κλίναντες §11.594δούρατʼ ἀνασχόμενοι· τῶν δʼ ἀντίος ἤλυθεν Αἴας.
” 受伤的欧律皮洛斯如此说道;他们便靠近他站立,将盾牌靠在肩上,高举枪矛;埃阿斯迎着他们走来。
§11.595στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.
当他到达战友的人群中时,便转身站定。
§11.596ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο· §11.597Νέστορα δʼ ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι §11.598ἱδρῶσαι, ἦγον δὲ Μαχάονα ποιμένα λαῶν.
就这样,他们如同熊熊烈火般战斗;而涅琉斯的骏马流着汗,将内斯托尔载出战场,并带走了民之牧者马卡昂。
§11.599τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς· §11.600ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηῒ §11.601εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν.
捷足的、神一样的阿基琉斯看见并注意到了他;因为他正站在自己宽大船体的船尾上,注视着艰苦的厮杀和令人流泪的溃退。
§11.602αἶψα δʼ ἑταῖρον ἑὸν Πατροκλῆα προσέειπε §11.603φθεγξάμενος παρὰ νηός· ὃ δὲ κλισίηθεν ἀκούσας §11.604ἔκμολεν ἶσος Ἄρηϊ, κακοῦ δʼ ἄρα οἱ πέλεν ἀρχή.
他立刻在船旁高声呼喊,对自己的战友帕特罗克洛斯说话;后者在帐篷里听见,便像阿瑞斯一样走了出来;而这正是他灾祸的开端。
墨诺提俄斯之勇猛的儿子先对他开口说: “你为何召唤我,阿基琉斯?
τί δέ σε χρεὼ ἐμεῖο;
你对我有什么需求?
§11.607τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· §11.608δῖε Μενοιτιάδη τῷ ἐμῷ κεχαρισμένε θυμῷ §11.609νῦν ὀΐω περὶ γούνατʼ ἐμὰ στήσεσθαι Ἀχαιοὺς §11.610λισσομένους· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός.
” 捷足的阿基琉斯回答他对他说: “高贵的墨诺提俄斯之子,深得我心的人啊,如今我料想阿开亚人将在我膝前环立,向我恳求;因为已然无法忍受的困境正逼迫着他们。
§11.611ἀλλʼ ἴθι νῦν Πάτροκλε Διῒ φίλε Νέστορʼ ἔρειο §11.612ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο·
但是现在去吧,帕特罗克洛斯,宙斯所爱的人,去问问内斯托尔,他从战场上带回的那个受伤的人是谁。
§11.613ἤτοι μὲν τά γʼ ὄπισθε Μαχάονι πάντα ἔοικε §11.614τῷ Ἀσκληπιάδῃ, ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός· §11.615ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι.
确实,从后面看,他的一切都像阿斯克勒庇俄斯之子马卡昂,但我没有看清那人的双眼;因为战马向前猛冲,从我身边疾驰而过。
§11.616ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ, §11.617βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν.
” 他这样说,帕特罗克洛斯便听从了他亲爱的战友,沿着阿开亚人的帐篷和船只奔跑而去。
§11.618οἳ δʼ ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο, §11.619αὐτοὶ μέν ῥʼ ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν, §11.620ἵππους δʼ Εὐρυμέδων θεράπων λύε τοῖο γέροντος §11.621ἐξ ὀχέων· τοὶ δʼ ἱδρῶ ἀπεψύχοντο χιτώνων §11.622στάντε ποτὶ πνοιὴν παρὰ θῖνʼ ἁλός·
当他们来到涅琉斯之子的帐篷时,他们自己便走下到育养万物的大地上,侍从欧律墨冬将那老人的战马从战车上解开;他们吹干衬衣上的汗水,站在海边的微风中。
αὐτὰρ ἔπειτα §11.623ἐς κλισίην ἐλθόντες ἐπὶ κλισμοῖσι κάθιζον.
随后他们走进帐篷,在椅子上坐了下来。
§11.624τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἑκαμήδη, §11.625τὴν ἄρετʼ ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλλεύς, §11.626θυγατέρʼ Ἀρσινόου μεγαλήτορος, ἥν οἱ Ἀχαιοὶ §11.627ἔξελον οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων.
美丽秀发的赫卡墨德为他们调制了混合麦酒,她是那老人从忒涅多斯得来的——当时阿基琉斯攻破了该地;她是宽宏大度的阿尔西诺俄斯之女,阿开亚人把她挑选出来送给内斯托尔,因为他在谋略上在所有人中最为卓越。
§11.628ἥ σφωϊν πρῶτον μὲν ἐπιπροΐηλε τράπεζαν §11.629καλὴν κυανόπεζαν ἐΰξοον, αὐτὰρ ἐπʼ αὐτῆς §11.630χάλκειον κάνεον, ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον, §11.631ἠδὲ μέλι χλωρόν, παρὰ δʼ ἀλφίτου ἱεροῦ ἀκτήν, §11.632πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγʼ ὁ γεραιός, §11.633χρυσείοις ἥλοισι πεπαρμένον· οὔατα δʼ αὐτοῦ §11.634τέσσαρʼ ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον §11.635χρύσειαι νεμέθοντο, δύω δʼ ὑπὸ πυθμένες ἦσαν.
她首先在他们面前推过一张桌子,精致而光滑,有着深蓝色瓷釉制成的桌脚,并在桌上放了一个青铜盘子,盘中放着作为下酒菜的洋葱,还有新鲜的蜂蜜,其旁放着神圣的大麦粉;旁边还放着一只极为精美的大杯,是那老人从家里带来的,上面嵌着金钉;它有四个耳,每个耳的两侧各有两只金鸽子在啄食,下面有两个杯底。