§11.424δουρὶ κατὰ πρότμησιν ὑπʼ ἀσπίδος ὀμφαλοέσσης §11.425νύξεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
趁他跃下时,用长枪刺中其突面盾牌下方的腹股沟;他倒在尘土中,用手掌紧紧抓住大地。
§11.426τοὺς μὲν ἔασʼ, ὃ δʼ ἄρʼ Ἱππασίδην Χάροπʼ οὔτασε δουρὶ §11.427αὐτοκασίγνητον εὐηφενέος Σώκοιο.
奥德修斯将他们留在那儿,接着用枪刺伤了希帕索斯之子哈洛普斯,他是富裕的索科斯同胞兄弟。
§11.428τῷ δʼ ἐπαλεξήσων Σῶκος κίεν ἰσόθεος φώς, §11.429στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν §11.430ὦ Ὀδυσεῦ πολύαινε δόλων ἆτʼ ἠδὲ πόνοιο §11.431σήμερον ἢ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι §11.432τοιώδʼ ἄνδρε κατακτείνας καὶ τεύχεʼ ἀπούρας, §11.433ἤ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς.
神一般的索科斯赶来援助兄弟,他走到极近处站定,对奥德修斯说道: “享有盛名的奥德修斯啊,诡计与劳苦的贪求者,今天你要么为击败希帕索斯的两名子嗣杀此二人并剥去他们的铠甲而自豪,要么被我的长枪刺中,丧失性命。
§11.434ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην.
” 他说完便刺中奥德修斯那各面均匀的盾牌。
§11.435διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος, §11.436καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο, §11.437πάντα δʼ ἀπὸ πλευρῶν χρόα ἔργαθεν, οὐδʼ ἔτʼ ἔασε §11.438Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός.
沉重的枪矛穿过了闪亮的盾牌,并深深嵌入雕刻精美的胸甲,将他肋骨处的皮肉尽数刮去;但帕拉斯·雅典娜未容枪尖触及这汉子的内脏。
§11.439γνῶ δʼ Ὀδυσεὺς ὅ οἱ οὔ τι τέλος κατακαίριον ἦλθεν, §11.440ἂψ δʼ ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν· §11.441ἆ δείλʼ ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος.
奥德修斯知晓致命的终结并未降临于己,便往后退了一步,对索科斯说道: “可怜的家伙,深重的毁灭的确已降临于你。
§11.442ἤτοι μέν ῥʼ ἔμʼ ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι· §11.443σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν §11.444ἤματι τῷδʼ ἔσσεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα §11.445εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.
尽管你确实阻止了我与特洛伊人的战斗,但我告诉你,就在今天,在此处,杀戮与黑色死难必将临到你头上,你将在我的长枪下屈服,将荣耀归于我,并将你的灵魂交给名马驰誉的哈得斯。
§11.446ἦ, καὶ ὃ μὲν φύγαδʼ αὖτις ὑποστρέψας ἐβεβήκει, §11.447τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν §11.448ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,
” 他刚说完,那人已转身准备逃跑,但在他转身之际,奥德修斯将长枪刺入他的后背,直插双肩之间,并穿透了他的胸膛。
§11.449δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο δῖος Ὀδυσσεύς· §11.450ὦ Σῶχʼ Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο §11.451φθῆ σε τέλος θανάτοιο κιχήμενον, οὐδʼ ὑπάλυξας.
索科斯轰然倒地,高贵的奥德修斯对他炫耀道: “索科斯啊,英勇的驯马手希帕索斯之子,死亡的终结先一步追上了你,你没能逃脱。
§11.452ἆ δείλʼ οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ §11.453ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλʼ οἰωνοὶ §11.454ὠμησταὶ ἐρύουσι, περὶ πτερὰ πυκνὰ βαλόντες.
可怜的人啊,即便你死去了,你的父亲和尊贵的母亲也无法为你合上双眼,而是食肉的猛禽会将你撕扯,在你的尸体周围紧紧地拍打翅膀。
§11.455αὐτὰρ ἔμʼ, εἴ κε θάνω, κτεριοῦσί γε δῖοι Ἀχαιοί.
但若我死去,高贵的阿开亚人定会为我举行葬礼。
§11.456ὣς εἰπὼν Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος §11.457ἔξω τε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσης· §11.458αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν.
” 他说完,便将英勇的索科斯那沉重的长枪从自己的皮肉和凸面盾牌中拔了出来;随着长枪拔出,他的鲜血喷涌而出,令他痛心疾首。
§11.459Τρῶες δὲ μεγάθυμοι ὅπως ἴδον αἷμʼ Ὀδυσῆος §11.460κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν.
那些心胸宽广的特洛伊人一见奥德修斯的血,便在人群中相互呼喊,一齐向他逼来。
§11.461αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, αὖε δʼ ἑταίρους.
而他则向后退却,并向伙伴们大声呼救。
§11.462τρὶς μὲν ἔπειτʼ ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός, §11.463τρὶς δʼ ἄϊεν ἰάχοντος ἄρηι φίλος Μενέλαος.
接着,他用人类头颅所能承受的最大声音呼喊了三次,战神阿瑞斯所钟爱的墨涅拉俄斯三次听到了他的呼喊。
§11.464αἶψα δʼ ἄρʼ Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα· §11.465Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν §11.466ἀμφί μʼ Ὀδυσσῆος ταλασίφρονος ἵκετʼ ἀϋτὴ §11.467τῷ ἰκέλη ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόντα §11.468Τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ.
他随即对就在近旁的埃阿斯说道: “宙斯所生的埃阿斯,特拉蒙之子,人民的领袖,我周围传来了坚忍的奥德修斯的呼喊声,那声音就像他孤身一人,被特洛伊人在激烈的战斗中切断退路并围攻一样。
§11.469ἀλλʼ ἴομεν καθʼ ὅμιλον· ἀλεξέμεναι γὰρ ἄμεινον.
让我们冲进人群中,前去援助才是上策。
我担心他虽勇猛,但孤身一人在特洛伊人中会遭遇不测,从而使达奈人蒙受重大损失。
§11.472ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς.
” 说完,他便在前面引路,神一般的汉子也随他而去。
§11.473εὗρον ἔπειτʼ Ὀδυσῆα Διῒ φίλον· ἀμφὶ δʼ ἄρʼ αὐτὸν §11.474Τρῶες ἕπονθʼ ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφιν §11.475ἀμφʼ ἔλαφον κεραὸν βεβλημένον, ὅν τʼ ἔβαλʼ ἀνὴρ §11.476ἰῷ ἀπὸ νευρῆς· τὸν μέν τʼ ἤλυξε πόδεσσι §11.477φεύγων, ὄφρʼ αἷμα λιαρὸν καὶ γούνατʼ ὀρώρῃ· §11.478αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός, §11.479ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν §11.480ἐν νέμεϊ σκιερῷ· ἐπί τε λῖν ἤγαγε δαίμων §11.481σίντην· θῶες μέν τε διέτρεσαν, αὐτὰρ ὃ δάπτει· §11.482ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην §11.483Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι, αὐτὰρ ὅ γʼ ἥρως §11.484ἀΐσσων ᾧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ.
接着,他们找到了深受宙斯钟爱的奥德修斯;而他周围特洛伊人正紧紧围攻,就像山中的红狼围着一只受伤的有角公鹿,那公鹿被猎人用弓弦射出的箭射中,在血还热、膝盖还能活动时,依靠矫健的步伐逃离了猎人;但当飞箭终于夺走它的力量时,食生肉的豺狼便在山中阴暗的林地里将它撕食;接着,神明引来了一只贪婪的猛狮,豺狼们受惊四散,而猛狮则将其吞食;同样,当时众多而勇猛的特洛伊人也紧紧围着智谋多端的英勇奥德修斯;但这位英雄挥舞长枪向前刺击,挡开了无情的死期。
§11.485Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον, §11.486στῆ δὲ παρέξ· Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος.
此时,埃阿斯托着他那如塔楼般的盾牌走近,站在他身旁;特洛伊人顿时朝四面八方惊慌散去。
勇猛的墨涅拉俄斯牵着奥德修斯的手将他带出人群,与此同时,侍从驾着战车驶到了跟前。