他是应当把战车从车辕拉出来,还是高高举起搬走,抑或夺走更多色雷斯人的性命。
§10.507εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα, τόφρα δʼ Ἀθήνη §10.508ἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον· §10.509νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ §10.510νῆας ἔπι γλαφυράς, μὴ καὶ πεφοβημένος ἔλθῃς, §10.511μή πού τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος.
当他在心中思量这些时,雅典娜走近前来,对高贵的迪奥墨得斯说道: “快想一想归途吧,心胸宽广的提丢斯之子,回到空心的船旁,免得你惊慌逃回,免得有什么别的大神也唤醒了特洛伊人。
§10.512ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης, §10.513καρπαλίμως δʼ ἵππων ἐπεβήσετο· κόψε δʼ Ὀδυσσεὺς §10.514τόξῳ· τοὶ δʼ ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
” 她这样说,他听出了女神说话的声音,便迅速跨上马背;奥德修斯用弓抽打马匹;它们便朝向阿开亚人的快速船只疾驰而去。
§10.515οὐδʼ ἀλαοσκοπιὴν εἶχʼ ἀργυρότοξος Ἀπόλλων §10.516ὡς ἴδʼ Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν· §10.517τῇ κοτέων Τρώων κατεδύσετο πουλὺν ὅμιλον, §10.518ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱπποκόωντα §10.519Ῥήσου ἀνεψιὸν ἐσθλόν· ὃ δʼ ἐξ ὕπνου ἀνορούσας §10.520ὡς ἴδε χῶρον ἐρῆμον, ὅθʼ ἕστασαν ὠκέες ἵπποι, §10.521ἄνδράς τʼ ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν, §10.522ᾤμωξέν τʼ ἄρʼ ἔπειτα φίλον τʼ ὀνόμηνεν ἑταῖρον.
手执银弓的阿波罗也并未虚度监视,当他看到雅典娜伴随在提丢斯之子身旁;他因对她动怒,便走入特洛伊人密集的群落,唤醒了色雷斯人的谋士希波科昂,瑞索斯的高贵堂兄弟;那人从睡梦中惊起,当他看到快速战马曾伫立的地方空无一物,又看到人们在凄惨的杀戮中痛苦地挣扎喘息,他随之发出哀号,并呼唤着亲密同伴的名字。
§10.523Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸς §10.524θυνόντων ἄμυδις· θηεῦντο δὲ μέρμερα ἔργα §10.525ὅσσʼ ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νῆας.
特洛伊人中顿时响起了喧嚣和无尽的骚乱,人们纷纷奔来;他们惊异地看着那些人所做下的可怖之事,随后那些人已走向空心的船只。
§10.526οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σκοπὸν Ἕκτορος ἔκταν, §10.527ἔνθʼ Ὀδυσεὺς μὲν ἔρυξε Διῒ φίλος ὠκέας ἵππους, §10.528Τυδεΐδης δὲ χαμᾶζε θορὼν ἔναρα βροτόεντα §10.529ἐν χείρεσσʼ Ὀδυσῆϊ τίθει, ἐπεβήσετο δʼ ἵππων· §10.530μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην §10.531νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ.
当他们来到杀死赫克托耳探子的地点,遭受宙斯爱戴的奥德修斯勒住了快速的骏马,提丢斯之子跃下地面,将血染的战利品交到奥德修斯的手中,随后自己又跨上马背;他鞭策战马,那两匹马毫不抗拒地飞奔向空心的船只;因为前往那里正是它们心之所向。
§10.532Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέν τε· §10.533ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες §10.534ψεύσομαι, ἦ ἔτυμον ἐρέω;
涅斯托耳首先听到了声音,便大声说道: “朋友们,阿耳戈斯人的领袖和统治者们,我是要说谎,还是要说出真话?
κέλεται δέ με θυμός.
但我的心灵指引着我。
§10.535ἵππων μʼ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει.
快马疾驰的蹄声正敲打着我的耳朵。
§10.536αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὃ κρατερὸς Διομήδης §10.537ὧδʼ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους· §10.538ἀλλʼ αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσιν §10.539Ἀργείων οἳ ἄριστοι ὑπὸ Τρώων ὀρυμαγδοῦ.
但愿奥德修斯和强勇的迪奥墨得斯已经这样迅速地从特洛伊人那里赶回单蹄的战马;但我心中极其担忧,唯恐他们遭受不测,这些阿耳戈斯人的佼佼者在特洛伊人的喧嚣中。
§10.540οὔ πω πᾶν εἴρητο ἔπος ὅτʼ ἄρʼ ἤλυθον αὐτοί.
” 话音未落,他们本人便已来到。
§10.541καί ῥʼ οἳ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες §10.542δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι· §10.543πρῶτος δʼ ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ· §10.544εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν §10.545ὅππως τοῦσδʼ ἵππους λάβετον καταδύντες ὅμιλον
他们跃下地面,而其他人满心欢喜,执其右手并用温和的话语向他们致意;杰雷尼亚的骑士涅斯托耳首先发问: “来吧,告诉我,备受赞誉的奥德修斯,阿开亚人的伟大荣耀,你们两个是如何潜入特洛伊人的人群中并夺得这些战马的?
§10.546Τρώων, ἦ τίς σφωε πόρεν θεὸς ἀντιβολήσας.
或者是哪位神明遇见你们并赐予了你们?
§10.547αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο.
它们真是像极了太阳的光芒。
§10.548αἰεὶ μὲν Τρώεσσʼ ἐπιμίσγομαι, οὐδέ τί φημι §10.549μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής· §10.550ἀλλʼ οὔ πω τοίους ἵππους ἴδον οὐδὲ νόησα.
我常常与特洛伊人交战,我绝不说我虽是老迈的战士却留在船旁;但我从未见过也未曾想到过这样的骏马。
§10.551ἀλλά τινʼ ὔμμʼ ὀΐω δόμεναι θεὸν ἀντιάσαντα· §10.552ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεὺς §10.553κούρη τʼ αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη.
不过,我推测是哪位神明遇见你们并赐予了你们;因为云聚者宙斯喜爱你们两个,执盾宙斯的女儿、明眸的雅典娜亦是如此。
§10.554τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· §10.555ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν §10.556ῥεῖα θεός γʼ ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε §10.557ἵππους δωρήσαιτʼ, ἐπεὶ ἢ πολὺ φέρτεροί εἰσιν.
” 足智多谋的奥德修斯回答他,说道: “涅琉斯之子涅斯托耳,阿开亚人的伟大荣耀,神若愿意,很容易就能赐予比这些更好的骏马,因为神明要强大得多。
§10.558ἵπποι δʼ οἵδε γεραιὲ νεήλυδες οὓς ἐρεείνεις §10.559Θρηΐκιοι· τὸν δέ σφιν ἄνακτʼ ἀγαθὸς Διομήδης §10.560ἔκτανε, πὰρ δʼ ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους.
但是,老人家,你所询问的这些骏马是新来的色雷斯马;它们的国王被强勇的迪奥墨得斯杀害,此外他的十二位最优秀的同伴也都被杀。
§10.561τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν, §10.562τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο §10.563Ἕκτωρ τε προέηκε καὶ ἄλλοι Τρῶες ἀγαυοί.
我们在船只附近捕获了第十三个,是一个探子,为了窥探我们的军营,赫克托耳和特洛伊的其他豪杰将他派遣出来。
§10.564ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους §10.565καγχαλόων· ἅμα δʼ ἄλλοι ἴσαν χαίροντες Ἀχαιοί.
” 他这样说,大笑着用单蹄战马跨越壕沟;其他阿开亚人也欣喜地一同前行。
§10.566οἳ δʼ ὅτε Τυδεΐδεω κλισίην εὔτυκτον ἵκοντο, §10.567ἵππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱμᾶσι §10.568φάτνῃ ἐφʼ ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποι §10.569ἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντες· §10.570νηῒ δʼ ἐνὶ πρυμνῇ ἔναρα βροτόεντα Δόλωνος §10.571θῆκʼ Ὀδυσεύς, ὄφρʼ ἱρὸν ἑτοιμασσαίατʼ Ἀθήνῃ.
当他们来到提丢斯之子那精心盖起的帐篷时,他们用切割精良的皮带将马匹系在马槽上,在那里,迪奥墨得斯那跑得飞快的骏马正站着吃那甘甜的小麦;奥德修斯将多隆血染的战利品放在船尾,好为雅典娜准备神圣的祭品。
他们自己则步入海中,清洗小腿、颈项及大腿周围的大量汗水。