§10.147βουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι.
以便商议计划,究竟是逃跑还是战斗。
§10.148ὣς φάθʼ, ὃ δὲ κλισίην δὲ κιὼν πολύμητις Ὀδυσσεὺς §10.149ποικίλον ἀμφʼ ὤμοισι σάκος θέτο, βῆ δὲ μετʼ αὐτούς.
” 他这样说,足智多谋的奥德修斯便走向营帐,将色彩斑斓的盾牌挂在肩上,跟在他们后面。
§10.150βὰν δʼ ἐπὶ Τυδεΐδην Διομήδεα· τὸν δὲ κίχανον §10.151ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν· ἀμφὶ δʼ ἑταῖροι §10.152εὗδον, ὑπὸ κρασὶν δʼ ἔχον ἀσπίδας· ἔγχεα δέ σφιν §10.153ὄρθʼ ἐπὶ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χαλκὸς §10.154λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διός· αὐτὰρ ὅ γʼ ἥρως §10.155εὗδʼ, ὑπὸ δʼ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο, §10.156αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός.
他们走向提丢斯之子迪奥墨得斯;并发现他带着武器躺在营帐外;在他周围,同伴们正在熟睡,头下垫着盾牌;他们的长枪石突直立地插在地上,青铜枪尖在远处闪烁,犹如父神宙斯的闪电;但这位英雄自己正在熟睡,身下铺着野牛的皮,头下铺着一块亮丽的地毯。
§10.157τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ, §10.158λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τʼ ἄντην· §10.159ἔγρεο Τυδέος υἱέ·
格雷尼亚的骑士涅斯托尔站在他身旁,唤醒了他,用脚踢了踢他,催促并当面责备道: “醒来,提丢斯之子!
τί πάννυχον ὕπνον ἀωτεῖς;
你为何整夜贪睡?
你难道没听到,特洛伊人正在平原的高地上,紧挨着船只驻扎,仅有少许空间将他们隔开?
§10.162ὣς φάθʼ, ὃ δʼ ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε, §10.163καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· §10.164σχέτλιός ἐσσι γεραιέ· σὺ μὲν πόνου οὔ ποτε λήγεις.
” 他这样说,迪奥墨得斯非常迅速地从睡梦中跳起,对着他,用长了翅膀的话语说道: “你真是个不知疲倦的老人;你从不停止劳苦。
§10.165οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν §10.166οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήων §10.167πάντῃ ἐποιχόμενοι;
难道阿开亚人中没有其他更年轻的子弟,他们可以巡视各处,唤醒每一位国王吗?
σὺ δʼ ἀμήχανός ἐσσι γεραιέ.
但你真是个不可理喻的老人。
§10.168τὸν δʼ αὖτε προσέειπε Γερήνιος ἱππότα Νέστωρ· §10.169ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες.
” 格雷尼亚的骑士涅斯托尔回答他道: “是的,朋友,你所说的一切确实都很合情理。
§10.170εἰσὶν μέν μοι παῖδες ἀμύμονες, εἰσὶ δὲ λαοὶ §10.171καὶ πολέες, τῶν κέν τις ἐποιχόμενος καλέσειεν· §10.172ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς.
我确实有优秀的儿子,也有许多部下,他们中任何人都可以去召唤他们;但极其重大的危急已经压倒了阿开亚人。
因为现在,所有人都站在剃刀的边缘上,对阿开亚人而言,不是悲惨的灭亡就是生存。
§10.175ἀλλʼ ἴθι νῦν Αἴαντα ταχὺν καὶ Φυλέος υἱὸν §10.176ἄνστησον· σὺ γάρ ἐσσι νεώτερος· εἴ μʼ ἐλεαίρεις.
但现在去吧,唤醒敏捷的埃阿斯和菲琉斯之子,因为你更年轻——如果你怜悯我的话。
§10.177ὣς φάθʼ, ὃ δʼ ἀμφʼ ὤμοισιν ἑέσσατο δέρμα λέοντος §10.178αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δʼ ἔγχος.
” 他这样说,迪奥墨得斯便在肩上披了一张狮皮,那是棕色的大狮皮,直达脚踝,接着他拿起了长枪。
§10.179βῆ δʼ ἰέναι, τοὺς δʼ ἔνθεν ἀναστήσας ἄγεν ἥρως.
这位英雄举步前行,将他们从那里唤醒并领了来。
§10.180οἳ δʼ ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν, §10.181οὐδὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον, §10.182ἀλλʼ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες.
当他们来到聚集在一起的守卫中间时,并没有发现守卫的首领们在睡觉,相反,所有人都在警醒地带着武器坐着。
§10.183ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσωνται ἐν αὐλῇ §10.184θηρὸς ἀκούσαντες κρατερόφρονος, ὅς τε καθʼ ὕλην §10.185ἔρχηται διʼ ὄρεσφι· πολὺς δʼ ὀρυμαγδὸς ἐπʼ αὐτῷ §10.186ἀνδρῶν ἠδὲ κυνῶν, ἀπό τέ σφισιν ὕπνος ὄλωλεν· §10.187ὣς τῶν νήδυμος ὕπνος ἀπὸ βλεφάροιιν ὀλώλει §10.188νύκτα φυλασσομένοισι κακήν· πεδίον δὲ γὰρ αἰεὶ §10.189τετράφαθʼ, ὁππότʼ ἐπὶ Τρώων ἀΐοιεν ἰόντων.
就像狗在羊圈里不安地看守着羊群,听到了强悍的野兽穿过山林走来的声音;人们和狗群朝着它发出巨大的喧嚣,使它们的睡意全无;同样,这些在险恶夜色中坚守岗位的守卫,甜美的睡眠也从他们的眼睑上消失了;因为他们总是朝向平原望着,每当他们听到特洛伊人走近的声音。
§10.190τοὺς δʼ ὃ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθῳ §10.191καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· §10.192οὕτω νῦν φίλα τέκνα φυλάσσετε· μηδέ τινʼ ὕπνος §10.193αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν.
老人看到他们十分高兴,用言语鼓励他们,对着他们,用长了翅膀的话语说道: “亲爱的孩子们,现在就要这样看守;不要让睡眠袭扰任何人,免得我们成为敌人的笑柄。
” 说完,他跨过了壕沟;跟随着他的,还有被召集来参加会议的阿耳戈斯人的国王们。
与他们同行的还有梅里奥内斯和涅斯托尔的显赫之子;因为他们自己也被邀请共同参与商议。
§10.198τάφρον δʼ ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο §10.199ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος §10.200πιπτόντων· ὅθεν αὖτις ἀπετράπετʼ ὄβριμος Ἕκτωρ §10.201ὀλλὺς Ἀργείους, ὅτε δὴ περὶ νὺξ ἐκάλυψεν.
他们跨过挖好的壕沟,在一片开阔、没有死尸的空地上坐下,之前当黑夜笼罩时,强悍的赫克托尔在屠杀阿耳戈斯人后就是从这里撤回的。
§10.202ἔνθα καθεζόμενοι ἔπεʼ ἀλλήλοισι πίφαυσκον· §10.203τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· §10.204ὦ φίλοι οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθʼ ἑῷ αὐτοῦ §10.205θυμῷ τολμήεντι μετὰ Τρῶας μεγαθύμους
他们坐在那里,互相交流着想法;格雷尼亚的骑士涅斯托尔率先向他们发言: “朋友们,难道没有一个人愿意信赖自己勇敢的心,走到高傲的特洛伊人中间去吗?
§10.206ἐλθεῖν, εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα, §10.207ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο, §10.208ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν §10.209αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ §10.210ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς.
或许他能在敌人的边缘俘获某人,或者能在特洛伊人中听到什么风声,探知他们在相互商议些什么,他们是打算继续留在远离城池的船旁,还是在打败阿开亚人后撤回城里去。
§10.211ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι §10.212ἀσκηθής· μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη §10.213πάντας ἐπʼ ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή· §10.214ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι §10.215τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαιναν §10.216θῆλυν ὑπόρρηνον· τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον, §10.217αἰεὶ δʼ ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται.
他可以探听到这一切,并毫发无损地回到我们这里;在普天之下的人类中,他将获得崇高的名望,并且会得到一份丰厚的礼物;因为在所有掌管船只的首领中,每个人都会送给他一只黑色的母羊,带着羊羔的母羊;没有什么财产能与这相比,而且他将永远在宴会和节日中拥有一席之地。
§10.218ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
” 他说完,所有人便都静默无声。