Humanitext Reader

ホメロス · イリアス §10.75-10.146

ネストルの覚醒とオデュッセウスらの招集

84 / 226 箇所 · ギリシア語

要旨

アガメムノンはネストルのもとを訪れて現状の危機を訴え、二人は他のアカイア人の将軍たちを呼び起こすべく行動を開始し、まずオデュッセウスを目覚めさせる。

§10.75εὐνῇ ἔνι μαλακῇ·
柔らかい床の中に(ネストルはいた)。
παρὰ δʼ ἔντεα ποικίλʼ ἔκειτο §10.76ἀσπὶς καὶ δύο δοῦρε φαεινή τε τρυφάλεια.
その傍らには、色とりどりの武具、盾、二本の槍、そして輝く兜が置かれていた。
§10.77πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος, ᾧ ῥʼ ὁ γεραιὸς §10.78ζώννυθʼ ὅτʼ ἐς πόλεμον φθισήνορα θωρήσσοιτο
その傍らには、きらびやかな帯が置かれており、老人が人々を率いて、人を滅ぼす戦争へと武装するときに、彼はそれを腰に締めたのだった。
§10.79λαὸν ἄγων, ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ.
彼は悲惨な老齢に屈することはなかったからである。
§10.80ὀρθωθεὶς δʼ ἄρʼ ἐπʼ ἀγκῶνος κεφαλὴν ἐπαείρας §10.81Ἀτρεΐδην προσέειπε καὶ ἐξερεείνετο μύθῳ·
彼は肘を突いて起き上がり、頭を持ち上げて、アトレイデスに語りかけ、言葉をもって尋ねた。
§10.82τίς δʼ οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶος §10.83νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι,
「船の傍ら、陣営の中を、ただ一人で進むお前は誰か、他の人間たちが眠っているこの暗い夜の間に。
§10.84ἠέ τινʼ οὐρήων διζήμενος, ἤ τινʼ ἑταίρων;
番兵の誰かを探しているのか、それとも仲間の誰かか。
§10.85φθέγγεο, μηδʼ ἀκέων ἐπʼ ἔμʼ ἔρχεο·
声を出しなさい、黙って私に近づいてはならない。
τίπτε δέ σε χρεώ;
お前には何の必要があるのか。
§10.86τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
」これに対して、人々の王アガメムノンが答えた。
§10.87ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν §10.88γνώσεαι Ἀτρεΐδην Ἀγαμέμνονα, τὸν περὶ πάντων
「ネーレウスの子ネストルよ、アカイア人の大いなる栄光よ、お前はアトレイデスのアガメムノンを知ることになるだろう。
§10.89Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς εἰς ὅ κʼ ἀϋτμὴ §10.90ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ.
彼を誰よりもゼウスは絶え間なく苦難の中に投げ込まれた、息が胸の中にとどまり、愛する膝が動く限りは。
§10.91πλάζομαι ὧδʼ ἐπεὶ οὔ μοι ἐπʼ ὄμμασι νήδυμος ὕπνος
私はこのように彷徨っている。 心地よい眠りが私の目に降りてこないからだ。
§10.92ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδεʼ Ἀχαιῶν.
むしろアカイア人の戦争と苦悩が気にかかっている。
§10.93αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐδέ μοι ἦτορ §10.94ἔμπεδον, ἀλλʼ ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω
私はダナオス人たちのことをひどく恐れており、私の心は落ち着かず、動揺している。
§10.95στηθέων ἐκθρῴσκει, τρομέει δʼ ὑπὸ φαίδιμα γυῖα.
心臓は胸の外へ飛び出さんばかりで、輝く四肢は下で震えている。
§10.96ἀλλʼ εἴ τι δραίνεις, ἐπεὶ οὐδὲ σέ γʼ ὕπνος ἱκάνει, §10.97δεῦρʼ ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν
だが、もしお前が何か行動するなら、お前にも眠りは訪れていないのだから、さあ、番兵たちのところへ下りていこう。
§10.98μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ §10.99κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται.
彼らが疲労と眠りに疲れ果てて眠り込んでしまい、見張りのことをすっかり忘れていないか確かめるために。
§10.100δυσμενέες δʼ ἄνδρες σχεδὸν εἵαται·
敵の男たちは近くに控えている。
οὐδέ τι ἴδμεν §10.101μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι.
私たちには全く分からない、彼らが夜の間にも戦うことを企てはしないかどうか。
§10.102τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
」これに対して、ゲレーニアの騎手ネストルが答えた。
§10.103Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον §10.104οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς
「最も栄光あるアトレイデス、人々の王アガメムノンよ、決してヘクトルのすべての目論見を、策をめぐらすゼウスが成就させることはない。
§10.105ἐκτελέει, ὅσα πού νυν ἐέλπεται·
彼が今望んでいるようには。
ἀλλά μιν οἴω §10.106κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς §10.107ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ.
むしろ私は思う、彼はさらに多くの苦悩に苦しむことになるだろうと、もしアキレウスがその悲痛な怒りから愛する心を取り戻すなら。
§10.108σοὶ δὲ μάλʼ ἕψομʼ ἐγώ·
私はお前に喜んで従おう。
ποτὶ δʼ αὖ καὶ ἐγείρομεν ἄλλους §10.109ἠμὲν Τυδεΐδην δουρὶ κλυτὸν ἠδʼ Ὀδυσῆα §10.110ἠδʼ Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν.
そして私たちは他の者たちをも呼び起こそう、槍で名高きテュデウスの子も、オデュッセウスも、素早いアイアスも、ピュレウスの勇猛な息子も。
§10.111ἀλλʼ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν §10.112ἀντίθεόν τʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα·
だが、もし誰かが彼らのところへ行って呼んでくれたらよいのだが、神のようなアイアスと、王者イドメネウスを。
§10.113τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω, οὐδὲ μάλʼ ἐγγύς.
彼らの船は最も遠くにあり、決して近くにはないのだから。
§10.114ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον §10.115νεικέσω, εἴ πέρ μοι νεμεσήσεαι, οὐδʼ ἐπικεύσω
しかし、親しくも敬意を払うべきメネラオスを、私は非難しよう、たとえお前が私に腹を立てるとしても。
§10.116ὡς εὕδει, σοὶ δʼ οἴῳ ἐπέτρεψεν πονέεσθαι.
隠しはしない、彼が眠り、お前一人に労苦を委ねていることを。
§10.117νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι §10.118λισσόμενος·
今こそ彼は、すべての指導者たちの間を巡って労苦すべきなのだ、懇願しながら。
χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός.
もはや耐え難い必要が迫っているのだから。
§10.119τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
」これに対して、人々の王アガメムノンが答えた。
§10.120ὦ γέρον ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα·
「長老よ、他の時には私もあなたに彼を非難するよう求めるだろう。
§10.121πολλάκι γὰρ μεθιεῖ τε καὶ οὐκ ἐθέλει πονέεσθαι §10.122οὔτʼ ὄκνῳ εἴκων οὔτʼ ἀφραδίῃσι νόοιο, §10.123ἀλλʼ ἐμέ τʼ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν.
彼はしばしば手を抜き、労苦しようとしないからだ、怠惰に負けているわけでも、心の思慮が欠けているわけでもなく、むしろ私を見つめ、私の先導を待っているのだ。
§10.124νῦν δʼ ἐμέο πρότερος μάλʼ ἐπέγρετο καί μοι ἐπέστη·
だが、今や彼は私よりずっと早く目覚め、私の前に立った。
§10.125τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾷς.
あなたが尋ねている者たちを呼び集めるために、私は彼を送り出した。
§10.126ἀλλʼ ἴομεν·
さあ、行こう。
κείνους δὲ κιχησόμεθα πρὸ πυλάων
私たちは彼らに門の前、番兵たちの中で追いつだろう。
§10.127ἐν φυλάκεσσʼ, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι.
そこに集まるよう彼らに命じておいたのだから。
§10.128τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
」これに対して、ゲレーニアの騎手ネストルが答えた。
§10.129οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐδʼ ἀπιθήσει §10.130Ἀργείων, ὅτε κέν τινʼ ἐποτρύνῃ καὶ ἀνώγῃ.
「それなら、アルゴス人の誰も彼に腹を立てることも、従わないこともないだろう、彼が誰かを励まし、命じるときには。
§10.131ὣς εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτῶνα, §10.132ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, §10.133ἀμφὶ δʼ ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν
」こう語り、彼は胸にキトンをまとい、滑らかな両足の下に美しいサンダルを縛り付け、次いで、赤い外套をピンで留めた。
§10.134διπλῆν ἐκταδίην, οὔλη δʼ ἐπενήνοθε λάχνη.
それは二重の広いもので、縮れた毛がふさふさと生えていた。
§10.135εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ, §10.136βῆ δʼ ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
そして彼は鋭い青銅の尖った頑丈な槍を手に取り、青銅のキトンを着たアカイア人の船の間へと歩みを進めた。
§10.137πρῶτον ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον §10.138ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ
まず最初に、ゼウスに劣らぬ知謀を持つオデュッセウスを、ゲレーニアの騎手ネストルは呼びかけて眠りから呼び起こした。
§10.139φθεγξάμενος· τὸν δʼ αἶψα περὶ φρένας ἤλυθʼ ἰωή, §10.140ἐκ δʼ ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ἔειπε·
声はすぐに彼の心に届き、彼は幕舎から出てきて、彼らに向かって言葉を語った。
§10.141τίφθʼ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε §10.142νύκτα διʼ ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει;
「なぜこのように船の傍ら、陣営の中をただ一人で彷徨うのか、この神聖な夜の間に。 どのような大いなる必要が迫っているのか。
§10.143τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
」これに対して、ゲレーニアの騎手ネストルが答えた。
§10.144διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ §10.145μὴ νεμέσα·
「ゼウスから生まれしラエルテスの子、多くの策を持つオデュッセウスよ、腹を立てないでくれ。
τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.
これほど大いなる苦痛がアカイア人を襲っているのだ。
§10.146ἀλλʼ ἕπεʼ, ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τʼ ἐπέοικε
だが、ついて来てくれ。 ふさわしい他の者をも呼び起こすために」

語釈・文法注

  1. §10.79ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ — ἐπέτρεπεは他動詞「委ねる」の目的語(ἑαυτόν等)が省略された形、あるいは「屈する、身を委ねる」という自動詞的用法。ここでは老齢による衰えを拒み、活動を続けるネストルの気力を表現している。
  2. §10.89εἰς ὅ κʼ ἀϋτμὴ ... μένῃ — εἰς ὅ κʼ(εἰς ὅ κε)に接続法μένῃが続く時間節で、「〜である限りは」という時間的限界を表す。
  3. §10.111ἀλλʼ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν — 接続詞εἰ(または単独のεἴ)に接続する希求法(καλέσειεν)は、実現を望む穏やかな願望(「〜してくれたらよいのだが」)を表現している。

この箇所を引用する

ホメロス, イリアス §10.75-10.146. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:10.75-10.146

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。