§10.434Θρήϊκες οἷδʼ ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων·
「あちらにいるのは、新参のトラキア人たちで、他の者たちから離れて一番端にいます。
§10.435ἐν δέ σφιν Ῥῆσος βασιλεὺς πάϊς Ἠϊονῆος.
彼らのただ中には、エイオネウスの子である王レーソスがいます。
§10.436τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους·
私は実に彼の、最も美しく最も大きな馬たちを見ました。
§10.437λευκότεροι χιόνος, θείειν δʼ ἀνέμοισιν ὁμοῖοι·
雪よりも白く、走る姿は風のようです。
§10.438ἅρμα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται·
彼の戦車は金と銀で美しく飾られています。
τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικεν §10.441ἄνδρεσσιν φορέειν, ἀλλʼ ἀθανάτοισι θεοῖσιν.
それは死すべき人間が身につけるにふさわしくなく、不死の神々にこそふさわしいものです。
§10.442ἀλλʼ ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν, §10.443ἠέ με δήσαντες λίπετʼ αὐτόθι νηλέϊ δεσμῷ, §10.444ὄφρά κεν ἔλθητον καὶ πειρηθῆτον ἐμεῖο §10.445ἠὲ κατʼ αἶσαν ἔειπον ἐν ὑμῖν, ἦε καὶ οὐκί.
ですから、今は私を快速の船へと連れて行くか、あるいは私を容赦なき縄で縛ってこの場に残してください、あなたがたが戻って来て、私を試すまでの間、私があなた方に真実を語ったのか、あるいはそうでなかったのかを。
§10.446τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
」すると強勇なディオメデスは、彼を睨みつけながら言った。
「ドロンよ、逃げられるなどと心に決して思うな、たとえ良い情報を知らせてくれたとしても、お前は我らの手に入ったのだから。
§10.449εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν, §10.450ἦ τε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν §10.451ἠὲ διοπτεύσων ἢ ἐναντίβιον πολεμίξων·
なぜなら、もし我らが今お前を解放するか、あるいは放免すれば、お前は間違いなく後でもまたアカイア人の快速の船へとやって来るだろう、再び偵察するためか、あるいは刃を交えて戦うために。
§10.452εἰ δέ κʼ ἐμῇς ὑπὸ χερσὶ δαμεὶς ἀπὸ θυμὸν ὀλέσσῃς, §10.453οὐκέτʼ ἔπειτα σὺ πῆμά ποτʼ ἔσσεαι Ἀργείοισιν.
だが、もしお前が私の手によって打ち倒されて命を落とすなら、お前は二度とアルゴス人にとって災いとなることはないのだ。
§10.454ἦ, καὶ ὃ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ §10.455ἁψάμενος λίσσεσθαι, ὃ δʼ αὐχένα μέσσον ἔλασσε §10.456φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε·
」彼がそう語ったとき、ドロンは逞しい手で彼の顎に触れて懇願しようとしたが、ディオメデスは首の真ん中を剣を振るって打ち据え、両方の腱を切り裂いた。
§10.457φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.
彼の頭は、まだ何かを叫んでいるうちに塵の中にまみれた。
§10.458τοῦ δʼ ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο §10.459καὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν·
二人は彼の頭からテン皮の兜を剥ぎ取り、狼の皮、反りのある弓、そして長い槍も奪った。
そして高貴なオデュッセウスは、これらを手にして戦利品をもたらすアテナに向かって手で高く掲げ、祈りを捧げながら言葉を語った。
§10.462χαῖρε θεὰ τοῖσδεσσι·
「喜んでください、女神よ、これらの品々を。
σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳ §10.463πάντων ἀθανάτων ἐπιδωσόμεθʼ·
オリンポスのすべての不死なる神々の中で、私たちはあなたを最初に呼び求めるのです。
ἀλλὰ καὶ αὖτις §10.464πέμψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς.
ですが、どうか再びトラキアの男たちの馬と寝所へと私たちを導いてください。
§10.465ὣς ἄρʼ ἐφώνησεν, καὶ ἀπὸ ἕθεν ὑψόσʼ ἀείρας §10.466θῆκεν ἀνὰ μυρίκην· δέελον δʼ ἐπὶ σῆμά τʼ ἔθηκε §10.467συμμάρψας δόνακας μυρίκης τʼ ἐριθηλέας ὄζους,
」彼はこのように語ると、それらをご自身から高く持ち上げて御柳(ギョリュウ)の木の上に置き、目立つ印を置いた、葦(あし)と御柳の青々と茂る枝を一緒に掴んで。
§10.468μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν.
彼らが再び闇深い快速の夜を通って戻るとき、見失うことのないように。
§10.469τὼ δὲ βάτην προτέρω διά τʼ ἔντεα καὶ μέλαν αἷμα, §10.470αἶψα δʼ ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἷξον ἰόντες.
二人は武具と黒い血のただ中をさらに進んで行き、すぐにトラキアの男たちの陣営に行き着いた。
§10.471οἳ δʼ εὗδον καμάτῳ ἀδηκότες, ἔντεα δέ σφιν §10.472καλὰ παρʼ αὐτοῖσι χθονὶ κέκλιτο εὖ κατὰ κόσμον §10.473τριστοιχί·
彼らは疲労に疲れ果てて眠っており、彼らの美しい武具は彼らの傍らの地上に、秩序正しくきれいに置かれていた、三列に。
παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι.
そして彼ら一人一人のそばには、二頭引きの馬がつながれていた。
§10.474Ῥῆσος δʼ ἐν μέσῳ εὗδε, παρʼ αὐτῷ δʼ ὠκέες ἵπποι §10.475ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο.
レーソスは中央で眠っており、彼のそばには快速の馬たちが戦車の後ろの縁から手綱でつながれていた。
§10.476τὸν δʼ Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξεν·
オデュッセウスは彼を最初に見つけ、ディオメデスに指し示した。
§10.477οὗτός τοι Διόμηδες ἀνήρ, οὗτοι δέ τοι ἵπποι, §10.478οὓς νῶϊν πίφαυσκε Δόλων ὃν ἐπέφνομεν ἡμεῖς.
「ディオメデスよ、この者があの男だ、そしてこれが例の馬たちだ、我らが殺したドロンが我ら二人に告げた馬たちだ。
§10.479ἀλλʼ ἄγε δὴ πρόφερε κρατερὸν μένος·
さあ、強い勇気を発揮せよ。
οὐδέ τί σε χρὴ §10.480ἑστάμεναι μέλεον σὺν τεύχεσιν, ἀλλὰ λύʼ ἵππους·
お前が武具を帯びたまま無為に立っているべきではない。 馬たちを解くのだ。
§10.481ἠὲ σύ γʼ ἄνδρας ἔναιρε, μελήσουσιν δʼ ἐμοὶ ἵπποι.
あるいはお前が男たちを殺せ、馬たちのことは私が引き受けよう。
§10.482ὣς φάτο, τῷ δʼ ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη,
」彼はこう語り、輝く眼のアテナが彼に力を吹き込んだ。
§10.483κτεῖνε δʼ ἐπιστροφάδην·
ディオメデスは四方八方に切り殺していった。
τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴς §10.484ἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι γαῖα.
打ち据えられる者たちの見苦しい呻き声が剣によって沸き起こり、大地は血で赤く染まった。
§10.485ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν §10.486αἴγεσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούσῃ, §10.487ὣς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱὸς §10.488ὄφρα δυώδεκʼ ἔπεφνεν·
守り手のない羊の群れ、すなわち山羊や羊たちにライオンが害意を抱いて襲いかかるように、そのようにテュデウスの子はトラキアの男たちに襲いかかり、ついに十二人を殺害した。
ἀτὰρ πολύμητις Ὀδυσσεὺς §10.489ὅν τινα Τυδεΐδης ἄορι πλήξειε παραστὰς §10.490τὸν δʼ Ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε,
一方、知謀に長けたオデュッセウスは、テュデウスの子がそばに立って剣で打ち倒した者を、後ろからその足をつかんで引きずり出した。
§10.491τὰ φρονέων κατὰ θυμὸν ὅπως καλλίτριχες ἵπποι §10.492ῥεῖα διέλθοιεν μηδὲ τρομεοίατο θυμῷ §10.493νεκροῖς ἀμβαίνοντες·
彼は、美しい鬣(たてがみ)を持つ馬たちが容易に通り抜けられるように、また死体を踏み越えるのを心の中で恐れないようにという意図からそうしたのだ。
ἀήθεσσον γὰρ ἔτʼ αὐτῶν.
馬たちはまだそれに慣れていなかったから。
§10.494ἀλλʼ ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱός, §10.495τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα §10.496ἀσθμαίνοντα·
だが、テュデウスの子が王(レーソス)のところに至ったとき、彼は十三番目の犠牲者として、息を切らしているその甘き命を奪った。
κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη §10.497τὴν νύκτʼ Οἰνεΐδαο πάϊς διὰ μῆτιν Ἀθήνης.
アテナの計らいにより、その夜、オイネウスの孫(ディオメデス)が悪夢となって彼の枕元に立っていたのである。
§10.498τόφρα δʼ ἄρʼ ὃ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵππους, §10.499σὺν δʼ ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου
その間に、忍耐強いオデュッセウスは単蹄の馬たちを解き、手綱でそれらを一まとめにし、弓で打ち叩きながら陣営から追い出した。
彼は、美しく飾られた戦車から輝く鞭を手に取ることを思いつかなかったからである。
§10.502ῥοίζησεν δʼ ἄρα πιφαύσκων Διομήδεϊ δίῳ.
そして彼は口笛を吹き、高貴なディオメデスに合図した。