§10.291ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε.
そのように、今また私のために、進んで傍らに立ち、私を守ってください。
あなたには、私は今度は一歳で額の広い雌牛を捧げましょう、従順で、まだ人が軛の下に引いていったことのないものを。
§10.294τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.
それをあなたに、私は角に金を流しかけて捧げましょう。
§10.295ὣς ἔφαν εὐχόμενοι, τῶν δʼ ἔκλυε Παλλὰς Ἀθήνη.
こうして彼らは祈り、パラス・アテナは彼らの願いを聞き届けた。
§10.296οἳ δʼ ἐπεὶ ἠρήσαντο Διὸς κούρῃ μεγάλοιο, §10.297βάν ῥʼ ἴμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν §10.298ἂμ φόνον, ἂν νέκυας, διά τʼ ἔντεα καὶ μέλαν αἷμα.
彼らが偉大なるゼウスの娘に祈り終えると、二頭のライオンのように、黒い夜を貫いて進み始めた、殺戮の間を、死体の間を、そして武具と黒い血の間を通って。
§10.299οὐδὲ μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ §10.300εὕδειν, ἀλλʼ ἄμυδις κικλήσκετο πάντας ἀρίστους, §10.301ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες·
他方、ヘクトルもまた、高慢なトロイア人たちを眠らせてはおかなかった、むしろ、すべての優れた者たちをいっしょに呼び集めた、トロイア人の指導者や支配者である者たちすべてを。
§10.302τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·
彼らを呼び集めて、彼は周到な計画を立てた。
「誰が私のために、この仕事を約束して成し遂げてくれるだろうか、大いなる贈り物を引き換えに?
μισθὸς δέ οἱ ἄρκιος ἔσται.
彼には十分な報酬があるだろう。
§10.305δώσω γὰρ δίφρόν τε δύω τʼ ἐριαύχενας ἵππους §10.306οἵ κεν ἄριστοι ἔωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν §10.307ὅς τίς κε τλαίη, οἷ τʼ αὐτῷ κῦδος ἄροιτο,
私は戦車一台と、たくましい二頭の馬を与えるからだ、アカイア人の快速の船のもとにあるうちで、最も優れたものを、(名乗り出る)勇気のある者に。
§10.308νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι §10.309ἠέ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ, §10.310ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες §10.311φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι §10.312νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.
それは彼自身にとっても名誉となるだろう、快速の船の近くまで行き、探り出すことが、快速の船が以前と同じように守られているのか、あるいは、すでに我らの手によって打ち負かされ、彼らの間で敗走を企てており、もはや望んでいないのか、夜間の見張りをすることを、恐るべき疲労に疲れ果てて。
§10.313ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
」こうして彼は語り、一同はみな静まり返って沈黙した。
§10.314ἦν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸς
トロイア人の中に、ドロンという、エウメデスの息子がいた。
§10.315κήρυκος θείοιο πολύχρυσος πολύχαλκος,
(エウメデスは)神のごとき伝令官であり、多くの金と多くの青銅を持つ者であった。
§10.316ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης·
彼は、容姿は醜かったが、足は速かった。
§10.317αὐτὰρ ὃ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν.
彼は五人の姉妹たちの間で、ひとりだけの息子であった。
§10.318ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν·
まさにその彼が、トロイア人たちとヘクトルに言葉を語った。
§10.319Ἕκτορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ §10.320νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι.
「ヘクトルよ、私の心と高慢な魂が私を駆り立てる、快速の船の近くに行き、探り出すよう。
§10.321ἀλλʼ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσον §10.322ἦ μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῷ §10.323δωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα,
さあ、私のために王笏を掲げ、私に誓ってください、本当にあの馬たちと、青銅で飾られた戦車を与えてくれると、非の打ち所のないペレウスの子を運ぶ(あの馬たちを)。
§10.324σοὶ δʼ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐδʼ ἀπὸ δόξης·
あなたに対して、私は無駄な、あるいは期待を裏切るような偵察者にはなりません。
§10.325τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς ὄφρʼ ἂν ἵκωμαι §10.326νῆʼ Ἀγαμεμνονέην, ὅθι που μέλλουσιν ἄριστοι
私はアカイア人の軍勢の中を、まっすぐ通り抜けて進み、ついに到着するでしょう、アガメムノンの船に。
§10.327βουλὰς βουλεύειν ἢ φευγέμεν ἠὲ μάχεσθαι.
そこでおそらく優れた者たちが会議を開き、逃走するか、あるいは戦うかを相談しているはずです。
§10.328ὣς φάθʼ, ὃ δʼ ἐν χερσὶ σκῆπτρον λάβε καί οἱ ὄμοσσεν·
」こうしてドロンは語り、ヘクトルは手に王笏を取って彼に誓った。
§10.329ἴστω νῦν Ζεὺς αὐτὸς ἐρίγδουπος πόσις Ἥρης §10.330μὴ μὲν τοῖς ἵπποισιν ἀνὴρ ἐποχήσεται ἄλλος §10.331Τρώων, ἀλλά σέ φημι διαμπερὲς ἀγλαϊεῖσθαι.
「今、激しく雷鳴を轟かす、ヘラの夫であるゼウス自身が証人とならんことを、トロイア人の他の男があの馬たちに乗ることは決してない、むしろ、お前自身が常にそれらによって誇り輝くことになると、私は宣言する。
§10.332ὣς φάτο καί ῥʼ ἐπίορκον ἐπώμοσε, τὸν δʼ ὀρόθυνεν·
」ヘクトルはこう語り、偽りの誓いを立てたが、それがドロンを奮い立たせた。
§10.333αὐτίκα δʼ ἀμφʼ ὤμοισιν ἐβάλλετο καμπύλα τόξα, §10.334ἕσσατο δʼ ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο, §10.335κρατὶ δʼ ἐπὶ κτιδέην κυνέην, ἕλε δʼ ὀξὺν ἄκοντα, §10.336βῆ δʼ ἰέναι προτὶ νῆας ἀπὸ στρατοῦ·
すぐにドロンは両肩に曲がった弓をかけ、その上に、灰色の狼の皮をまとい、頭にはテンの皮の兜をかぶり、鋭い投げ槍を手に取り、軍勢から船の方へと歩み去った。
οὐδʼ ἄρʼ ἔμελλεν §10.337ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν.
だが、彼は船から戻って、ヘクトルに報告を持ち帰ることはない運命であった。
しかし、彼が馬と兵士たちの群れをあとに残すとすぐに、道を進み、熱心に進んでいった。
τὸν δὲ φράσατο προσιόντα §10.340διογενὴς Ὀδυσεύς, Διομήδεα δὲ προσέειπεν·
近づいてくる彼に気づいたのは、神聖なるオデュッセウスであり、彼はディオメデスに語りかけた。
§10.341οὗτός τις Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ, §10.342οὐκ οἶδʼ ἢ νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν, §10.343ἦ τινα συλήσων νεκύων κατατεθνηώτων.
「ディオメデスよ、こちらに誰か、軍勢から男がやって来る、我らの船を探る偵察者なのか、あるいは、死に絶えた死体から何かを奪い取ろうとする者なのか、私にはわからない。
ἔπειτα δέ κʼ αὐτὸν ἐπαΐξαντες ἕλοιμεν §10.346καρπαλίμως·
そのあとで、我々が飛びかかって彼を捕らえよう、速やかに。
εἰ δʼ ἄμμε παραφθαίησι πόδεσσιν, §10.347αἰεί μιν ἐπὶ νῆας ἀπὸ στρατόφι προτιειλεῖν §10.348ἔγχει ἐπαΐσσων, μή πως προτὶ ἄστυ ἀλύξῃ.
だが、もし彼が足の速さで我々を追い抜くなら、常に彼を軍勢から船の方へと追い詰めるのだ、槍を突きつけつつ、彼がどうにかして市へと逃げ込まないように。
ὃ δʼ ἄρʼ ὦκα παρέδραμεν ἀφραδίῃσιν.
そしてドロンは、不注意から、素早くその脇を走り抜けた。
§10.351ἀλλʼ ὅτε δή ῥʼ ἀπέην ὅσσόν τʼ ἐπὶ οὖρα πέλονται §10.352ἡμιόνων· αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν §10.353ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον·
しかし、彼が離れたとき、ラバが引く一区切りほどの距離に、なぜなら、ラバは牛よりも優れているからだ、深い新墾地で組み立てられた犁を引くことにおいて。
§10.354τὼ μὲν ἐπεδραμέτην, ὃ δʼ ἄρʼ ἔστη δοῦπον ἀκούσας.
二人は追いかけ、彼は足音を聞いて立ち止まった。
というのも、彼は心の中で、ヘクトルが送り出した仲間たちが自分を連れ戻しに、トロイア人の陣営から再びやって来たのだと期待したからである。
§10.357ἀλλʼ ὅτε δή ῥʼ ἄπεσαν δουρηνεκὲς ἢ καὶ ἔλασσον, §10.358γνῶ ῥʼ ἄνδρας δηΐους, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα §10.359φευγέμεναι·
しかし、彼らが槍の届く距離、あるいはそれより近くに達したとき、彼は彼らが敵であると悟り、素早く両膝を動かして、逃げ始めた。
τοὶ δʼ αἶψα διώκειν ὁρμήθησαν.
そして彼らはすぐに追撃を開始した。
§10.360ὡς δʼ ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης
鋭い歯を持つ二匹の、狩りを知り尽くした猟犬が、