Humanitext Reader

荷马 · 伊利亚特 §10.219-10.290

迪奥墨得斯与奥德修斯整装夜袭出发

第 86 段,共 226 段 · 希腊语

内容简介

迪奥墨得斯自愿前往特洛伊营地侦察,并选择奥德修斯作为同伴。两人从众将处借来盔甲装备,在获得雅典娜降下的吉兆后,向女神祈祷并启程出发。

§10.219τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· §10.220Νέστορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ §10.221ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντων §10.222Τρώων·
他们中,呐喊有力的迪奥墨得斯也开口说道: “涅斯托尔,我的心和高傲的灵魂在驱使我,进入就在附近的敌军营盘,即特洛伊人的营地。
ἀλλʼ εἴ τίς μοι ἀνὴρ ἅμʼ ἕποιτο καὶ ἄλλος §10.223μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται.
但如果能有另外一个人与我同行,那将更加令人慰藉,也更令人胆壮。
§10.224σύν τε δύʼ ἐρχομένω καί τε πρὸ ὃ τοῦ ἐνόησεν §10.225ὅππως κέρδος ἔῃ·
二人同行,其中一人就会先于另一人看出如何做才有利。
μοῦνος δʼ εἴ πέρ τε νοήσῃ §10.226ἀλλά τέ οἱ βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις.
但如果独自一人,哪怕他看出了,他的思虑也较迟钝,计谋也较单薄。
§10.227ὣς ἔφαθʼ, οἳ δʼ ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι.
” 他这样说,许多人都愿意跟随迪奥墨得斯。
§10.228ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος, §10.229ἤθελε Μηριόνης, μάλα δʼ ἤθελε Νέστορος υἱός, §10.230ἤθελε δʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος, §10.231ἤθελε δʼ ὁ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλον §10.232Τρώων· αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα.
阿瑞斯的侍从、两位埃阿斯愿意,梅里奥内斯愿意,涅斯托尔之子也非常愿意,阿特柔斯之子、名震枪坛的梅涅劳斯也愿意,坚忍的奥德修斯也愿意深入特洛伊人的人群中;因为他胸中的灵魂向来胆大。
§10.233τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· §10.234Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ §10.235τὸν μὲν δὴ ἕταρόν γʼ αἱρήσεαι ὅν κʼ ἐθέλῃσθα, §10.236φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί.
他们中,人类之王阿伽门农也开口说道: “提丢斯之子迪奥墨得斯,深得我心的人,你尽可选择你想选的那位同伴,在挺身而出的人中选最优秀的一位,因为热切盼望的人确实很多。
§10.237μηδὲ σύ γʼ αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείω §10.238καλλείπειν, σὺ δὲ χείρονʼ ὀπάσσεαι αἰδοῖ εἴκων §10.239ἐς γενεὴν ὁρόων, μηδʼ εἰ βασιλεύτερός ἐστιν.
你切莫因心中的顾忌,而留下较优秀的人,反而屈从于顾忌而让较差的人同行,只看出身,哪怕他更为尊贵。
§10.240ὣς ἔφατʼ, ἔδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ.
” 他这样说,是因为担忧金发的梅涅劳斯。
§10.241τοῖς δʼ αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης· §10.242εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μʼ αὐτὸν ἑλέσθαι, §10.243πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,
他们中,呐喊有力的迪奥墨得斯再次说道: “如果你们确实命令我自己挑选一位同伴,那我怎能忘记神圣的奥德修斯呢?
§10.244οὗ πέρι μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ §10.245ἐν πάντεσσι πόνοισι, φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη.
他的心意热诚,灵魂高傲,在所有的劳苦中出类拔萃,而且帕拉斯·雅典娜也钟爱他。
§10.246τούτου γʼ ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο §10.247ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι.
只要他同行,即便是从熊熊烈火中,我们两人也能平安归来,因为他极具智谋。
§10.248τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· §10.249Τυδεΐδη μήτʼ ἄρ με μάλʼ αἴνεε μήτέ τι νείκει· §10.250εἰδόσι γάρ τοι ταῦτα μετʼ Ἀργείοις ἀγορεύεις.
” 对此,备尝艰辛、神圣的奥德修斯回答他道: “提丢斯之子,切莫过分赞誉我,也切莫责难我;因为你是在熟知这些的阿耳戈斯人中间说这些话。
§10.251ἀλλʼ ἴομεν· μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δʼ ἠώς, §10.252ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέων νὺξ §10.253τῶν δύο μοιράων, τριτάτη δʼ ἔτι μοῖρα λέλειπται.
但我们走吧;因为黑夜将尽,黎明在即,星辰也已西移,大半夜色已经过去,已过三分之二,仅剩三分之一的时光。
§10.254ὣς εἰπόνθʼ ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην.
” 两人说着,披上了可怕的铠甲。
§10.255Τυδεΐδῃ μὲν δῶκε μενεπτόλεμος Θρασυμήδης §10.256φάσγανον ἄμφηκες· τὸ δʼ ἑὸν παρὰ νηῒ λέλειπτο· §10.257καὶ σάκος· ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε §10.258ταυρείην, ἄφαλόν τε καὶ ἄλλοφον, ἥ τε καταῖτυξ §10.259κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν.
战阵中坚定不移的色剌叙墨得斯送给提丢斯之子一把双刃剑——他自己的那把留在了船旁—— 以及盾牌;并将一顶牛皮盔戴在他的头上,这顶盔由牛皮制成,无突角亦无鬃饰,被称为 “牛皮帽”,用以保护朝气蓬勃的青年人的头部。
§10.260Μηριόνης δʼ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην §10.261καὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε §10.262ῥινοῦ ποιητήν· πολέσιν δʼ ἔντοσθεν ἱμᾶσιν §10.263ἐντέτατο στερεῶς· ἔκτοσθε δὲ λευκοὶ ὀδόντες §10.264ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα §10.265εὖ καὶ ἐπισταμένως· μέσσῃ δʼ ἐνὶ πῖλος ἀρήρει.
梅里奥内斯则送给奥德修斯一把弓、一个箭袋以及一把剑,并将一顶皮盔戴在他的头上,它是由皮革制成的;内部用许多皮带牢牢地勒紧;而外侧,一头獠牙白净的野猪的白色利齿,密密麻麻地排在两侧,精妙而又娴熟地排列着;中间垫有毡帽。
§10.266τήν ῥά ποτʼ ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο §10.267ἐξέλετʼ Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας, §10.268Σκάνδειαν δʼ ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι· §10.269Ἀμφιδάμας δὲ Μόλῳ δῶκε ξεινήϊον εἶναι, §10.270αὐτὰρ ὃ Μηριόνῃ δῶκεν ᾧ παιδὶ φορῆναι· §10.271δὴ τότʼ Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα.
这顶盔曾是奥托吕科斯在埃勒翁破开奥尔梅诺斯之子阿敏托尔的坚固住宅而夺取的,接着他在斯坎狄亚将其送给了基西拉人安菲达马斯;而安菲达马斯又将其送给莫洛斯作为客礼,而莫洛斯又将其给他的儿子梅里奥内斯佩戴;此时,它被戴在奥德修斯的头上,罩住了他的脑袋。
§10.272τὼ δʼ ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην, §10.273βάν ῥʼ ἰέναι, λιπέτην δὲ κατʼ αὐτόθι πάντας ἀρίστους.
两人既已披上可怕的防具,便迈步前行,将所有的杰出人物留在原地。
§10.274τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο §10.275Παλλὰς Ἀθηναίη· τοὶ δʼ οὐκ ἴδον ὀφθαλμοῖσι §10.276νύκτα διʼ ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν.
帕拉斯·雅典娜在路旁附近为他们送来一只右侧呈祥的鹭鸟;他们用双眼在黑夜中看不见它,但听到了它的鸣叫。
§10.277χαῖρε δὲ τῷ ὄρνιθʼ Ὀδυσεύς, ἠρᾶτο δʼ Ἀθήνῃ· §10.278κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ §10.279ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐδέ σε λήθω §10.280κινύμενος· νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη, §10.281δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι §10.282ῥέξαντας μέγα ἔργον, ὅ κε Τρώεσσι μελήσῃ.
奥德修斯因这只鸟而欣喜,向雅典娜祈祷: “请听我说,执埃吉斯神盾的宙斯之女,您总是在所有的劳苦中站在我身旁,我的一举一动也绝瞒不过您;雅典娜啊,现在请再次格外眷顾我,让安然无恙且赢得美誉的我们重返船只,完成了能令特洛伊人忧心忡忡的伟大功业。
§10.283δεύτερος αὖτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης· §10.284κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη·
” 紧接着,呐喊有力的迪奥墨得斯也祈祷: “现在也请听听我的祈求,宙斯之女、不倦的女神!
§10.285σπεῖό μοι ὡς ὅτε πατρὶ ἅμʼ ἕσπεο Τυδέϊ δίῳ §10.286ἐς Θήβας, ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ᾔει.
请陪伴我,就像您当年陪伴我那神圣的父亲提丢斯前往底比斯,作为阿开亚人的使者先行一步时那样。
§10.287τοὺς δʼ ἄρʼ ἐπʼ Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιούς, §10.288αὐτὰρ ὃ μειλίχιον μῦθον φέρε Καδμείοισι §10.289κεῖσʼ· ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα §10.290σὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης.
他将身披青铜铠甲的阿开亚人留在阿索波斯河畔,而他自己则带着温和的话语前往卡德摩斯人那里;但在返回的路上,他谋划了极其惊人的功业,这都有赖于您,神圣的女神,在您欣然立于他身旁的时候。 ”

词汇与语法注释

  1. 10.224σύν τε δύʼ ἐρχομένω — 分词 ἐρχομένω 为主格双数(dual),用于表达一般性的前提或状况:“当两人一同前行时”。其中的 σύν 作副词使用,意为“共同、一起”。
  2. 10.237καλλείπειν — 在阿伽门农对迪奥墨得斯的告诫中,不定式 καλλείπειν(留下、弃置)被用作命令语气(命令性不定式)。它与前方的否定词 μηδὲ 结合,表示禁止:“你切不可留下”。
  3. 10.246τούτου γʼ ἑσπομένοιο — 此处为属格独立结构(genitive absolute),表示条件:“若有此人同行”。它与主句中的祈愿语气动词 νοστήσαιμεν(我们便能归来)相呼应,表示潜在的可能性。
  4. 10.252πλέων νὺξ τῶν δύο μοιράων — 比较级形容词 πλέων(较多)后接表示比较的属格 τῶν δύο μοιράων(两个部分),意为“黑夜已经过去了三分之二以上”。这基于古代将夜晚划分为三个时段的习惯。

引用这一段

荷马, 伊利亚特 §10.219-10.290. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:10.219-10.290

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。