Humanitext Reader

ホメロス · イリアス §10.219-10.290

ディオメデスとオデュッセウスの夜襲への出立

86 / 226 箇所 · ギリシア語

要旨

ディオメデスがトロイア陣への偵察に名乗りを上げ、同行者としてオデュッセウスを指名する。二人は他将から武具を借りて身を固め、アテナの吉兆を得て、女神への祈りとともに進発する。

§10.219τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
彼らの中に、雄叫び名高きディオメデスが語りかけた。
§10.220Νέστορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ §10.221ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντων §10.222Τρώων·
「ネストルよ、私の心と高慢な魂が私を駆り立てる、近くにいる敵、トロイアの軍勢の中へ入っていくよう。
ἀλλʼ εἴ τίς μοι ἀνὴρ ἅμʼ ἕποιτο καὶ ἄλλος §10.223μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται.
だが、もし誰か他の男も私と一緒に来てくれるなら、より心強く、またより大胆になれるでしょう。
§10.224σύν τε δύʼ ἐρχομένω καί τε πρὸ ὃ τοῦ ἐνόησεν §10.225ὅππως κέρδος ἔῃ·
二人がともに進めば、一人が他方に先立って、どのようにすれば得策であるかを。
μοῦνος δʼ εἴ πέρ τε νοήσῃ §10.226ἀλλά τέ οἱ βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις.
しかし、たとえ一人で気づいたとしても、彼の思考はより遅く、その知恵は浅いものです。
§10.227ὣς ἔφαθʼ, οἳ δʼ ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι.
」こう語ると、多くの者がディオメデスに従うことを望んだ。
§10.228ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος, §10.229ἤθελε Μηριόνης, μάλα δʼ ἤθελε Νέστορος υἱός,
アレスの従者たる二人のアイアスも望み、メリオネスも望み、ネストルの息子も大いに望んだ。
§10.230ἤθελε δʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος, §10.231ἤθελε δʼ ὁ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλον §10.232Τρώων·
またアトレウスの子、槍の名高きメネラオスも望み、また耐え忍ぶオデュッセウスも、トロイアの群衆の中へ入り込むことを望んだ。
αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα.
彼の胸の内にある魂は常に勇敢であったからである。
§10.233τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
彼らの中に、人間の王アガメムノンも語りかけた。
§10.234Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ §10.235τὸν μὲν δὴ ἕταρόν γʼ αἱρήσεαι ὅν κʼ ἐθέλῃσθα,
「テュデウスの子ディオメデスよ、私の心に適う者よ、お前は望む者を伴侶として選ぶがよい。
§10.236φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί.
名乗り出た者たちの中で最も優れた者を。 多くの者が熱望しているのだから。
§10.237μηδὲ σύ γʼ αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείω §10.238καλλείπειν, σὺ δὲ χείρονʼ ὀπάσσεαι αἰδοῖ εἴκων §10.239ἐς γενεὴν ὁρόων, μηδʼ εἰ βασιλεύτερός ἐστιν.
遠慮の念から、胸の内で、より優れた者をあとに残し、遠慮に屈して劣る者を伴わせるようなことはするな、家柄に目を向けたり、その者がより王にふさわしいからといって。
§10.240ὣς ἔφατʼ, ἔδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ.
」こう語ったのは、金髪のメネラオスの身を案じて恐れたからであった。
§10.241τοῖς δʼ αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
彼らに対して、雄叫び名高きディオメデスが再び語りかけた。
§10.242εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μʼ αὐτὸν ἑλέσθαι, §10.243πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,
「もし皆さんが私自身に同伴者を選ぶよう命じるのであれば、どうしてこの私が神のごときオデュッセウスを忘れることができましょう。
§10.244οὗ πέρι μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ §10.245ἐν πάντεσσι πόνοισι, φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη.
彼の心は喜んで進み、その魂は極めて勇敢であり、あらゆる試練において際立っており、パラス・アテナも彼を愛しています。
§10.246τούτου γʼ ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο
この者が従うなら、燃え盛る火の中からであっても、二人して帰還できるでしょう。
§10.247ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι.
彼は考えることにおいて並外れているのですから。
§10.248τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
」これに対して、多くを耐え忍ぶ神のごときオデュッセウスが彼に答えた。
§10.249Τυδεΐδη μήτʼ ἄρ με μάλʼ αἴνεε μήτέ τι νείκει·
「テュデウスの子よ、私をそれほど褒めそやすことも、非難することもしないでくれ。
§10.250εἰδόσι γάρ τοι ταῦτα μετʼ Ἀργείοις ἀγορεύεις.
お前はこれらを、すべてを知っているアルゴス人たちの前で語っているのだから。
§10.251ἀλλʼ ἴομεν·
だが進もう。
μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δʼ ἠώς,
夜はかなり更けており、夜明けは近い。
§10.252ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέων νὺξ §10.253τῶν δύο μοιράων, τριτάτη δʼ ἔτι μοῖρα λέλειπται.
星々も進み、夜の三分の二以上の部分は過ぎ去り、まだ三分の一の残りが残されている。
§10.254ὣς εἰπόνθʼ ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην.
」こう語ると、二人は恐るべき武具を身にまとった。
§10.255Τυδεΐδῃ μὲν δῶκε μενεπτόλεμος Θρασυμήδης §10.256φάσγανον ἄμφηκες· τὸ δʼ ἑὸν παρὰ νηῒ λέλειπτο· §10.257καὶ σάκος·
テュデウスの子には、戦いに怯まぬトラシュメデスが、両刃の剣(ディオメデス自身の剣は船の傍らに残されていた)と、盾を与えた。
ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε §10.258ταυρείην, ἄφαλόν τε καὶ ἄλλοφον, ἥ τε καταῖτυξ §10.259κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν.
そして彼の頭に兜をかぶせた、牛皮で作られ、突起も房飾りもないもので、これは「カタイテュクス」と呼ばれ、血気盛んな若者たちの頭を保護するものであった。
§10.260Μηριόνης δʼ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην §10.261καὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε §10.262ῥινοῦ ποιητήν·
メリオネスはオデュッセウスに弓と箙と剣を与え、その頭に兜をかぶせた、革で作られたものを。
πολέσιν δʼ ἔντοσθεν ἱμᾶσιν §10.263ἐντέτατο στερεῶς· ἔκτοσθε δὲ λευκοὶ ὀδόντες §10.264ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα §10.265εὖ καὶ ἐπισταμένως· μέσσῃ δʼ ἐνὶ πῖλος ἀρήρει.
それは内側で、多くの革紐によって頑丈に張り巡らされており、外側には、白い牙が、白い牙を持つ野豚のものが、あちこちに、見事に、かつ巧みに並んでおり、中央にはフェルトがはめ込まれていた。
§10.266τήν ῥά ποτʼ ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο §10.267ἐξέλετʼ Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας, §10.268Σκάνδειαν δʼ ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι· §10.269Ἀμφιδάμας δὲ Μόλῳ δῶκε ξεινήϊον εἶναι, §10.270αὐτὰρ ὃ Μηριόνῃ δῶκεν ᾧ παιδὶ φορῆναι·
この兜は、かつてエレオンから、オルメノスの子アミュントルの頑丈な家を掘り破って、アウトリュコスが奪い取ったもので、彼はそれをスカンデイアにおいて、キュテラ人のアンピダマスに与え、アンピダマスはそれをモロスに、もてなしの贈り物として与え、モロスはそれを、自分の息子であるメリオネスに被るようにと与えた。
§10.271δὴ τότʼ Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα.
まさにその時、この兜がオデュッセウスの頭にかぶせられて、それを覆った。
§10.272τὼ δʼ ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην, §10.273βάν ῥʼ ἰέναι, λιπέτην δὲ κατʼ αὐτόθι πάντας ἀρίστους.
二人が恐るべき武具を身にまとい終えると、歩みを進め、他のすべての優れた者たちをその場に残した。
§10.274τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο §10.275Παλλὰς Ἀθηναίη·
彼らに向けて、道の右側に、近くに鷺を遣わした、パラス・アテナが。
τοὶ δʼ οὐκ ἴδον ὀφθαλμοῖσι
彼らはそれを目では見なかった、暗い夜のせいで。
§10.276νύκτα διʼ ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν.
しかし、その鳴き声を耳にした。
§10.277χαῖρε δὲ τῷ ὄρνιθʼ Ὀδυσεύς, ἠρᾶτο δʼ Ἀθήνῃ·
オデュッセウスはその鳥を喜んで迎え、アテナに祈った。
§10.278κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ §10.279ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐδέ σε λήθω §10.280κινύμενος·
「聞いてください、アイギスを持つゼウスの娘よ、あなたは常にあらゆる試練において私の傍らに立ち、私が動くときもあなたに知られないことはありません。
νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη, §10.281δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι §10.282ῥέξαντας μέγα ἔργον, ὅ κε Τρώεσσι μελήσῃ.
アテナよ、今こそ私を最も愛し、栄誉を携えて、再び船へと帰り着かせてください、トロイア人たちを悩ませるような大いなる功業を成し遂げて。
§10.283δεύτερος αὖτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·
」次に、雄叫び名高きディオメデスが祈った。
§10.284κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη·
「今度は私の言葉も聞いてください、ゼウスの娘、不屈の女神よ。
§10.285σπεῖό μοι ὡς ὅτε πατρὶ ἅμʼ ἕσπεο Τυδέϊ δίῳ §10.286ἐς Θήβας, ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ᾔει.
私を伴ってください、かつて私の父、神のごときテュデウスとともにアカイア人の先遣の使者としてテーバイへと赴いたときのように。
§10.287τοὺς δʼ ἄρʼ ἐπʼ Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιούς, §10.288αὐτὰρ ὃ μειλίχιον μῦθον φέρε Καδμείοισι §10.289κεῖσʼ· ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα §10.290σὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης.
彼は青銅の鎧をまとったアカイア人たちをアソポス川に残し、カドモスの一族のもとへと、穏やかな言葉を携えて行ったが、帰路には極めて恐るべき功業を企てたのです、あなたとともに、気高き女神よ、あなたが喜んで彼の傍らに立たれたときに。 」

語釈・文法注

  1. 10.224σύν τε δύʼ ἐρχομένω — 分詞 ἐρχομένω は主格両数(デュアル)で、ここでは「二人の者がともに進むとき」という条件や一般的な状況を表す。σύν は副詞的に「ともに」として機能している。
  2. 10.237καλλείπειν — アガメムノンによるディオメデスへの訓戒において、命令・禁止を表すために不定詞 καλλείπειν(後に残すこと)が用いられている(命令法的不定詞)。直前の μηδὲ とともに「後に残してはならない」という禁止を意味する。
  3. 10.246τούτου γʼ ἑσπομένοιο — 属格独立構文(genitive absolute)であり、「この者が従うならば」という条件を示す。主節の希求法 νοστήσαιμεν(私たちは帰還できるだろう)と呼応して潜在的な可能性を表す。
  4. 10.252πλέων νὺξ τῶν δύο μοιράων — 比較級 πλέων(より多い)の後に比較の属格 τῶν δύο μοιράων(二つの部分)が続いており、「夜の三分の二より多くが過ぎ去った」ことを意味する。古代の夜の三分割法に基づいている。

この箇所を引用する

ホメロス, イリアス §10.219-10.290. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:10.219-10.290

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。